# Commentarii ad Homeri Odysseam 1.187.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.187.1

(Vers. 668.) Ἐνήχθη δὲ εἰς τοῦτο Ἀντίνοος, πτοηθεὶς ἐξ ὧν φθάσας ὁ Νοήμων εἶπεν. ὡς ἀρχὸς ἔβη τῷ Τηλεμάχῳ τῆς νηὸς, Μέντωρ ἢ θεός. καὶ τὰ ἑξῆς. διὸ καὶ κατεύχεται τοῦ Τηλεμάχου ὡς ἐῤῥέθη, ὅ τις εὔξεται κατὰ ἐχθροῦ, παρῳδήσας τὸ Ζεὺς εἰς τὸ θεός. (Vers. 669.) Καὶ ἐπὶ τούτοις, ζητεῖ καὶ αὐτὸς νῆα θοὴν καὶ εἴκοσιν ἑταίρους ὥς τε λοχήσασθαι καὶ φυλάξειν ἐν πορθμῷ Ἰθάκης τε Σαμοιό τε παιπαλοέσσης. ὡς ἄν φησιν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. θαῤῥῶν ὡς μετὰ εἴκοσιν ἐνόπλων, τοσούτων ἀόπλων τῶν μετὰ Τηλεμάχου περιγενήσεται. οἵ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον. τί δὲ ἐκέλευον οὐ λέγει ὁ ποιητὴς, ὡς αὐτόθεν δῆλον ὄν. (Vers. 673.) Ἰστέον δὲ ὅτι ἐπίτηδες πλάττει τοὺς μνηστῆρας ἐλλοχῶντας ὁ ποιητής, διά τε τὸ ἐναγωνιώτερον τῆς ποιήσεως καὶ μὴ ὕπτιον, καὶ εἰς εὐπορίαν γραφῆς ἤγουν πλατυσμὸν ποιήσεως. ἐπανελεύσεται μέντοι ἀκίνδυνος ὁ Τηλέμαχος, καὶ εἰς κενὸν οἱ μνηστῆρες πλευσοῦνται, διά τε τὸ πιθανόν. οὐ γὰρ ἦν τοὺς ἀμφὶ Τηλέμαχον ἀόπλους, ὡπλισαμένοις τοῖς μνηστῆρσιν ἀντιτάξασθαι. καὶ ὅτι τὰ τῆς μάχης ὁ ποιητὴς ἐν ὑστέρῳ ταμιεύεται. ἀναίσχυντος δέ φασιν ἐν τούτοις ὁ Ἀντίνοος, σχετλιάζων ὡς δεινὰ παθὼν εἰ Τηλέμαχος ἀπεδήμησεν. οὐδενὶ ἔχων φασὶν ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥᾳθυμίᾳ. (Vers. 667.) Τὸ δὲ ἄρξει καὶ προτέρω κακὸν εἶναι, ἀντὶ τοῦ ἀρχὴν ἀπὸ τοῦ νῦν ποιήσει εἰς τὸ καὶ προσωτέρω καὶ ἐπὶ τὰ ἑξῆς κακῶσαι ἡμᾶς. (Vers. 671.) Ὁ δὲ ῥηθεὶς πορθμὸς, τοπογραφικῶς ἐδηλώθη. κείμενος μεταξὺ Ἰθάκης καὶ τῆς περὶ τὴν Κεφαλληνίαν Σάμου τῆς καὶ Σάμης. περὶ ἧς πολλαχοῦ δηλοῦται. (Vers. 671.) Ὅτι δὲ περὶ Ἀστερίαν νῆσον ὁ λόχος γέγονε, δηλωθήσεται ἐν τοῖς ἑξῆς. Περὶ δὲ τοῦ σμυγερῶς, προγέγραπται. Πολλαχοῦ δὲ δηλοῦται καὶ ὁ πορθμὸς, στενὴ θάλασσα εἶναι μεταξὺ δύω γεῶν. ἀνάπαλιν πάντως τῷ ἰσθμῷ ὃς δύο μεσιτεύει θαλάσσαις. (Vers. 678.) Ὅτι τὸ ἀπευθὴς ἤτοι μηδὲν μαθὼν ὃ πρὸ τούτων ἐῤῥέθη, ἄπυστος ἐνταῦθα φησίν. εἰπών. οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον. Καὶ ὅρα ὅτι διττὸν καὶ τὸ ἄπυστος καθὰ καὶ τὸ ἀπευθὴς. καὶ νῦν μὲν, ὅμοιόν ἐστι πρὸς τὸ, ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐν δὲ τῷ, οἴχετ' ἄϊστος ἄπυστος, ἶσον δύναται τῷ, κείνου δὲ καὶ ὄλεθρος ἀπευθής. Τὸ δὲ οὐδ' ἄρα ὁ δεῖνα πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς οἱ δεῖνα ἐνὶ φρεσὶ βυσσοδόμευον, μυστηρίου φράζειν φανέρωσιν. ἔστι δὲ τὸ βυσσοδομεύειν καθὰ καὶ τὸ μῆτιν ὑφαίνειν, οἷον, οἵδ' ἔνδοθι μῆτιν ὕφαινον, καὶ τὸ πῆμα φυτεύειν οἷον πρὶν ἡμῖν πῆμα φυτεῦσαι, τολμηρά. καὶ ἐγγὺς κακοζήλων διὰ τὸ μεμονῶσθαι καὶ μὴ ἔχειν καί τινας ἑτέρας λέξεις συστοίχους συγκροτούσας τὴν τροπήν. γοργότητα μέντοι ἄλλως ἔχουσι καὶ ποιητικὸν ὄγκον. Ἰστέον δὲ καὶ ὅτι οἰκεῖον τὸ βυσσοδομεύειν, ταῖς ἐπικεκρυμμέναις βουλαῖς. ῥηθὲν παρά τε τὸν βυσσὸν, ἐπεὶ καὶ πορφύρειν λέγεται τὸ ἐν βάθει διαλογίζεσθαι, καὶ παρὰ τὸ δομεύειν, ὃ ἔχοι ἂν ὁμοιότητα πρὸς τὸ ὑφαίνειν, ἐπεὶ καὶ ἄμφω στοιβή τινα ἔχουσι τὸ μὲν, νημάτων. τὸ δὲ, ὕλης ἑτέρας ἑξῆς οἱ δόμοι. Δῆλον δὲ ὅτι καθὰ ἐκ θαλάσσης τέτραπται τὸ βυσσοδομεύειν καὶ τὸ πορφύρειν, οὕτω καὶ τὸ καλχαίνειν ὡς καὶ προείρηται. καὶ ὅτι ἐκ τοῦ βυσσοδομέειν κατ' ἐπένθεσιν τοῦ υ γέγονε τὸ βυσσοδομεύειν πρὸς χρησιμότητα μέτρου ἡρωϊκοῦ. ὁμοίως τῷ ἡνιοχεύειν καὶ ἀμφιπολεύειν καὶ τοῖς τοιούτοις. (Vers. 677.) Ὅτι κήρυξ ὁ Μέδων αὐλῆς ἐκτὸς ὢν καὶ ἀκούσας τῶν μνηστήρων βουλευομένων κατὰ Τηλεμάχου, ἤγγειλε τὸ κακὸν τῇ Πηνελόπῃ. ὅμοιον δέ τι καὶ ἐν τοῖς ἑξῆς που ποιήσει. πάνυ γὰρ εὔνους ὁ ἀνὴρ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ περισωθήσεται. Καὶ ὅρα ὡς οὐκ ἀδύνατον καθὰ ἐν πολλοῖς ἀγαθοῖς εὑρίσκεσθαι καί τινα μὴ τοιοῦτον, οὕτω καὶ ἐν ὁμίλῳ κακῶν ἀνδρῶν, παρεμεμίχθαι καὶ ἀγαθούς. ὁποῖοι καὶ ἐν Ὀδυσσείᾳ τῷ βασιλικῷ οἴκῳ, Εὐρύκλεια. Εὐρυμέδων. Μέντωρ. καὶ ἕτεροι. οὐ γὰρ μόνον κατὰ τὴν τραγῳδίαν ἐν χορείαις οὖσα σώφρων οὐκ αἰσχύνεται, ἀλλὰ καὶ ἀνὴρ σώφρων φαύλοις συνὼν κατά τι ἀναγκαῖον, οὐκ ἂν αἰσχρὸς εἴη. (Vers. 680.) Ὅτι τὸ κατ' οὐδοῦ βῆναι, ἀντὶ τοῦ, τῇ θύρᾳ ἐγγίσαι. ἢ καὶ εἰσελθεῖν. λέγεται δὲ καὶ ὁδὸς ἀρσενικῶς, ὁ οὐδός. ὥς που καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. (Vers. 682.) Ὅτι πρόκλησις εἰς τρυφὴν τὸ, εἰπέμεναι ἔργων παύσασθαι, σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι. ἔργα δὲ καὶ ἐνταῦθα, τὰ γυναικεῖα φησίν. ὡς καὶ ἐν τῷ, τὰ σαυτῆς ἔργα κόμιζε. Καὶ ὅρα ὡς τὸ δαῖτα πένεσθαι, οὐκ εἰς λόγον ἔργου τίθεται. (Vers. 684.) Ὅτι ἐνδιάθετος ἀρὰ ἡ τῆς Πηνελόπης κατὰ τῶν μνηστήρων τὸ, μὴ μνηστεύσαντες, μὴ δ' ἄλλοθ' ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. τινές δ' ἐνταῦθα δύο τελείας ἐννοίας ἐνόησαν. μίαν μὲν ἐλλειπτικὴν, ἐν τῷ πρώτῳ στοίχῳ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
