# Commentarii ad Homeri Odysseam 1.190.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.190.1

δίφρον ἔφερε καὶ κῶας ἐπ' αὐτοῦ. Ἐν δὲ παλαιῷ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ, σκολύθρια, διφρία βραχέα. καὶ ἄλλως δὲ, σκόλυθρα, διφρία ταπεινά. καὶ ἔστι τὸ μὲν διφρίον ἐκεῖ, ὡς γένος. τὸ δὲ σκόλυθρον ἢ σκολύθριον, ὡς εἶδος. ἡ δὲ χρῆσις αὐτοῦ ἀναφέρεται εἰς Πλάτωνα ἐν Εὐδυδήμῳ. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ, καὶ ὅτι περιπαθὲς τὸ ἐπεισόδιον, εἰ τὸν Ὀδυσσέα θρηνοῦσα ἡ Πηνελόπη, τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβοι. Τὸ δὲ πολλῶν κατὰ οἶκον ἐόντων, ἁπλῶς οὕτω παρενετέθη πρός τε ἀναπλήρωσιν στίχου, καὶ πολυκτημοσύνης ἔνδειξιν. (Vers. 718.) Τὸ δὲ ἐπ' οὐδοῦ ἷζεν οὐ μακρὰν μέν ἐστι τοῦ χαμᾶζε καθεσθῆναι. προσφυῶς δὲ ἔχει τῇ πενθούσῃ ἐπὶ τῇ ἐξόδῳ τοῦ υἱοῦ καὶ ἐθελούσῃ τὴν αὖθις ἐκείνου εἴσοδον. (Vers. 719.) Τὸ δὲ μινυρίζειν, καὶ ἀλλαχοῦ ἐδηλώθη ἐπὶ ὑφειμένου κλαυθμοῦ τίθεσθαι, ὡς ἀπὸ τοῦ μινυὸν ὃ δηλοῖ τὸ μικρόν. (Vers. 720.) Τὸ δὲ νέαι ἠδὲ παλαιαὶ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ πᾶσαι. (Vers. 722.) Ὅτι γυνὴ πενθοῦσα καὶ ἐπὶ ἀνδρὸς ἀγαθοῦ ἀπωλείᾳ καὶ ἐπὶ ὁμοίῳ φόβῳ τῷ περὶ παιδὸς, εἴποι ἂν τῶν Ὁμήρου ταῦτα. περὶ γάρ μοι Ὀλύμπιος ἄλγεα δῶκεν ἐκ πασέων ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ' ἐγένοντο. ἡ πρὶν μὲν, πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον. ἐσθλόν. τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. νῦν δ' αὖ, παῖδ' ἀγαπητὸν ἀκλέα ἐκ μεγάρων κίνδυνος ὀλέσθαι. Πηνελόπης δὲ λόγοι ταῦτα, σοφώτερον ἐπαινούσης ἄρτι τὸν ἄνδρα ἤπερ ὅτε τὸν ἕνα μόνον εἶπε στίχον τὸ, οὗ κλέος εὐρὺ καὶ ἑξῆς. (Vers. 724.) Τὸ δὲ θυμολέοντα, κάλλιον εἶπεν αὐτὴ, ἤπερ ὁ Μενέλαος λέοντι τὸν Ὀδυσσέα φθάσας εἴκασεν ἐν παραβολῇ. λέων μὲν γὰρ, οὐκ ἂν εἴη Ὀδυσσεὺς ὅτι μὴ μόνον παραβολικῶς. θυμολέων δὲ, πιθανῶς ἂν εἶναι λεχθείη. (Vers. 726.) Τὸ δὲ ἐσθλὸν, δὶς ἐνταῦθα εἶπε, μιμούμενος γυναῖκα σχεδιάζουσαν καὶ μὴ ἐνευκαιροῦσαν εὑρέσει ἐπιχύσεως διαφόρων λέξεων. (Vers. 728.) Τοῦ δὲ ἀκλεὴς, ἡ μὲν κοινὴ αἰτιατικὴ, ἀκλεέα καὶ ἀκλεῆ. ὡς τὸ, ὑγιέα ὑγιῆ. Καὶ εὐφυέα εὐφυῆ. ἡ δὲ Ἀττικὴ, εὐκλεᾶ κατὰ τὸν ὑγιᾶ καὶ τὸν εὐφυᾶ. τὸ μέντοι ἀκλέα, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἀκλεέα ὁμοίως τῷ, δυσκλέα Ἄργος ἱκέσθαι. Ἰστέον δὲ ὅτι Ἰωνικώτερον ἔχει τὸ ἀκλέα. καὶ ὅτι εἰ καὶ ἀκλεᾶ ἐγράφη Ἀττικῶς, εἶχε συμβιβάζεσθαι καὶ τοῦτο εἰς μέτρον οὐ μόνον σπονδειακῶς κατὰ συνίζησιν, ἀλλὰ καὶ δακτυλικῶς διὰ τὴν εἰς φωνῆεν περαίωσιν καὶ τὴν μετ' αὐτὸ θέσιν τοῦ ἐπαγομένου φωνήεντος. φησὶ γάρ. ἀποκτεῖναι μεμάασιν ἀκλέα ἐκ μεγάρων. τούτου δὲ καλλίων ἐστὶν ἑτέρα γραφὴ τὸ, ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων. ὅπερ ἀστείως ἔχει λεχθὲν, διὰ τὸ τὸν παῖδα πλεύσαντα, ἐπιτρέψαι ἀνέμοις ἑαυτόν. (Vers. 729.) Ὅτι τὸ, οὐδ' ὑμεῖς ἑκάστη, ταυτὸν μὲν τῷ, ὑμῶν ἑκάστη. Ἀττικώτερον δὲ τοῦτο. καὶ ἔστιν ἐκ παραλλήλου ταυτὸν τὸ ὑμεῖς καὶ τὸ ἑκάστη. (Vers. 732.) Ὅτι ἐνταῦθα δείκνυται ὡς καλῶς τὸν Τηλέμαχον ἐποίησεν Ὅμηρος ἀποπλεύσαντα λάθρα τῆς μητρός. ὁ μὲν γὰρ ἀπέκρυψε τὸν πλοῦν ἵνα μὴ κλαίουσα χρόα καλὸν ἰάπτῃ. αὐτὴ δὲ, φησίν. ὡς εἴπερ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷκε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλιπε. Χρήσιμος δέ ποτε ὁ λόγος, παντὶ μεταμελομένῳ ἐφ' οἷς φίλος τις λαθὼν ἀπεδήμησε. (Vers. 735.) Τὸ δὲ καὶ ἐσσύμενος περ ὁδοῖο, ὅμοιον τῷ, ἐπειγόμενός περ ὁδοῖο. Ὅτι Δολίος, παροξύτονον τρίβραχυ κύριον ἐνταῦθα. δοῦλος δὲ οὗτος προικῷος τῇ Πηνελόπῃ. φησὶ γάρ. ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ. καί μοι κῆπον ἔχει πολυδένδρεον. τοῦτον ἐθέλει στεῖλαι ἡ Πηνελόπη τῷ Λαέρτῃ ὡς ἂν μαθὼν ἐκεῖνος ἔλθῃ καὶ λαλήσῃ ἐν τῇ πόλει τὰ ὑπὲρ Τηλεμάχῳ. ὃν αὐτοῦ τὲ καὶ τοῦ Ὀδυσσέως γόνον καλεῖ, ὡς Ὀδυσσέως μὲν, ἔκγονον. ἐκείνου δὲ ἔγγονον. Σημείωσαι δὲ ὅτι ὁποῖα καὶ ἄλλα τοιαῦτα ποιεῖ Ὅμηρος, ἐλαλήθη μὲν πρὸ τῆς Πηνελόπης, κληθῆναι τὸν κηπουρὸν Δολίον, οὐχ' εὕρηται δὲ τοῦτο πραχθὲν, διὰ τὸ κωλυθῆναι ὑπὸ τῆς Εὐρυκλείας μετ' ὀλίγα. ἐπεὶ μὴ δὲ ἐχρῆν, τὸν γέροντα σκυλμὸν παθεῖν οὐκ εὔχρηστον τῷ ποιητῇ. καὶ οὐδὲ τὰ ὑπὸ τῶν δεσποτῶν ἀσκέπτως ἐπιταττόμενα, πληροῦσθαι χρεών. Ἐνταῦθα δὲ προσθετέον ἐκ τῶν μεθ' Ὅμηρον, καὶ ὅτι πᾶσα ἡ Πανορμίτις τῆς Σικελίας κῆπος προσηγορεύετο διὰ τὸ πλήρης εἶναι δένδρων ἡμέρων. ὅτι δὲ καὶ ἡ Συράκουσα κῆπον εἶχε πολυτελῆ ὃς ἐκαλεῖτο μῦθος ἐν ᾧ Ἱέρων χρηματίζων ἦν, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐκαλεῖτο δ' ἂν ἴσως μῦθος ὁ κῆπος ἐκεῖνος, διὰ τὸ μὴ ἂν ῥᾳδίως ἐξ ἀκοῆς πιστεύεσθαι τοιοῦτος εἶναι ἀλλὰ μυθικῶς πεπλάσθαι. παραδέδοται δὲ καί τι κουρᾶς εἶδος, κῆπος λέγεσθαι. ἡ δὲ μανιόκηπος γυνὴ τουτέστιν ἡ περὶ μίξεις μεμηνυῖα, κήπῳ τῷ κατ' αὐτὴν οὕτω σκώπτεται. περὶ ὃν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
