# Commentarii ad Homeri Odysseam 1.188.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.188.1

ἵνα λέγῃ, μὴ μνηστεύσαντες εἶεν, καὶ ἑξῆς. ἑτέραν δὲ τὸ, ὕστατα δειπνήσειαν. καὶ ἔστι φασὶν ἡ τοῦ πρώτου στίχου ἔλλειψις, συγκεχυμένης καὶ ἀγωνιώσης ψυχῆς. Τὸ δὲ ὁμιλήσαντες, ἀντὶ τοῦ ὅμιλον ποιήσαντες. ὡς τὸ, τίς δαίς. τίς ὅμιλος. (Vers. 685.) Τὸ δὲ ὕστατα καὶ πύματα, λέξεις εἰσὶν ἰσοδύναμοι. ἵνα λέγῃ τῇ ἐκ παραλλήλου θέσει, ὡς πάνυ ἔσχατα δειπνήσαιεν. καὶ ὡς εἰπεῖν, ἔσχατα ἐσχάτων. Τὸ δὲ ἐνθάδε, ἐπιεικῶς ἐῤῥέθη ὡς μὴ ἁπλῶς ἐπαρωμένης τῆς Πηνελόπης ἔσχατον τοῦτο δεῖπνον τοῖς μνηστῆρσιν εἰ καὶ ἄλλοθι δειπνεῖν ἐθέλουσιν. ἐφεξῆς δὲ, κεῖται ἄλλο σχῆμα ἐνδιαθέτου λόγου κατὰ ὀργὴν τὸ, οἳ θάμ' ἀγειρόμενοι, βίοτον κατακείρετε πολύν. οὐδέτι ἀκούετε καὶ τὰ ἑξῆς. οὐκέτι γὰρ πρὸς τὸν Μέδοντα ὁ λόγος, ἀλλ' ὡς πρὸς παρόντας καὶ ἀκούοντας καὶ αὐτοὺς δὴ τοὺς μνηστῆρας, τὰ τοιαῦτα φησὶ σχετλιάζουσα, ἤγουν τὸ κείρετε καὶ τὸ ἀκούετε. ἐν τούτοις δὲ, καὶ τὸν ἄνδρα ὡς ἀγαθὸν βασιλέα ἐπαινεῖ. (Vers. 687.) Ὅτι ὀνειδισμὸς πρὸς ἄνδρας ἀπροσεκτοῦντας τῇ τῶν παλαιῶν πράξεων μαθήσει τὸ, οὐδέ τι πατέρων ἡμετέρων τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος ὁ δεῖνα ἦν. Ἰστέον δὲ ὅτι ὥσπερ θυγατέρων θυγατρῶν, ὡς τὸ Πριάμοιο θυγατρῶν, οὕτω καὶ πατέρων πατρῶν. ὃ καὶ μετὰ ταῦτα κεῖται ἐν τῷ ἐξ ἔτι πατρῶν. (Vers. 689.) Ὅτι ἔπαινος βασιλέως καὶ ἀγαθοῦ δὲ ἁπλῶς ἀνδρὸς, τὸ, οἷος ὁ δεῖνα ἔσκεν, οὔτέ τινα ῥέξας ἐξαίσιον, οὔτέ τι εἰπὼν ἐν δήμῳ. ἥ τ' ἐστὶ δίκη θείων βασιλήων. ποία δὲ ἡ τοιαύτη δίκη; ἄλλον κ' ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. κεῖνος δ' οὔποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. περὶ Ὀδυσσέως δὲ ταῦτα. ὃν ἄλλως φθάσας ἐπῄνησε πάνυ γοργῶς κατὰ ὁμοίαν ἔννοιαν, ἐν τῷ, πατήρ δ' ὣς ἤπιος ἦεν. εἴη δὲ ἂν οὕτως ἤπιος ὁ μή τινα βλάψας ἢ ἔργοις ἢ λόγοις. (Vers. 690.) Ἐξαίσιον δὲ, τὸ ἔξω τοῦ αἰσίου ὡς καὶ ἐν Ἰλιάδι κεῖται. οὕτω δὲ καὶ ἔκδικον παρὰ τοῖς παλαιοῖς, τὸ ἔξω τοῦ δικαίου, τὸ μέντοι μὴ τοιοῦτον, ἔνδικον λέγεται καὶ ἐναίσιμον. οὕτω καὶ ἔκτιμον παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ, τὸ ἔξω τιμῆς. ἑτεροῖον ὂν παρὰ τὸ ἔντιμον. ὅτι δὲ τὸ ἐκ τούτου ῥῆμα τὸ ἐκτιμᾶσθαι, τιμῆς ἐπίτασιν δηλοῖ, ὁ αὐτὸς ἐν ἄλλοις ἐκφαίνει. (Vers. 691.) Τὸ δὲ ἥτις ἐστὶ δίκη, ἀντὶ τοῦ ὅπέρ ἐστι δίκαιον καὶ οἱονεὶ νόμος ἢ ἔθος. περὶ δὲ τοῦ τοιούτου σχήματος, διείληπται καὶ ἐν τῇ Ἰλιάδι. ὡς καὶ περὶ τοῦ, ὃς νόμος τῷ δεῖνι καὶ ὃς τρόπος τοῦ δεῖνος. Τὸ δὲ θείων βασιλήων, παιδευτικῶς ἐῤῥέθη. ὡς τῆς βασιλικῆς θειότητος μηδέν τι ἀλλοιουμένης εἰ καί τι ῥέζουσιν ἐξαίσιον ἐχθαίροντες. ἐπεὶ καὶ κατὰ τὸν τραγικὸν Σοφοκλέα, τὸν τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. ὅ ἐστιν ἀεὶ δικαιοπραγεῖν ὡς πᾶσιν ἀρέσκειν. καὶ ὡς εἰπεῖν, σεβαστὸν εἶναι. (Vers. 693.) Τὸ δὲ ἀτάσθαλον ἐώργει, ἐφερμηνευτικόν ἐστι τοῦ, ῥέξας ἐξαίσιον. ταυτὸν γὰρ ἐξαίσιόν τι ῥέξειν καὶ ἀτάσθαλόν τι ἐοργέναι. Ἀρχαϊκὸν δὲ τὸ, οὔ ποτε ἀτάσθαλον ἄνδρα ἐώργει, λείπει γὰρ πρόθεσις. ἵνα ᾖ, ὡς οὐκ ἐποίησέ τι κακὸν εἰς ἄνθρωπον. (Vers. 694.) Ὅτι ἀχαριστίας ἔνδειξις τὸ, ἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα, φαίνεται. οὐδέ τις ἐστὶ χάρις μετόπισθ' εὐεργέων, ἤγουν τῶν εὐεργετῶν. κεῖται δὲ τὸ εὐεργὴς καὶ ἐπὶ ἑτεροίου σημαινομένου παθητικῶς ὡς δηλοῖ τὸ, εὐεργέα λώπην. καὶ τὸ, εὐεργέος ἔκπεσε δίφρου. (Vers. 695.) Τὸ δὲ φαίνεται, ἀντὶ τοῦ φανερώτατός ἐστιν. ἐκ τοῦ φάω φῶ. ἐξ οὗπερ οὐ μόνον τὸ φαείνω καὶ τὸ ἐξεφαάνθη, ἀλλὰ καὶ τὸ φαίνω, ὡς χρῶ χραίνω. ῥῶ ῥαίνω. καὶ τὰ τοιαῦτα. (Vers. 697.) Ὅτι τὸ, αἲ γὰρ δὴ, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη, ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες φράζονται ὃ μὴ τελέσειε Κρονίων. παρῳδηθήσεταί ποτε ὅτέ τινος ἐπὶ μικρῷ τινι ἀγανακτοῦντος, μεῖζόν τι μέλλει κακὸν ἐπελθεῖν. ὁ Μέδων δὲ καὶ τοῦτο τῇ δεσποίνῃ λέγει ἐφ' οἷς οἱ μνηστῆρες ἐπιβουλεύονται τῷ υἱῷ. Τὸ δὲ βασίλεια, ὅτι καὶ βασίλισσα παρὰ τοῖς ὕστερον λέγεται καὶ βασίλιννα, προγέγραπται. ὅτι δὲ καὶ ὡς ἱερεὺς ἱέρεια οὕτω καὶ βασιλεὺς βασίλεια, καὶ ὡς Ἀττικόν ἐστι, δῆλον καὶ αὐτό. (Vers. 702.) Ὅτι καὶ ἐνταῦθα ῥηθὲν τὸ, Πύλον ἠγαθέην, δηλοῖ καὶ ἐν τῷ, Πύλον ἠμαθόεντα, θηλυκῶς αὐτὴν λέγεσθαι. (Vers. 703.) Ὅτι λύπην μεγάλην φράζει τὸ, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. τὼ δὲ οἱ ὄσσε δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ὀψὲ δὲ ἔπεσσιν ἀμειβομένη προσέειπε. Πηνελόπη δὲ οὕτως ἔπαθε, μαθοῦσα τὴν κατὰ τοῦ παιδὸς ἐπιβουλήν. Τὸ δὲ λύτο γούνατα καὶ φίλον ἦτορ, ἐπὶ ὕπνου μετ' ὀλίγα παραφράσας, ἐρεῖ. λύθεν δέ οἱ ἅψεα πάντα. (Vers. 704.) ἡ δὲ ἀμφασία, πλεονασμὸν ἔχει τοῦ ν διὰ φωνῆς ὄγκον ὡς προδεδήλωται. Δοκεῖ δὲ ἐκ περισσοῦ κεῖσθαι τὸ ἐπέων. καὶ δίχα γὰρ αὐτοῦ, ἀμφασία νοοῖτ' ἂν ἡ τῶν ἐπῶν σιγὴ, εἰ μὴ ἄρα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
