# Commentarii ad Homeri Odysseam 1.189.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.189.1

πρὸς διαστολὴν ἴσως κεῖται τῆς τῶν στεναγμῶν βοῆς. Τοῦ δὲ ἀμφασίη ἐπέων λάβε, σαφὴς παραποίησις τὸ, θαλερὴ δέ οἱ ἔσχετο φωνή. (Vers. 707.) Τὸ δὲ τῆς φωνῆς θαλερὸν, οἰκεῖον ἐπὶ γυναικός, καὶ μάλιστα τοιαύτης. Ὅτι ἀπορήσασα Πηνελόπη τίς χρείᾳ τῷ υἱῷ νηῶν ἐπιβαίνειν αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρὴν, λύει εἰποῦσα. ἢ ἵνα μὴ δ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται. οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐρωτήσασα, κῆρυξ τί ποτε ἦλθες, λύει οὕτως. ἢ εἰπεῖν δμωαῖς ἔργων παύσασθαι. Καὶ σημείωσαι ὡς καὶ τοῦ τοιούτου τῶν λύσεων σχήματος, Ὅμηρος κατῆρξε τοῖς ἐσύστερον. καὶ ἔστιν ὅμοιον ὡς εἴ τις εἴποι, τί δή ποτε θνητὸς ὁ ἄνθρωπος. ἢ ὅτι καὶ γενητός. (Vers. 708.) Σκοπητέον δὲ εἰ κατὰ καιρὸν εἴρηται τῇ Πηνελόπῃ ἡ ἀπὸ τῶν ὠκυπόδων ἵππων ἐπὶ τὰς ὠκυπόρους νῆας μεταφορά. καλῶς μὲν γὰρ μετηνέχθη. οὐκ ἂν δὲ ἴσως εἴπῃ τις, τῇ οὕτω πενθούσῃ ἄδειαν εἶναι τοιαύτῃ τροπῇ ἐνευκαιρεῖν καὶ ἀστεΐζεσθαι. Ὅρα δ' ἐνταῦθα καὶ τὸ τῆς φράσεως ἀσφαλές. οὐ γὰρ εἶπεν, αἵθ' ἁλὸς ἵπποι εἰσὶν, ἵνα μὴ ψυχρεύσηται. εἰ γάρ που καὶ θαλάσσης ἵπποι κατὰ τοὺς ποταμίους, ζῷα εἶεν ἂν καὶ αὐτοί, ἀλλὰ ἵπποι φησὶ θαλάσσης γίνονται τοῖς ἀνθρώποις. ὡς ἂν εἴη λέγων ἐλλειπτικῶς, ὅτι αἱ νῆες ὡς ἵπποι ἁλὸς γίνονται τοῖς ἀνθρώποις. ὁμοίως τῷ, δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ. ἢ καὶ ἄλλως, ὡς ἵπποι ἐπὶ ἁλός. ὅθεν ὥσπερ ἀναβάται κατὰ τοὺς ἐπὶ γῆς ἵππους, οὕτως ἐπιβάται ἐπὶ τῶν νηῶν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν λαβὼν, Εὐριπίδης, ναΐαν ἀπήνην τὸ πλοῖον ἔφη. ὁ δὲ ἅρμα εἰπὼν αὐτὸ, ἐξ Ὁμήρου καὶ αὐτὸς τὴν λέξιν ἐκέρδανεν. ὃς ἐν τοῖς ἑξῆς, νῆα Φαιακικὴν τετρόρῳ εἰκάζει ἀσφαλῶς θέοντι. πόδας δὲ εἰπεῖν ἀνδρῶν τὰ πλοῖα, Ὁμηρικήν τινα καὶ αὐτὸ ἔχει μέθοδον δηλωθησομένην ἐν τοῖς ἑξῆς. ἐξ οὗ ναυσίποδες οἱ νησιῶται παρὰ τοῖς παλαιοῖς, ὡς ναυσὶ χρώμενοι πρὸς τὸ διὰ θαλάσσης ὁδεύειν, ὅσα καὶ ποσί. φανερὸν δὲ, ὅτι καὶ πόδες νηὸς λέγονται οὐ μόνον οἱ τῇ τάσει τοῦ ἱστίου συντελοῦντές τι ὡς τὸ, ἐν δ' ὑπέρας τε πόδας τὲ, ἀλλὰ καὶ αἱ κῶται. ὅθεν καὶ ποδήρης ναῦς κατὰ ἰδέαν δριμύτητος, ἡ ἐρεσσομένη ποσὶν ὅ ἐστι κῶπες. Τὸ δὲ πουλὺν ἐφ' ὑγρὴν, Ἰωνικῶς πέφρασται. Ἰώνων γὰρ, ἡ πολύς. ὡς καὶ τὸ, θῆλυς ἑέρση. (Vers. 709.) Ἰστέον δὲ ὅτι τὸ, περόωσι πουλὺν ἐφ' ὑγρὴν, ἔοικε πρὸς τὴν τροπὴν εἰρῆσθαι τοῦ, αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίνονται. ὠκύτατον γὰρ καὶ ἵππος ἐν ζῴοις, καὶ πολλὴν ἔχων περιϊέναι γῆν ὠκυπορῶν, διὸ καὶ Ἡλίῳ ἀνάκειται. ὡς ταχυτάτῳ φασὶ, ταχύτατος. (Vers. 712.) Ὅτι ἀμφιβάλλων πῶς ἐπεχείρησέ τις παραβόλῳ ἔργῳ, εἴποι ἂν τὸ, οὐκ οἶδ' εἴ μιν θεὸς ὤρορεν ἠὲ καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ποιῆσαι τόδε. ὁ Ὁμηρικὸς δὲ Μέδων τοῦτο περὶ Τηλεμάχου φησὶ πάνυ καλῶς, εἰς ἀλληγορίας αἴνιγμα, μυθικῶς μὲν γὰρ, Ἀθηνᾶ ὤρινεν αὐτόν. ἀληθῶς δὲ, οἴκοθεν ἐφωρμήθη ἀποπλεῦσαι. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα τὸ ὤρορε, μετάθεσιν αὐξήσεως ἔπαθε διὰ μέτρου ἀνάγκην. (Vers. 714.) Ὅτι ἐν τῷ, ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπε, περιφραστικῶς ὁ λόγος ἀντὶ τοῦ, ἢ νόστον ἢ θάνατον. (Vers. 716.) Ὅτι πολλὴν γυναικὸς ἀδημονίαν δηλοῖ ἐπὶ λύπῃ μεγάλῃ τὸ, τήν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον. οὐδ' ἂρ ἔτι ἔτλη δίφρου ἐφέζεσθαι, πολλῶν κατὰ οἶκον ἐόντων. ἀλλ' ἂρ ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο οἴκτρ' ὀλοφυρομένη. (Vers. 720.) Περὶ δὲ δμωαὶ μινύριζον πᾶσαι ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα καὶ νῦν τὸ τῶν γυναικῶν φίλοικτον. συγκλαίουσι γὰρ τῇ δεσποίνῃ αἱ δμωαί. καὶ τὴν αἰτίαν σιγήσας ὁ ποιητὴς, ἀφίησι νοεῖν, ὡς φιλοῦσαι τὴν δέσποιναν κοινοῦνται τὸν θρῆνον. (Vers. 722.) διὸ καὶ αὐτὴ οὕτως αὐτὰς προσφωνεῖ. κλῦτε φίλαι καὶ τὰ ἑξῆς. ἀπᾷδον δὲ οὐδὲν, φίλας κληθῆναι τὰς εὔνους θεραπαινίδας, εἴγε διὰ τὴν δεσποτικὴν εὔνοιαν καὶ ὁ δοῦλος Εὔμαιος, δῖος ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἐλεινὸς δὲ ὁ πρὸς τὰς δουλίδας οὗτος λόγος. οἱ γὰρ διὰ δυστυχίαν καταβαίνοντες ἐκ τοῦ ἀξιωματικοῦ εἰς τὸ ταπεινὸν, πολὺν ἐκ τῶν ἀκροατῶν ἴσχουσιν ἔλεον. καὶ νῦν μὲν, φίλας ἔφη τὰς δμωὰς ἡ δέσποινα. ὅτε δὲ καὶ προϊοῦσα κατ' αὐτῶν ἀγανακτεῖ, ἀρκεῖται εἰποῦσα, σχέτλιαι οὐδ' ὑμεῖς ἐν φρεσὶν ἔθεσθε, καὶ τὰς ἑξῆς. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ οὕτω διατίθεσθαι ὡς σχέτλιον τινὰ λέγειν, τοῦτό ἐστι τὸ σχετλιάζειν. (Vers. 716.) Ἰστέον δὲ καὶ ὡς εἴποι ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ χῶ τὸ χέω γίνεται ἄχος ἡ ἄγαν δηλαδὴ σύγχυσις τῆς ψυχῆς, ἔχοι ἄν τι ἐτυμολογίας καὶ παρηχήσεως, τὸ, ἄχος ἀμφεχύθη. (Vers. 717.) Δίφρος δὲ, οὐ μόνον ὁ τοῦ ἅρματος, ἀλλ' ἰδοῦ καὶ θρόνου κατ' οἶκον εἶδος ἐοικὸς ἴσως τῷ τοῦ ἅρματος δίφρῳ. ἔχει δέ ποτε καὶ εὐτέλειαν ὁ τοιοῦτος. Εὔμαιος οὖν ἐν τοῖς ἑξῆς, δίφρον εἷλεν ἔνθα δαιτρὸς ἐφῖζε κρέα πολλὰ δαιόμενος. καὶ τῷ Ὀδυσσεῖ δὲ, ἡ Εὐρηνόμη

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
