# Commentarii ad Homeri Odysseam 1.183.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.183.1

Ζεφύροιο ἀήτας, καθ' ὁμοιότητα εἴρηται τοῦ, Νότοιό τε δεινὰς ἀήτας καὶ τῶν ὁμοίων. ἀρσενικὸν μέντοι τὸ ἀήτας ἐνταῦθα. ὡς δηλοῖ τὸ, πνείοντας ἀήτας. τὸ δέ γε Νότοιό τε δεινὰς ἀήτας παρ' Ἡσιόδῳ, κατὰ θῆλυ γένος προῆκται Δωρικώτερον. Ἐν δὲ τῷ ἀναψύχειν, σημείωσαι ὅτι οὐ μόνον γόνιμον οἴεταί που τὸν Ζέφυρον ὁ ποιητὴς καὶ πολύκαρπον, εἰπὼν, Ζεφυρίη πνείουσα τὰ μὲν, φύει ἄλλα δὲ πέσσει, ἀλλὰ καὶ πρὸς ἐπίπνοιαν ζωτικὴν συντελεῖ. οὕτω δὲ καὶ Βοῤῥᾶς, ἐζώγρει που τὸν Ἕκτορα λειποθυμοῦντα, ἐπανάγων αὐτῷ τὴν ψυχήν. ὅπέρ ἐστιν, ἀναψύχων. ταυτὸν δέ πως εἰπεῖν, ψυχαγωγῶν. (Vers. 570.) Ὅτι κολυμβητοῦ τὸ, ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα. περὶ δὲ Πρωτέως ὁ λόγος οὗτος τῷ ποιητῇ. (Vers. 574.) Ὅτι δηλῶν ἑσπερινὸν ἔμβρωμα εἶναι τὸν δόρπον, φησί. δόρπον ὁπλισάμεθα, ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ. (Vers. 577.) Ὅτι καὶ ἐνταῦθα διασκευὴ πλόου σύντομος παρὰ Μενελάου ῥηθεῖσα, ἐν τῷ, νῆας μὲν πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστοὺς τιθέμεθα καὶ ἱστία. (Vers. 580.) Καὶ ἑξῆς ἕως τοῦ, ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Καὶ ὅρα τὸ τύπτον οὐ μόνον ὅτι ἐπὶ ἀψύχου ἐλέχθη, ἀλλὰ καὶ ὅτι ἐκ πρώτου πληθυντικοῦ προσώπου τοῦ, ἱστοὺς τιθέμεθα, εἰς τρίτον μετεκλίθη. ὅτι μὴ δὲ ἦν, τὸν βασιλέα Μενέλαον κοινωνὸν γενέσθαι καὶ τοῦ κωπηλατεῖν. οὐ μόνη δὲ ἡ πλευστικὴ διασκευὴ ἐνταῦθα ἐστενοχώρηται, ἀλλὰ καὶ τὰ ἐφεξῆς. τὰ γὰρ ἀπὸ Αἰγύπτου ἕως καὶ τοῦ εἰς τὴν Σπάρτην κατάπλου, πέντε καὶ μόνοις στίχοις ἐμπεριείληπται. (Vers. 581.) Ὅτι Ἀττικὸν τὸ, εἰς Αἰγύπτοιο διϊπετέος ποταμοῖο στῆσα νέας. δηλοῖ γὰρ τὸ, εἰς τὸν τόπον τοῦ Αἰγύπτου, ὅς ἐστι Νεῖλος ὡς καὶ προεῤῥέθη. ὃν Ὅμηρος μὲν, οὕτω καλεῖ. Ἡσίοδος δὲ ὡς ἂν νεώτερος, Νεῖλον ἤδη καλούμενον οἶδεν αὐτόν. περὶ οὗ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ χρήσιμά τινα γεγράπται. Ὅτι δὲ καὶ πλημύρει ἐξ ὄμβρων ὁ Νεῖλος πληρούμενος καὶ διατοῦτο διϊπετὴς καλεῖται, πρὸ ὀλίγων ἐδηλώθη καὶ αὐτό. Ὅτι θεραπείας θείας φράσις τὸ, αὐτὰρ ἐπεὶ κατέπαυσα θεοῦ χόλον αἰὲν ἐόντος. Εὐπλοίας δὲ τὸ, ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. Κεῖται δ' ἐν τούτοις καὶ ὁ τύμβος ἐπὶ κενηρίου. ἔνθα φησὶν ὁ Μενέλαος ὅτι χεῦ' Ἀγαμέμνονι τύμβον ἵν' ἄσβεστον κλέος εἴη. τουτέστι χυτὴν γῆν ἀνέστησα εἰς χῶμα πρὸς κλέος τῷ ἀδελφῷ. εἰ δέ τῳ δοκοίη κακόζηλον τὸ, ἄσβεστον κλέος, ὥσπερ καὶ τὸ, οὐδέ ποτ' ἔσβη οὖρος ἔδοξεν ἐν τοῖς πρὸ τούτων κακοζήλως λεχθῆναι, εἴποι ἄν τι καὶ εἰς τοῦτο ῥήτωρ ἀγαθὸς ἀνὴρ οἷον, ὅτι οὐ κατὰ τὴν νεκρικὴν ψυχρότητα, ἔσται καὶ τὸ ἐπὶ τῷ θανόντι βασιλεῖ κλέος, ἀλλ' αὐτὸ θερμὸν ἔσται, διὰ τὸ ἐνδιαθέτως γίνεσθαι. ἢ καὶ ὅτι τὸ οὐράνιον ἢ αἰθέριον κλέος, ἄσβεστον εἰκότως λέγοιτ' ἂν, διὰ τὸ τοῦ αἰθέρος ἔνθερμον. (Vers. 587.) Ὅτι Μενέλαος φιλοφρονούμενος τὸν Τηλέμαχον, φησίν. ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν. ὄφρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται. καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα. τρεῖς ἵππους. καὶ δίφρον ἐΰξοον. αὐτὰρ ἔπειτα, δώσω καλὸν ἄλεισον. οὐχ' ὡς οἰνόφλυγι, ἄλλ' ἵνα σπένδῃσθα θεῷ ἐμέθεν μεμνημένος ἤματα πάντα. Καὶ ὅρα τὸ, ἐμοῦ μεμνημένος ἤματα πάντα, εἰς ἀγαθὸν δηλαδή. οὗ μάλιστα ἐφίενται οἱ ἀγαθοί. καὶ οὕτω μὲν ὁ Μενέλαος. ὅτι δὲ ὁ Τηλέμαχος ἀπαναίνεται τοὺς ἵππους καὶ διατί, μετ' ὀλίγα εἰρήσεται. Ξυνωρίδα δέ φασι καὶ παρῄορον ἕνα ὁ βασιλεὺς τῷ Τηλεμάχῳ ὑπισχνεῖται δοῦναι, τέθριππα γὰρ οὔπω ἦσαν. (Vers. 589.) Τὸ δὲ δώσω δῶρα, ἐτυμολογίας τρόπος ἐστίν. (Vers. 594.) Ὅτι ἔπαινος εἰς ἄνδρα σοφὸν ὁδοῦ κωλύοντά τινα σπεύδοντα, τὸ, μὴ δέ με πολὺν χρόνον ἐνθάδ' ἔρυκε. καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοὶ ἀνεχοίμην ἥμενος. οὐδέ κε μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων τέρπομαι ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι. (Vers. 599.) Σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις, πολὺν δηλαδὴ, ὡς προσεχῶς ἔλεγεν. ὅτε μέντοι Ὀδυσσεὺς ἐν Ἰλιάδι ἔφη, μείνατ' ἐπὶ χρόνον, τὸν ὀλίγον παρεδήλου. (Vers. 595.) Σημείωσαι δὲ ὅτι ὁ εἰς ἐνιαυτὸν ἀνεχόμενος παρά τινι καθῆσθαι καὶ ἀκούειν ὧν λέγει, οὐ μακρὰν τοῦ τῶν Σειρήνων μέλους τὰ ἐκείνου τίθεται. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι τὸ τῆς Ἑλένης φάρμακον τὸ λαθικηδὲς ὅπερ ἐκείνη τῷ συμποτικῷ κρατῆρι ἐνέβαλεν, ἔδρασέ τι γενναῖον. οὐ γὰρ μόνον ἐφημέριος ὁ Τηλέμαχος ἐθέλει ἀνέχεσθαι ἥμενος καὶ ἀκούων τοῦ Μενελάου καὶ μὴ ἔχων πόθον οἴκου ἢ τοκήων, ἀλλὰ καὶ εἰς ἐνιαυτὸν ὑπισχνεῖται τοιοῦτος εἶναι. (Vers. 597.) Ἐν δὲ τῷ, μύθοισιν ἔπεσσί τε, οὐ δοκεῖ διαφορά τις εἶναι. ὡς οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, κέλομαι καὶ ἄνωγα. (Vers. 598.) Τὸ δὲ ἀνιάζειν ἐκ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
