# Commentarii ad Homeri Odysseam 1.195.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.195.1

φανέντα ὄνειρον. ὅτι γὰρ ἀληθεῖς οἱ τοιοῦτοι, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. (Vers. 844.) Ὅτι διηγεῖται κἀνταῦθα συνήθως ὁ ποιητὴς ἀρχόμενος οὕτως. ἔστι τις νῆσος καὶ τὰ ἑξῆς. σύντομον δὲ αὐτῷ τὸ διήγημα, νῆσον γὰρ ἱστορεῖ τινα λυπρὰν Ἀστερίδα εὐλίμενον. μέσην κειμένην ὡς καὶ προεῤῥέθη, Σάμου τε καὶ Ἰθάκης. εἰπών. ἔστι δέ τις νῆσος μέσση ἁλὶ πετρήεσσα. μεσσηγὺς Ἰθάκης τὲ Σάμοιό τε παιπαλοέσσης, τῆς πρὸς βραχέων ῥηθείσης. Ἀστερίς. οὐ μεγάλη. λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ, ἀμφίδυμοι. Ἔνθα τὸν Τηλέμαχον ἔμενον λοχῶντες Ἀχαιοί. τολμήσαντες τὸ κακόν. κατὰ τὴν παροιμίαν τὴν λέγουσαν πάντα κακοὶ τολμῶσι. Τὸ δὲ μέση ἁλὶ, πρὸς διαστολὴν καὶ αὐτὸ εἴρηται τῶν χεῤῥονήσων, ἢ τῶν ἐγγὺς τῆς γῆς. Τὸ δὲ πετρήεσσα, οὐκ ἂν εἴη πόῤῥω τῆς παιπαλοέσσης. Ἡ δὲ Ἀστερὶς, ἔσχε κατὰ τὸν γεωγράφον καὶ πολίχνην. ἐκλίθη δὲ πρός τινων καὶ Ἀστερία. Λιμένες δὲ ναύλοχοι, ἢ παρὰ τὸ λέχος ἐν αἷς δηλαδὴ εὐνάζονται νῆες ὧν καὶ ἄγκυραι εὐναὶ λέγονται ἢ κατὰ πλεονασμὸν τοῦ λ. ἵνα εἶεν ναύλοχοι, ἐν οἷς ὀχοῦνται νῆες. κατὰ τὸ, καὶ λιμένες νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, ὃ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ κεῖται. ἢ καὶ ἄλλως, παρὰ τὸν λόχον. ἐν αἷς ἦν λοχῆσαι. διὸ ἐπήγαγε τὸ, τόν γε μένον λοχόωντες Ἀχαιοί. (Vers. 847.) Τὸ δὲ ἀμφίδυμοι, καθ' ἱστορίαν εἴρηται καὶ αὐτό. δηλοῖ δὲ, τοὺς οἷον διδύμους διὰ τὸ ἐξ ἑκατέρου μέρους ἔχειν εἰσδύσεις. ταυτόν δ' εἰπεῖν, καταγωγάς. (Vers. 846.) Ἰστέον δὲ ὅτι λιμὴν παρὰ τὸ λίαν μένειν γίνεται, πρός τε τὸν κυμαίνοντα πόντον διαστελλόμενος, καὶ πρὸς τοὺς ἐγγὺς τῆς γῆς εὐρίπους. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς, Ἑρμῆν πρὸς Καλυψὼ πέμπει, κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπῄνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ δίδωσι κρήδεμνον, ἐντειλαμένη ἐπιβάντι τῆς γῆς, ἀποῤῥίψαι αὐτό. καὶ πολλὰ παθὼν, εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. ΟΔΥΣΣΕΙΑΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἡ ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης, αὕτη. ἀπόπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. ἄρχεται δὲ ἀπὸ συνήθους τῷ ποιητῇ περιφράσεως. ὅτι δηλαδὴ Ἠὼς ἐκ λεχέων παρὰ Τιθωνοῦ ὄρνυτο ἀθανάτοις φόως φέρουσα καὶ βροτοῖς. περὶ οὗ ἱκανῶς μὲν ἐῤῥέθη ἐν Ἰλιάδι. νῦν δὲ ἀρκέσει εἰπεῖν, ὡς ἡ μὲν ἔννοια τοῦ ῥητοῦ, δηλοῖ τὸ, ἐγένετο ἡμέρα. Τιθωνὸς δὲ, καθ' ἱστορίαν μὲν, ἀδελφὸς Λαομέδοντος, ᾧ φασι τὴν ἡμέραν συνοικεῖν διὰ κάλλος, ἀλληγορικῶς δὲ, ὁ ἥλιος ὁ πανταχοῦ γῆς τιταίνων τὰς ἀκτῖνας. Ἀθάνατος δὲ, τὰ στοιχεῖα τοιαῦτα νομιζόμενα τοῖς Ἕλλησιν, ἃ καὶ αὐτὰ, τῇ ἡμέρᾳ φωτίζεται. Διὰ δὲ τῶν ἀνθρώπων ὡς ἐκ μέρους καιριωτάτου, πάντα δηλοῦται τὰ ἔμψυχα, οἷς ὁ Ἥλιος ἐπιλάμπει. (Vers. 3.) Ὅτι ἐν μὲν τῇ α ῥαψῳδίᾳ, ἐκκλησία ἦν τοῖς Ὁμηρικοῖς θεοῖς, περὶ τοῦ σώζεσθαι τὸν Ὀδυσσέα. ἐνταῦθα δὲ περὶ τοῦ πῶς. καὶ ἐκεῖ μὲν, Ζεὺς ἐδίδου ἀρχὰς λόγου τῇ Ἀθηνᾷ προλογίσας αὐτός. (Vers. 8.) ὧδε δὲ, αὐτὴ κατάρχει δημηγορίας κήδεα πόλλ' Ὀδυσσῆος. καὶ λαλοῦσα κατὰ τῶν πολιτῶν τῆς Ἰθάκης, ὅσα καὶ πρὸ τούτων ὁ Μέντωρ. ἐν οἷς ἐκεῖνος ἔλεγε κατὰ ἦθος βαρύτητος, μηκέτι χρῆναι βασιλέα ἤπιον εἶναι ἀλλὰ χαλεπὸν καὶ ἑξῆς. σεμνολογῶν δὲ καὶ τὸν τοῦ μύθου Δία, φησί. Ζεὺς ὑψιβρεμέτης οὗ τε κράτος ἐστὶ μέγιστον. Λέγει δὲ καὶ τὸ ἐκκλησιάζειν, θῶκονδε καθιζάνειν. καθ' ὁμοιότητα τοῦ, οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος. (Vers. 13.) Ὅτι ὡς ἐν Ἰλιάδι τὸν Ἀχιλλέα μηνίοντα καὶ ἀπρακτοῦντα κεῖσθαι εἶπεν ὡς τοῦ ἀπρακτεῖν μικρόν τι ἀπεοικότος τοῦ κεῖσθαι, οὕτω καὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ κεῖσθαι φησὶν ἐν τῇ τῆς Καλυψοῦς νήσῳ. φησὶ γάρ. ἀλλ' ὁ μὲν, ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων, καὶ ἑξῆς στίχους ἑπτά. διττολογοῦντας διὰ τὸ ἐκ τῶν φθασάντων ἐνταῦθα παρειλκύσθαι. (Vers. 23.) Ὅτι πρός τινα ἀξιοῦντα περί τινος ἅπερ αὐτὸς δύναται ποιῆσαι,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
