# Commentarii ad Homeri Odysseam 1.186.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.186.1

καθ' ὁμοιότητα τοῦ, κρητῆρα τετυγμένον. ἢ τὸ μὴ φύσει τοιοῦτον, ἀλλὰ σκευασθὲν εἰς γυμνάσιον. οὐδὲ γὰρ οὐδ' οἱ σπάταλοι μνηστῆρες ἀνέχονται μὴ γυμνάζεσθαι. Δάπεδον δὲ τί τέ ἐστι καὶ πόθεν γίνεται, ἡ Ἰλιὰς παριστᾷ. Τὸ δὲ ὕβριν ἔχοντες, παιδευτικῶς ἐῤῥέθη. ἐπειδὴ τῶν ὑβριστῶν καὶ τὰ γυμνάσια, οὐ σπουδαῖα. ὕβρις δὲ ἄντικρυς. οὔκουν σπουδαῖοι αὐτόχρημα οἱ μνηστῆρες οὕτω γυμναζόμενοι, ἀλλὰ ἔμφασιν μόνην ἐσκίαζον τοῦ πρὸς ἀνδρίαν ἡρωϊκὴν γυμνάζεσθαι. (Vers. 629.) Ἀρχοὶ δὲ μνηστήρων Εὐρύμαχος καὶ Ἀντίνοος, κατὰ ἀνδρίας πρόσχημα. τοῦτο γὰρ δηλοῖ τὸ, ἀρετῇ ἄριστοι. διὸ καὶ εἷς αὐτῶν ὁ Ἀντίνοος, ναυαρχήσει μετ' ὀλίγα κατὰ τοῦ Τηλεμάχου. φασὶ δ' ἐνταῦθα οἱ παλαιοὶ, ὡς οὐδὲ οἱ κάκιστοι θέλουσιν ἄναρχοι διάγειν. αἱρήσονται δὲ οἱ μὲν ἀγαθοὶ, ἀγαθόν. οἱ δὲ φαῦλοι, τὸν φαυλότερον. Περὶ δὲ Ἤλιδος καὶ ἡ Βοιωτία ἱστορεῖ. Τὸ δὲ ταλαεργὸν, ἰδίως ἡμιόνοις ἀποκεκλήρωται. (Vers. 637.) Ὅρα δὲ τὸ ἀδμῆτες. οὗ εὐθεῖα ἐστὶν, οὐκ ἀδμήτη, ὡς πρὸ τούτων ἐλέχθη, βοῦν ἀδμήτην. ἀλλὰ ἀδμὴς ἀδμῆτος. οὗ συνήθως ἀναδραμόντος εἰς εὐθεῖαν, γίνεται ἄδμητος ἀρσενικόν. ὅθεν καὶ τὸ κύριον, ἐκεῖθεν δὲ ἀναλόγως ἡ ἀδμήτη. Τὸ δὲ ἐλασσάμενος, λέγεται μὲν καὶ ἐλάσας. οὐ δηλοῖ δὲ ὁποῖόν τι τὸ, οὐ γάρ ποτ' ἐμὰς βοῦς ἤλασσαν. ἀλλὰ τὸ ἀπελάσαι καὶ χωρίσαι τῶν μητέρων. ἢ ἁπλῶς τῶν συννόμων. τοιοῦτόν τι καὶ τὸ, ἐλάσει δὲ βοῶν ἐπιβουκόλος ἀνήρ. Τὸ δὲ ἀδμῆτες καὶ τὸ δαμασαίμην, ἐτυμολογικῶς ἐῤῥέθη. ἐκ τούτου δὲ τοῦ δαμάζειν, καὶ ὁ πωλοδάμνης. (Vers. 642.) Ὅτι ὁ ἀπορῶν ἐπὶ λαθραίᾳ τινὸς ὁδῷ, ἐρωτήσοι ἄν τινα, οὕτω νημερτές μοι ἔνισπε πότ' ᾤχετο. καὶ τίνες αὐτῷ κοῦροι ἕποντο ἐξαίρετοι. ἢ ἑοὶ αὐτοῦ, θῆτές τε δμῷές τε. δύναιτό γε καὶ τὸ, τελέσσαι. θαυμαστικὸν δὲ τοῦτο μετὰ βαρύτητος. οἰκεῖον ὂν λέγεσθαι ὅτε τις μέγά τι ἔργον παραδόξως ἀνύσει. (Vers. 643.) Ἰστέον δὲ ὅτι ἐνταῦθα κούρους Ἰθάκης ἐξαιρέτους ὁ Ὁμηρικὸς Ἀντίνοος λέγει, τοὺς ἐκ τῶν ἄλλων αἱρεθέντας, ὅ ἐστιν ἐπικριθέντας, οἳ καὶ ἔξαιτοι λέγονται κατὰ συγκοπήν. οἷον, ἐξαίτους ἐρέτας. οὓς καὶ ἑταίρους φθάσας εἶπεν ὁ ποιητής. καὶ σκοπητέον, μή ποτε ἐκ τοῦ αἱρετὸς ὅθεν ὁ ἐξαίρετος, γίνεται ὁ ἑταῖρος κατὰ στοιχείων μετάθεσιν ὁποία τις καὶ πρὸ τούτων ἐῤῥέθη. διὸ καὶ δασύνεται ἡ ἄρχουσα κατὰ ἀναδρομὴν τῆς δασείας πολλαχοῦ γινομένην. Ἰστέον δὲ καὶ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ, κοῦροι ἐξαίρετοι, φησὶν ὑποκατιών. κοῦροι οἳ κατὰ δῆμον ἀριστεύουσι. καὶ, κρίνας ἀνὰ δῆμον ἀρίστους. (Vers. 646.) Ὅτι σχῆμα καινὸν τὸ, ἤ σε βίῃ ἀέκοντος ἀπηύρα ἤτοι ἀφείλετο νῆα μέλαιναν, ἀντὶ τοῦ ἀέκοντα. αἴτιον δὲ τῆς καινότητος, ὅτι πλαγιασμὸς οὐκ οἶδε σολοικίζειν. δύναται δὲ ὁ τοιοῦτος λόγος ἐντελῶς ῥηθῆναι μετὰ τῶν ἐφεξῆς αὐτοῦ κατ' ἐρώτησιν, πρὸς τὸν ἐπιβαρῶς χαρισάμενόν τινι. οἷον. ἤ σε βίῃ ἀέκοντες ἀπήυρα τό δέ τι, ἢ ἑκὼν οἱ δῶκας ἐπεὶ προσπτύξατο μύθῳ; ὁ δὲ δούς τι μέγα πρὸς χάριν ἀνδρὶ μεγάλῳ, εἴποι ἂν τὸ, αὐτὸς ἑκών οἱ δῶκα. τί κεν ῥέξειε καὶ ἄλλος ὁππότ' ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ, αἰτίζει. χαλεπόν κεν ἀνῄνασθαι δόσιν εἴη. ὥσπερ δυσχερὲς ἦν καὶ τῷ Ἰθακησίῳ Νοήμονι μὴ ὑπακοῦσαι τῷ τοῦ βασιλέως υἱῷ Τηλεμάχῳ αἰτοῦντι νῆα. καὶ ἔστιν ἐντρεπτικὸς ὁ λόγος πρὸς τοὺς βιαίους μνηστῆρας. (Vers. 647.) Ὅρα δὲ τὸ, προσπτύξατο μύθῳ. ἀντὶ τοῦ, ὡμίλησε τὰ πρὸς πειθώ. τὸ μέντοι πρὸ τούτων ῥηθέν που ὑπὸ τοῦ Τηλεμάχου, ποτιπτυσσοίμεθα μύθῳ, ἐριστικὴν καὶ οὐ φιλικὴν ἐδήλου πρόσπτυξιν. (Vers. 650.) Τὸ δὲ ἀνὴρ τοιοῦτος, ἐν μιᾷ λέξει μέγαν ἔπαινον ὑπεμφαίνει. δηλοῖ γὰρ, ὅτι βασιλέως υἱός. καὶ βασιλέως, ἀγαθοῦ. ἀγαθὸς καὶ αὐτός. καὶ ἀδικούμενος. καὶ οὐδὲ ζητήσας τι βαρὺ οὐδὲ ἄδικον. Μελεδήματα δὲ, αἱ φροντίδες καὶ αἱ λύπαι, παρὰ τὸ τὰ μέλη ἔδειν. ὅθεν καὶ αἱ μελεδῶνες. (Vers. 651.) Τὸ δὲ χαλεπὸν, ἀκριβῶς κεῖται. λυτικὸν ὂν τῆς ἀπορίας. οὐ γὰρ ἀδύνατον ἦν ἀπειθῆσαι τῷ Τηλεμάχῳ, ἀλλὰ μόνον χαλεπόν. (Vers. 658.) Ὅτι ἐκπλήττει ὥσπερ τοὺς ἄλλους, οὕτω καὶ τὸν Ἀντίνοον, τὸ, ἐκ τόσσων ἀέκητι νέον ὄντα παῖδα τὸν Τηλέμαχον, οἴχεσθαι νῆα ἐρυσάμενον κρίναντά τε ἀνὰ δῆμον ἀρίστους. διὸ καὶ ἄχνυται, καὶ μένεος αὐτῷ φρένες ἀμφιμέλαιναι πίμπλανται. καὶ οἱ ὀφθαλμοὶ πυρὶ λάμπονται. (Vers. 663.) Καὶ σχετλιάζων φησὶν ἄλλά τε καὶ, ὢ πόποι. ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδὸς ἥδε. (Vers. 664.) Φάμεν δὲ οἱ οὐ τελέεσθαι, ὅτε δηλαδὴ ἐλέγομεν μυκτηρίζοντες, τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' Ἁλιθέρσης. (Vers. 666.) Λέγει δὲ ὁ Ἀντίνοος καὶ ὅτι, ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι. (Vers. 667.) Εἶτα καὶ ἐπαρᾶται, εἰπών. ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην πρὶν ἡμῖν πῆμα φυτεῦσαι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
