# Commentarii ad Homeri Odysseam 1.191.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.191.1

δηλαδὴ μέμηνεν ἀποφραγνῦσα τοῖς ἐθέλουσι τὴν τῆς ὥρας ὀπώραν δρέπεσθαι. (Vers. 737.) Τὸ δὲ πολυδένδρεον, διαστέλλει λειμῶνος τὸν κῆπον. ὁ γὰρ λειμὼν οὐκ ἐξ ἀνάγκης πολύδενδρος. (Vers. 743.) Ὅτι θρεψαμένη τὸν Ὀδυσσέα ἡ γραῦς Εὐρύκλεια καὶ ὡς ἐπὶ υἱῷ ἐκείνῳ διακειμένη, νύμφην προσφωνεῖ τὴν καὶ δέσποιναν καὶ βασίλειαν ἐν τῷ, νύμφα φίλη. ὡς εἴπερ εἶπε, νύμφη τοῦ υἱοῦ μου. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, νύμφα φίλη. Ὅρα δὲ ὅτι φίλη κληθεῖσα πρὸ ὀλίγων καὶ ἡ γραῦς ἐν τῷ, κλῦτε φίλαι, αὐτὸ τὲ νῦν ἀνταποδίδωσι, καὶ πλεῖον δέ τι προστίθησιν ἐν τῷ, νύμφα φίλη. Ὅτι ὁ ἐπικρύψας ἀποδημίαν ἀνδρὸς ἐπαχθῶς τινι μεγάλῳ προσώπῳ εἶτα ἐξομολογούμενος, δύναταί ποτε εἰπεῖν τὸ, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ, ἢ ἔα ἐν μεγάρῳ. μῦθον δέ τι οὐκ ἐπικεύσω. ᾔδε' ἐγὼ τάδε πάντα. πόρον δέ οἱ ὅσσ' ἐκέλευε. σῖτον καὶ μέθυ ἡδύ. ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον, μὴ πρίν σοι ἐρέειν πρὶν τοσήδε ἡμέρα γένηται. λέγει δὲ ταῦτα Εὐρύκλεια τῇ δεσποίνῃ, προστιθεῖσα καὶ τὸ αἴτιον οἷα ὑπὲρ αὐτῆς ὄν. ὡς ἂν μὴ κλαίουσα ὡς καὶ προεῤῥέθη, κατὰ χρόα καλὸν ἰάπτῃ. (Vers. 750.) Εἶτα καὶ συμβουλεύεται τὸ ποιητέον. εἰποῦσα τοιαῦτα. ἀλλ' ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα εἰς ὑπερῷ' ἀναβᾶσα, εὔχεο τῇ Ἀθηνᾷ. (Vers. 753.) Ἐφεξῆς δὲ θείαν παριστῶσα δύναμιν, ἐπάγει. ἢ γάρ κεν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. ὃ παρῳδηθείη ἂν, ἐπὶ θεοῦ. χρήσιμον ὂν καὶ εἰς ἔπαινον φρονήσεως ἣν Ἀθηνᾶ αἰνίττεται. Τὸ δὲ ὑδρηναμένη, ἀντὶ τοῦ λουσαμένη διὰ καθαρότητα. ὡς καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ὅπου καὶ Τηλέμαχος εὔξασθαι μέλλων, ἐνίψατο. (Vers. 751.) Ὅρα δὲ τὰς ἀσυνδέτους κἀνταῦθα μετοχὰς καὶ τὰ γοργὰ κομματικά. τὸ, ὑδρηναμένη. καθαρὰ εἵματα ἑλοῦσα. εἰς ὑπερῷ' ἀναβᾶσα. Παραινεῖ δὲ, καὶ σὺν ταῖς ἀμφιπόλοις εὔχεσθαι αἷς καὶ συνέκλαιε. καὶ ποιεῖ οὕτως ἡ βασίλεια. (Vers. 754.) Ὅτι παροιμιῶδές τι καὶ γνωμικὸν τὸ, μὴ δὲ γέροντα κάκου κεκαμωμένον. Εὐρύκλεια δὲ καὶ τοῦτο λέγει, κωλύουσα σκυλθῆναι τὸν γέροντα Λαέρτην. οἷα κηδομένη τοῦ παλαιοῦ ὡς ἡ α ῥαψῳδία ἐδήλωσεν, ἐραστοῦ. (Vers. 755.) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ διαδοχῇ γένους ὅτε ὁ πρόγονος δυστυχεῖ τὸ, οὐ γὰρ ὀΐω πάγχυ θεῷ γονὴν τὴν τοῦ δεῖνος ἔχθεσθαι. ἀλλ' ἔτι ποῦ τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θ' ὑψηρεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. (Vers. 756.) Τὸ δὲ ἐπέσσεται, ἀντὶ τοῦ μετὰ ταῦτα ἔσται. καὶ ὡς εἰπεῖν, ἐπιγενήσεται. ὅθεν καὶ ἐπίγονος ὁ γένους διάδοχος. (Vers. 756.) Ὅτι ἐκ τοῦ ἀρκέω ἀρκέσω τὸ ἐπαρκῶ, ἀρκέσιος, καὶ πλεονασμῷ, Ἀρκείσιος κύριον ὁ τοῦ Λαέρτου πατήρ. διὸ Ἀρκεισιάδην αὐτὸν ἐνταῦθα φησίν. οὗ ὁ τύπος, ὅμοιος τῷ, Φημιάδης, ὁ τοῦ Φημίου. Ἡλιάδης ὁ τοῦ Ἡλίου. καὶ τοῖς τοιούτοις. (Vers. 758.) Ὅτι εὔνησε γόον εἰπὼν ἀντὶ τοῦ ἔπαυσε τὸν θρῆνον, ἐπάγει πρὸς ἑρμηνείαν τὸ, σχέθε δ' ὅσσε γόοιο. ἤτοι τοῦ μετὰ δακρύων θρήνου. ἄλλως γὰρ, οὐ γοᾶται ὀφθαλμός. ὡς δηλοῖ καὶ τὸ, κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἀπὸ δὲ τοῦ εὐνῶ εὐνήσω, παράγωγον τὸ εὐνάζω. ὡς ἐκ τοῦ σκεδῶ τὸ σκεδάζω. καὶ τοῦ σκιῶ τὸ σκιάζω. (Vers. 761.) Ὅτι κατεύξασθαι μέλλουσα τῶν μνηστήρων ἡ Πηνελόπη, οὐλοχύτας μόνους κανέῳ ἐνέθετο καὶ ηὔχετο τῇ Ἀτρυτώνῃ. καὶ ἀντὶ βωμοῦ μὲν, τῷ κανῷ καθιεροῖ τὰς κριθὰς. ἀντὶ δέ γε θυσίας ζῴων, χρᾶται τῇ ἀναμνήσει τῶν ποτὲ θυσιῶν τοῦ ἀνδρός. εἰποῦσα. (Vers. 763.) Εἴ ποτέ τι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί' ἔκηε, τῶν, νῦν μοι μνῆσαι. καί μοι φίλον υἷα σάωσον. μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. ἐκ τούτων δὲ δύναται παρῳδία τις γενέσθαι χρησίμη ὅτε τις ὑπερεύχεται υἱοῦ κινδυνεύοντος ὑπό τινων ἐπιβούλων. (Vers. 762.) Ἀτρυτώνη δὲ Ἀθηνᾶ, ἡ ἄτρυτος ὅ ἐστιν ἀτειρής. ὡς ἀπὸ τοῦ τρέω τρῶ, ἐξ οὗ καὶ τὸ τείρω καὶ τὸ τρύω. ἀφ' οὗ καὶ τρυτάνη ἐπὶ ζυγοῦ, ἡ τειρομένη τῷ βάρει τῶν ὄγκων. ἀπ' αὐτοῦ δὲ, καὶ τρύμη παρὰ τῷ κωμικῷ, ὁ πανοῦργος καὶ ἰτητικὸς καὶ κατ' ἐκεῖνον εἰπεῖν, ἴτης ὅ ἐστιν ἰταμός. ἐξ αὐτοῦ δὲ, καὶ τρύσιππον ὃ τοῖς τετρυμμένοις καὶ ἀχρήστοις ἵπποις ἐπιβάλλεται. ἢ κατὰ Αἴλιον Διονύσιον, τρυσίππειον τετρασυλλάβως, ἔγκαυμα ἵππου γεγηρακότος, ἐπὶ τῆς γνάθου ὅμοιον τροχῷ. φέρει δὲ αὐτὸς καὶ χρῆσιν Εὐπόλιδος ταύτην, ἀλλ' ὥσπερ ἵππῳ μοι ἐπιβαλεῖς τρυσίππειον. ἔοικεν οὖν τὸ εἴτε τρύσιππον εἴτε τρυσίππειον, θεραπεία ἢ σημεῖον εἶναι γηραιοῦ ἵππου δι' ἐγκαύσεως. ἐκ δὲ τοῦ τρύω, καὶ ἄτρυτος ἐν πόνοις λέγεται ὃν πόνοι οὐ τείρουσιν. ἐκεῖθεν δὲ καὶ ἡ τρυμαλιὰ ἐκ τῆς τρύμης παρηγμένη. (Vers. 763.) Τὸ δὲ εἴποτέ τοι πολύμητις Ὀδυσσεὺς, καθ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
