# Commentarii ad Homeri Odysseam 1.184.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.184.1

ἀνιῶ καθ' ὁμοιότητα τοῦ ἀμφαγαπάζειν καὶ τῶν ὁμοίων. Ὅτι παρακλητικὸν εἰς μεγαλεῖον δώρου, τὸ δῶρον δ' ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω, τοῦτ' ἔστιν ἀπόθετόν τι. λέγει δὲ τοῦτο Τηλέμαχος, παραιτούμενος τοὺς ἵππους. ὡς καὶ ὁ πατὴρ Ὀδυσσεὺς ἐν Ἰλιάδι παρῃτήσατο τοὺς ἐκ τῆς κατασκοπῆς φασιν ἵππους. οἳ οὐκ ἂν κειμηλιωθήσονται. φησὶ γάρ. ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. εἶτα ῥητορικῶς ἐγκωμιάζων μὲν τὴν Λακωνικὴν, κατατρέχων δὲ φιλαλήθως τῆς πατρίδος καὶ οὕτω θεραπεύων τῇ συγκρίσει τὸν Λάκωνα βασιλέα χαίροντα οἷς ἐξαίρεται τὰ τῆς κατ' αὐτὸν γῆς, φησὶ. σὺ γὰρ πεδίοιο ἀνάσσεις εὐρέος, ᾧ ἐν μὲν λωτὸς πολὺς, ἐν δὲ κύπειρον, πυροί τε. ζειαί τε. ἠδ' εὐρυφυὲς κρῖ λευκόν. ἐν δ' Ἰθάκῃ, οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών. αἰγίβοτος. καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων, αἵθ' ἁλὶ κεκλίαται. Ἰθάκη δέ τι καὶ περὶ πασέων. Καὶ σημείωσαι ὅτι τοῦτό ἐστιν οὗ ἕνεκεν ἡ Ἰθάκη λέγεται κραναή. (Vers. 608.) Ὅρα δ' ἐνταῦθα καὶ τὸ φιλάληθες τοῦ Ἰθακησίου ῥήτορος. οὐ μόνον γὰρ οὐκ ἐξῆρε τὴν Ἰθάκην, ἀλλὰ καὶ ὑπήγαγεν αὐτὴν ἐλαττώσας πρὸς τὰς ἄλλας νήσους. καὶ ὅμως, ἐπήρατον αὐτῷ τὴν αἰγίβοτον Ἰθάκην λέγει μᾶλλον τῆς ἱπποβότου, διότι κοινὸν πρὸς τὰς ἄλλας νήσους τὸ αὐτῆς δυσκλήρημα. δύναται δ' ἐνταῦθα τὸ ἱπποβότου καὶ οὐδετέρου γένους εἶναι. ἵνα λέγῃ ὅτι φίλη μοι Ἰθάκη, μᾶλλον τοῦ σοῦ ἱπποβότου Ἄργους. ἵνα ἐμφήνῃ, ὡς οὐδ' ἂν Ὀδυσσεὺς ὁ φιλόπατρις ἐπείσθη Μενελάῳ ἐκ τῆς Ἰθάκης αὐτὸν εἰς τοιοῦτον Ἄργος μετοικίζειν ἐθέλοντι. (Vers. 602.) Ὅρα δὲ καὶ ὅτι ἄγαλμα τοὺς ἵππους ἔφη κατὰ τὴν πρὸ βραχέων ῥηθεῖσαν ἔννοιαν. (Vers. 603.) Τὸ δὲ, ἐν μὲν λωτὸς ἐν δὲ κύπειρον, σχῆμα Ὁμήρῳ σύνηθες. ὅμοιον τῷ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς καὶ τοῖς τοιούτοις. Λωτὸς δὲ, βοτάνη τις καὶ οὐχ' οἷος ὁ τοὺς λωτοφάγους παρονομάζων. καὶ κεῖται ἡ λέξις αὕτη καὶ ἐν Ἰλιάδι. δῆλον δ' ὡς ἱπποτροφοῦντος ἀνδρὸς εἴδησις τὸ, λωτὸν εἶναι τοῖς ἵπποις ἡδὺν καὶ κύπειρον καὶ πυροὺς περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, καὶ ζειὰς τὰς πρὸ ὀλίγων ῥηθείσας, καὶ κρῖ λευκὸν περὶ οὗ καὶ αὐτοῦ ἡ Ἰλιὰς δηλοῖ. ὅπερ ἀποκοπὲν ἐκ τοῦ κρίμνον, ἄλλα τέ τινα παράγει, καὶ τὸν κρίβανον. ὅς ἐστι κριθῶν βαῦνος τουτέστι κάμινος κατὰ Αἴλιον Διονύσιον. ὃς καὶ κλίβανος λέγεται καθ' ὁμοιότητα τοῦ, κεφαλαργία κεφαλαλγία. ὡς δὲ βαῦνος καὶ ἡ ἑστία λέγεται ὅ ἐστι κάμινος ἀφ' ἧς ὡς ἀλλαχοῦ ἐφάνη, καὶ ὁ βάναυσος, ἡ Δωρικὴ ἐν Πελοποννήσῳ γλῶσσα μέχρι καὶ νῦν δηλοῖ. Εὐρυφυὲς δὲ λέγει τὸ κρῖ, παρατηρημένως. ὡς τοιοῦτον ὂν κατὰ τὴν ἔκφυσιν. (Vers. 605.) Τὸ δὲ δρόμοι εὐρέες, τὸ χρήσιμόν ἐστιν οὗ χάριν ἐμνήσθη ἀνωτέρω τοῦ εὐρέος πεδίου. Λειμὼν δὲ καὶ νῦν, τὸ κοινότερον λεγόμενον λιβάδιον. ὃ θρέψοι ἂν ἵππους καὶ ποιήσοι γῆν ἱππόβοτον. (Vers. 606.) Τὸ δὲ αἰγίβοτος, ἀσυνδέτως ἔφη. ὡς οἱονεὶ λέγων, ὅτι αἰγίβοτος γάρ ἐστιν. ἡ δὲ τοιαύτη, οὐκ ἔχει λειμῶνας. (Vers. 608.) Τὸ δὲ νήσων αἳ ἁλὶ κεκλίαται ἤτοι περιέχονται, ἢ πρὸς διαστολὴν εἴρηται χεῤῥονήσων ὧν καὶ ἡ Πελοπόννησος περὶ ἣν ἄρτι ἐστὶν ὁ Τηλέμαχος, αἳ δὴ χεῤῥόνησοι, καὶ ἕτεραί εἰσι τῶν ἀμφιάλων νήσων. ἢ ἅλα νοητέον, τὴν ἐγγὺς τῆς Ἰθάκης. ἵνα λέγῃ, ὡς οὐδεμία νῆσος ἱππήλατος ἐκ τῶν περὶ τὴν καθ' ἡμᾶς θάλασσαν. εἰ δὲ καὶ ὡς ἴδιον πάσης νήσου τοῦτο εἶπεν, οὐ δὲ τοῦτο καινόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν μὴ θαλασσίων. πολλαχοῦ γὰρ εἰσὶ καὶ ποτάμιοι νῆσοι. (Vers. 609.) Ὅτι τοῦ Τηλεμάχου γοργῶς ἤδη καὶ ποικίλως καὶ ἀμφιδεξιῶς λαλήσαντος κατὰ λόγον γλυκύτητος, ὁ Μενέλαος τὸ ἀστεῖον τῆς ῥητορείας ἀποδεξάμενος, ἐμείδησέ τε ὡς εἰκὸς, καὶ χειρὶ καταρέξας, φησίν. αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. οἷ' ἀγορεύεις. εἶτα καὶ ὑπισχνούμενος ἄλλα δῶρα δοῦναι, φησί. τοιγὰρ, ἐγώ τοι ταῦτα μεταστήσω. δύναμαι γάρ. ὡς τοῦ δυναμένου, ἐκείνου καὶ δωρουμένου. πένης γὰρ οὐκ ἂν εἴη μεγαλόδωρος. δώρων δ' ὅσσ' ἐν ἐμῷ φησὶν οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμιέστατόν ἐστι. δώσω τοι κρητῆρα τετυγμένον. ἀργύρεος δέ ἐστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται. ὃ καὶ ὁ τῆς Ἑλένης ὑπόκυκλος τάλαρος εἶχεν. ἔργον δ' Ἡφαίστοιο. πόρεν δέ ἑ, φαίδιμος ἥρως Σιδονίων βασιλεὺς ὅθ' ἑὸς δόμος ἀμφεκάλυψεν, ἤγουν περιέσχε καὶ ἐσκέπασέ με. ὃ ταυτόν ἐστι τῷ, ὅτε εἰς τὸν ἐκείνου δόμον εἰσῆλθον. Καὶ ὅρα ὡς πληροῖ ἐν τούτοις ὁ Μενέλαος τὴν αἴτησιν τοῦ Τηλεμάχου. εἰπόντος. δῶρον δὲ ὃ ἄν μοι δοίης, κειμήλιον ἔστω. (Vers. 610.) Τὸ δὲ κατέρεξε τί ποτε δηλοῖ. καὶ ὅτι τὸ, αἵματος ἀγαθοῦ, ἀντὶ τοῦ, σπέρματος κεῖται, ἡ Ἰλιὰς ἐδήλωσε. (Vers. 612.) Τὸ δὲ μεταστήσω, ἀντὶ τοῦ, μεταλλάξω. μετασταθμήσω. ἢ ἀνταλλάξω. ἀντιδώσω. ἐκ μεταφορᾶς τῶν διὰ σταθμοῦ ἀντικαταλλας-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
