# Commentarii ad Homeri Odysseam 1.182.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.182.1

συντάξας ἀναστρόφως ἐπήρετμοι καὶ ἑταῖροι. ὅ ἐστιν, καὶ ἑταῖροι ἐπήρετμοι. ὅμοιον τῷ, διοτρεφὲς ὦ Μενέλαε. καὶ τοῖς τοιούτοις. δῆλον δὲ ὅτι τοῦ ἐρέσσειν αἱ παραγωγαὶ, ποτὲ μὲν, φυλάττουσι τὴν τοῦ ῥήματος ἄρχουσαν, ὡς ἐν τῷ ἐρέτης καὶ ἐρετμός. ποτὲ δὲ, καὶ τὸ ἰῶτα προσλαμβάνουσιν, ὡς ἐν τῷ εἰρεσίᾳ. ἔστι δὲ ὅτε καὶ εἰς η ἢ εἰς ο ἐκείνην μεταβάλλουσιν. εἰς ο μὲν, ἐν τῷ ἐεικόσορος καὶ τοῖς ὁμοίοις. εἰς η δὲ, ἐν τῷ ὑπηρεσία. καὶ ἐπήρετμος. καὶ διήρης. καὶ τοῖς τοιούτοις. ἐν οἷς καὶ εὐῆρες κυρίως μὲν, πλοῖον καὶ ἐρετμός. τροπικῶς δὲ, καὶ τὸ ἁπλῶς εὐάγωγον. (Vers. 560.) Ὅτι φθάσας εἰπεῖν ὁ ποιητὴς θεοὶ πομπῆες, καὶ ἀλλαχοῦ τοῖός τοι ἐγὼ πομπὸς, ἐνταῦθα τὸ ῥῆμα τῶν τοιούτων ὀνομάτων λέγει ἐν τῷ, ἑταῖροι πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης. ἐκ δὲ τοῦ τοιούτου πέμπειν, καὶ πομπίλος ἰχθὺς, ὡς καὶ Ὀππιανὸς ἐτυμολογεῖ. (Vers. 561.) Ὅτι τὴν μὲν ἄνοδον Ἑλένης τῆς εἰς τὸν σεληναῖον τόπον, οἱ μεθ' Ὅμηρον ἐλήρησαν. αὐτὸς δὲ Ὅμηρος περὶ Μενελάου λέγει, ὡς ὁ Πρωτεὺς ἔφη αὐτῷ τοιαῦτα. σοί δ' οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε Ἄργει ἐν ἱπποβότῳ θανεῖν. ἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, ἀθάνατοι πέμπουσιν ὅθι ξανθὸς Ῥαδαμάνθυς. τῇ περ, ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν. οὐ νιφετὸς, οὔτ' ἂρ χειμὼν πολλύς. ἀλλ' αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. (Vers. 569.) Καὶ ἡ αἰτία. μυθικὴ καὶ αὐτή. οὕνεκά φησιν ἔχεις Ἑλένην καὶ Διὸς γαμβρός ἐσσι. καὶ τοιοῦτος μὲν ὁ τοῦ μύθου λῆρος. σεμνύνων οὓς ἔδει καὶ ἐγκαλύπτεσθαι. (Vers. 563.) Ἡλύσιον δὲ πεδίον, περί που τὰ κατὰ δύσιν πέρατα τῆς γῆς. ὃ καὶ νῆσοι μακάρων παρὰ τοῖς ὕστερον λέγεται. νῆσοι μὲν, ὅτι περὶ τὴν ἔξω θάλασσαν εἰσίν. ὅ ἐστι, περὶ αὐτὸν τὸν Ὠκεανόν. μακάρων δὲ, διὰ τὸ τοῦ τόπου εὔδαιμον καὶ μακάριον. ὃ τοῖς πᾶσι τεθρύληται. φησὶ γοῦν καὶ ὁ γεωγράφος ὅτι τὰς τῶν μακάρων νήσους, ἴσμεν οὐ πολὺ ἄποθεν οὔσας τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων Γαδείροις εὔπνους δέ φησιν ὁ τόπος καὶ εὐάερος διὰ τὸν Ζέφυρον. λέγει δὲ, καὶ τὸν Ὅμηρον ἐμφανίζειν τὴν εὐδαιμονίαν τῶν ἑσπερίων ἀνδρῶν, πεπυσμένον ὡς εἰκὸς τὸν περὶ τοὺς τοιούτους πλοῦν. ὅπου καὶ τὸ Ἠλύσιον πεδίον ποιεῖ. ὅπερ οὕτω καλεῖσθαι δοκεῖ, διὰ τὸ ἐν αὐτῷ τὰς ψυχὰς διάγειν κατὰ μῦθον, ἀλυούσας ὅ ἐστι χαιρούσας. ἢ λελυμένας σωμάτων. τινὲς δὲ, ἀπό τινος Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς, τοῦ, ἐν ἐλευθῆρι τόπῳ, κληθῆναι εἶπον πεδίον Ἠλύσιον. ἄλλοι δὲ, ἀπὸ ἀλύτως ἔχειν τοὺς ἐκεῖ. ὅ ἐστιν ἀφθάρτως. ἀθανάτως. Ἀπίων δὲ κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα, οὕτω κληθῆναι παρὰ τὴν τοῦ Νείλου ἰλύν. ἣν πολλὴν καταφέρων ἐκεῖνος προσέχωσε τὴν κάτω χώραν κατὰ Ἡρόδοτον πᾶσαν, πάλαι ποτὲ πέλαγος οὖσαν. ὡς δῆλον φησὶν ἐκ τῶν ἐκεῖ εὑρισκομένων κογχυλίων καὶ λεπαδίων, ὡς καὶ περὶ Μέμφιν. καὶ σκοπητέον εἰ μὴ ὁ τοιοῦτος τοῦ Ἀπίωνος λόγος, διὰ τοῦ ι γράφει τὴν τοῦ Ἠλυσίου ἄρχουσαν, ὡς ἀπὸ τῆς ἰλύος. ὁ δ' αὐτὸς, λέγει καὶ ὅτι πείρατα γαίης ὁ ποιητὴς ἐνταῦθα φησὶν, οὐ τὰ πρὸς Ὠκεανὸν, ἀλλὰ τὰ ἐκεῖ πρὸς τῇ κατὰ Νεῖλον θαλάσσῃ. καθὰ καὶ Αἰσχύλος. εἰπών. ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. πᾶσα γὰρ ἀγχίαλος, ἐσχάτη χθονός. διὸ καὶ Μενελαΐτης νομὸς ἐκεῖ, ὡς τῆς τοιαύτης γῆς ὑπὸ Μενελάῳ ποτὲ γενομένης. Ἡρόδοτος δέ φησιν ὅτι οἱ περὶ Ὄασιν πόλιν Σάμιοι, ἀπέχουσιν ἑπτὰ ἡμερῶν ὁδὸν ἀπὸ Θηβῶν διὰ ψάμμου. ὀνομάζεται δέ φησιν ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν, μακάρων νῆσοι. οὐκ ἄρα οὖν καινὸν εἰ Σάμιοι Κυδωνίαν τὴν ἐν Κρήτῃ ἔκτισαν, οἱ καὶ εἰς βαθὺ τῆς Λιβύης οἰκήσαντες. Ὅτι δὲ καὶ περὶ Θήβας τὰς ἑπταπύλους ἐφιλοτιμήσαντό τινες νήσους μακάρων εἰπεῖν διὰ τὸ κατὰ χώραν εὔδαιμον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν ὑπομνηματισταί. (Vers. 564.) Τὸ δὲ ξανθὸς Ῥαδάμανθυς, πρὸς ἡδονὴν Μενελάῳ πέφρασται. ξανθὸς γὰρ καὶ αὐτός. Περὶ δὲ Ῥαδαμάνθυος ὃς ἀδελφὸς ἦν Μίνωος, εἴρηται καὶ ἀλλαχοῦ. (Vers. 565.) Τὸ δὲ ῥηΐστη βιοτὴ, τὴν ἔμφρονα καὶ αὐτὸ ῥᾳστώνην ἐμφαίνει τῶν ἐν ταῖς μακάρων νήσοις. γίνεται δὲ ἀπὸ τοῦ ῥᾷον, οὐ μόνον τὸ ῥήϊον καὶ ῥηΐδιον καὶ τὸ ῥᾴδιον, ἀλλὰ καὶ τὸ ῥήϊστον ὑπερθετικῶς. ἐκ μέντοι τοῦ ῥᾴδιον ῥᾳδιουργὸς κατὰ Αἴλιον Διονύσιον, ὁ κακοῦργος. καὶ ῥᾳδιουργία φησὶν, ἡ περὶ πᾶν ὀλιγωρία καὶ θρασύτης. Ξενοφῶν δὲ, καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. λέγεται δὲ καὶ ῥᾴων, ὁ ἐκ νόσου ὑγιής. καὶ ῥᾳΐζειν, τὸ ἀπὸ νόσου ἀνασφάλλειν. Τὸ δὲ ὅπου ῥηΐστη βιοτὴ καὶ οἱ ἐφεξῆς τρεῖς στίχοι, ἀγαθοῦ εἰσι τόπου ἐγκώμια. (Vers. 566.) Τὸ δὲ οὐ χειμὼν πολὺς, παρατετηρημένως ἔφη. πολὺς μὲν γὰρ χειμὼν οὐκ ἄν που ἴσως γένοιτο. οὐ μὴν οὐδὲ χειμὼν ἁπλῶς. οὐ γὰρ εἰκὸς ὑπεξαιρεθῆναι τὴν τοῦ χειμῶνος ὥραν, τοῦ ἐνιαυτοῦ. (Vers. 567.) Τὸ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
