# Commentarii ad Homeri Odysseam 1.192.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.192.1

ὁμοιότητα ἐσχημάτισται τοῦ, εἴ ποτέ τοι πίονα μηρί' ἔκηα. ὅπερ ἐν Ἰλιάδι ὁ Χρύσης ηὔξατο. (Vers. 767.) Ὅτι εὐχῆς ἐνεργοῦς ἔνδειξις τὸ, ὣς εἰποῦσ' ὀλόλυξε. θεὸς δέ οἱ ἔκλυεν ἀρῆς. Ὅτι δὲ γυναικεία εὐχὴ λιγύφωνος τὸ ὀλολύζειν, προδεδήλωται. (Vers. 768.) Ὅτι ὀλολυζούσης ἐπὶ εὐχῇ τῆς Πηνελόπης ὅ ἐστιν ὡς θέμις γυναικὶ γεγωνότερον ἀναβοώσης αἰσθόμενοι οἱ μνηστῆρες, ὁμάδησαν. ὧδε δέ τις ἂν εἶπεν. (Vers. 770.) ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια ἀρτύνει. ὃ γάρ τις φασὶ βούλεται τοῦτο καὶ οἴεται. διὸ καὶ αὐτοὶ γάμον αὐτοῖς ἀρτύεσθαι οἴονται ἀπατώμενοι. ἐπεὶ μὴ θρηνούσης ἀλλ' εὐχομένης ὡς ἐῤῥέθη τῆς δεσποίνης ἤκουον. Καὶ ὅρα ὡς δυνάμενος ὁ ποιητὴς καὶ νῦν ποιῆσαι τὴν Πηνελόπην ἐπιφαινομένην τοῖς μνηστῆρσιν, ὅμως οὐ ποιεῖ οὕτω, διὰ τὸ ἀνήνυτον. ταμιεύεται δὲ αὐτὸ τοῖς ἑξῆς ἐν ἑτέρᾳ ἐπιβουλῇ μελετωμένη κατὰ Τηλεμάχου, ἐκκλίνων τὸ ὁμοειδές. Καὶ σημείωσαι ὅτι κἀνταῦθα βραχυλόγος ἡ κοινὴ ἠθοποιΐα ἐστί. δίστιχος γάρ. (Vers. 772.) Ὅτι ἀστοχίαν δηλοῖ νοήματος τὸ, ὡς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἔγνων ὡς ἐτέτυκτο. Ἔστι δὲ τὸ ἴσαν, παρατατικὸς τοῦ ἴσημι. (Vers. 774.) Ὅτι παίδευσις εἰς τὸ ταχὺ ἐκτελέσαι τὸ μυστηριωδῶς βουλευθὲν, τὸ τοῦ Ὁμηρικοῦ Ἀντινόου, τὸ, δαιμόνιοι. μύθους μὲν ὑπερφιάλους ἀλέασθε πάντας ὁμῶς, μήπου τις ἀπαγγείλῃσι καὶ εἴσω. (Vers. 776.) ἀλλ' ἄγε σιγῇ τοῖον ἤγουν οὕτως ὡς ἔχομεν ἀναστάντες, τελέωμεν μῦθον ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. (Vers. 777.) Ἰστέον δὲ ὅτι τὸ, ὃς ἐν φρεσὶν ἤραρεν, ἀντὶ τοῦ ὅσπερ θυμήρης ἡμῖν. ταυτὸν γὰρ θυμῆρες εἰπεῖν καὶ φρεσὶν ἀραρός. καὶ ὅτι ἐκ τοῦ φρεσὶν ἄραρε, καὶ ὁ φρενήρης σύγκειται. (Vers. 778.) Ὅτι πρὸ βραχέων ἐνεργητικῶς εἰπὼν, κρίνας ἀνὰ δῆμον ἀρίστους, ἐνταῦθα παθητικῶς φησίν. ἐκρίνατο ἐείκοσι φῶτας ἀρίστους. διφορεῖται γὰρ καὶ ἡ τοῦ ῥήματος τούτου διάθεσις ὡς πολλαχοῦ φαίνεται. (Vers. 780.) Ὅτι τὴν εἰς ἀνάπλουν ἑτοιμασίαν, συντόμως οὕτω φράζει ὁ ποιητής. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν. ἐν δ' ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ. ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι. τεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντες. ὑψοῦ δ' ἐν νοτίῳ τήν δ' ὥρμισαν. Καὶ ὅρα τὸ ἀρτύνειν πλεονασμῷ τοῦ ν γεγονὸς ἐκ τοῦ ἀρτύειν ὅπερ ἀνωτέρω εἶπεν Ὅμηρος. (Vers. 782.) Τὸ δὲ ἐρετμὰ, μεταπέπλασται. ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ ἐρετμός. Τροποὶ δὲ ὀξυτόνως ἤτοι κοινότερον εἰπεῖν τροπωτῆρες, ἱμάντες οἷς ἡ κώπη πελάζουσα ἐνείρεται τῷ ἰδιωτικῶς λεγομένῳ σκαλμῷ. ἐν δὲ λεξικῷ ῥητορικῷ, κεῖται καὶ ὅτι ὁ ῥηθεὶς ἱμὰς, καὶ ἐπικωπητὴρ λέγεται. γίνεται δὲ παρὰ τὸ τρέπεσθαι ὅ ἐστι στρέφεσθαι. κάμπτεσθαι. κλώθεσθαι. εἰλεῖσθαι. γυροῦσθαι. ὥσπερ δὲ τρόχος μὲν κατὰ τοὺς παλαιοὺς, ὁ ἄγγελος ἔτι δὲ καὶ ὁ δρόμος. τροχὸς δὲ ὀξυτόνως ἐπὶ ἅρματος καὶ ἀπήνης καὶ τῶν τοιούτων. οὕτω καὶ τρόπος μὲν βαρυτόνως, ἐπὶ ἤθους. τροπὸς δὲ, ὁ ῥηθεὶς ἱμάς. ὃν διεσάφησεν ὁ ποιητὴς ἐν τῷ, τροποῖς ἐν δερμαντίνοις. (Vers. 785.) Τὸ δὲ ὑψοῦ ἐν νοτίῳ, δηλοῖ διττὸν εἶναι τὸ ἐφ' ὕψους ὁρμίζεσθαι. τὸ μὲν, ἐπὶ ξηρᾶς τῆς ὑπερκειμένης τοῦ παραιγιαλίου ὕδατος ἔνθα ἡ ναῦς ὁρμεῖ καταπλέουσα καὶ παυομένη τοῦ πλοῦ. τὸ δὲ, ἐπὶ ὕδατος ὑπερκειμένου γῆς. ἐν ᾧ ἡ ναῦς ὁρμίζεται ἀναπλέουσα. καὶ τοῦτό ἐστι τὸ ὑψοῦ ἐν νοτίῳ. τουτέστιν ἐν ὑγρῷ. ὥσπερ ἐκεῖνο, ὑψοῦ ἐν ξηρῷ. τουτέστιν ἐπὶ τοῦ κατὰ τὴν ξηρὰν αἰγιαλοῦ. ὥστε τὸ, ὑφοῦ ἐν νοτίῳ ὥρμισαν, πρὸς διαστολὴν εἴρηται τοῦ ἐπὶ γῆς ὁρμισθῆναι. ὅπερ ἦν, ὑψοῦ ἐν ξηρῷ. (Vers. 786.) Ὅτι ὀψὲ μὲν ὥρας μετὰ δείλην ὁ δόρπος, οὐ μὴν νύκτερος, ἀλλὰ πρὸ ἑσπέρας, ὡς δηλοῖ τὸ, δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν, ἤτοι τὴν ἑσπέραν ὡς καὶ προηρμήτευται. (Vers. 789.) Ὅτι καὶ ἐνταῦθα ἐν δυσὶ τόποις, τὸ ὁρμαίνειν κεῖται ἐπὶ τοῦ διαλογίζεσθαι καὶ μήπω καταστῆναι ἢ στῆσαι τὸ βούλευμα, ἀλλ' ἐν κινήσει ἔτι καὶ ὁρμῇ εἶναι. (Vers. 788.) Ὅτι λύπης παραστατικὸν τῆς ἐπὶ κινδύνῳ υἱοῦ ὑπὸ ἐχθρῶν τὸ, κεῖτ' ἂρ ἄσιτος ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ὁρμαίνουσα ἢ ὁρμαίνων εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, ἢ ὅγε ὑπὸ τοῖς δεῖνα ὑπερφιάλοισι δαμείη. Τὸ δὲ ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, διασαφητικόν ἐστι τοῦ ἄσιτος. ἵνα μὴ νοοῖτο ἐπὶ μόνης ἀσιτίας. (Vers. 791.) Ὅτι πάνυ ἀποσεμνύνει τὴν Πηνελόπην ὁ ποιητὴς, λέοντι παραβαλὼν αὐτὴν ἐν οἷς φησίν. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, τὸν ἐκ δικτύων δηλαδὴ ἢ ἀνδρῶν περικυκλούντων, τόσσά μιν ὁρμαίνουσαν, ἐπήλυθε νήδυμος ὕπνος. καὶ ἰδοὺ κατὰ τὸν πρὸ βραχέων θυμολέοντα Ὀδυσσέα, τοιαύτη τις καὶ ἡ γυνὴ Πηνελόπη. Καὶ ὅρα ὅπως οὐ λέοντι αὐτὴν εἴκασε θρασυνομένῳ καὶ βλεμεαίνοντι καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
