# Commentarii ad Homeri Odysseam 1.196.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.196.1

ῥηθήσεται ἐρωτηματικῶς τὸ, οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτὸς ὡς ἤτοι κεῖνος ἐλθὼν ποιήσει τό δέ τι; (Vers. 24.) πρὸς δέ τινα δυνάμενον σῶσαι, ῥηθήσεται τὸ, τὸν δεῖνα δὲ σὺ πέμψον ἐπισταμένως. δύνασαι γὰρ, ὥς κε μάλ' ἀσκηθὴς ἵκεται. Πόθεν δὲ γίνεται ὁ ἀσκηθὴς, πολλαχοῦ ἐδηλώθη. (Vers. 27.) Ὅτι ὥσπερ ἐρέτας που ἔφη ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδεῖς ἀποβολῇ τοῦ ἰῶτα ἢ καὶ συγκοπῇ ἀπὸ τοῦ ἐπιτηδέας. ὁμοίως δὲ καὶ ἀκλεὲς ἀντὶ τοῦ ἀκλεεῖς, οὕτω καὶ νῦν τὸ, μνηστῆρες ἐν νηῒ παλιμπετὲς ἀπονέωνται, ἀντὶ τοῦ παλιμπετεῖς. ἤγουν πεσόντες ἀνάπαλιν τοῦ σκοποῦ. καὶ ἔστιν ἐκ πεσσῶν ἡ μεταφορὰ πιπτόντων ὅπως ἂν τύχῃ. δύναται δὲ καὶ ἐπίῤῥημα τοῦτο εἶναι, καλῶς ὀξυνόμενον. τὰ μὲν γὰρ ἐκ τοῦ πέτεσθαι γινόμενα, βαρύνονται. οἷον ἀετὸς ὑψιπέτης. καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀπὸ τοῦ πεσεῖν, ὀξύνονται. οἷον, παλλάδιον ὑψιπετές. (Vers. 29.) Ὅτι πρὸς ἄγγελον ἔργον αὐτὸ τοῦτο ἔχοντα, ῥηθήσεται τὸ, ὦ δεῖνα σὺ γὰρ αὖτε τάτ' ἄλλα περ ἄγγελός ἐσσι εἰπεῖν τῷ δεῖνι ὅ ἐστιν εἰπὲ νημερτέα βουλήν. οἷον, νόστον ὥσκε νέηται. Ἵνα ᾖ ἑρμηνεία βουλῆς μὲν, ὁ νόστος. νόστου δὲ, τὸ ὥς κε νέηται. (Vers. 29.) Ὅτι Ἑρμῆς ἄγγελος νύμφῃ εὐπλοκάμῳ τῇ Καλυψοῖ στέλλεται διὰ τὴν Ὀδυσσέως ἐπάνοδον. ἧς ἡ ἀλληγορία ἱκανῶς ἐν τῇ α ῥαψῳδίᾳ προεκτέθειται. Ἰστέον δὲ ὅτι Ἑρμῆς μὲν, ἅπαξ ἐνταῦθα ὁμοίως δὲ καὶ ἐν Ἰλιάδι, διακονεῖ. ἡ δὲ Ἶρις, ἐν Ὀδυσσείᾳ μὲν οὐδόλως. ἐν δὲ τῇ Ἰλιάδι, πολλάκις. εἰ δὲ ψυχὰς Ἑρμῆς ἐν τοῖς ἑξῆς ἐκκαλεῖται, ἀλλ' ἐκεῖνο, οὐ στελλόμενος ποιεῖ. ἀλλ' ὡς οἰκεῖον ἔργον αὐτόνομος ἀποτελεῖ. Ἔτι ἰστέον καὶ ὡς δοκεῖ πλάσαι οὐ τὴν Ἶριν ἀλλὰ τὸν Ἑρμῆν ἐνταῦθα σταλῆναι, διὰ τὸ τῆς ῥηθείσης ἀλληγορίας εὐυπονόητον καὶ πιθανόν. Ἑρμῆς γὰρ λόγος, λύσει τὸν Ὀδυσσέα ἐκ τῆς κατεχούσης Καλυψοῦς. εἰς τοῦτο δὲ, οὐκ εὐοδοῦται ἡ τῆς Ἴριδος ἀποστολή. Ἔτι ἰστέον καὶ ὅτι σχῆμα ἐνταῦθα κεῖται προαναφωνήσεως ἤτοι προεκθέσεως τῶν μετὰ πολλοὺς λόγους ἐκβησομένων. ἤγουν ὡς ὁ ταλασίφρων Ὀδυσσεὺς νοστήσει οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ὡς ὁ Ζεὺς λέγει τουτέστι τὸ πεπρωμένον, ἀλλ' ὅγ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων, ἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν. οἵ μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι. πέμψουσι δ' ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, εἴπερ ἀπήμων ἦλθε λαχὼν ἤτοι κληρωσάμενος ἀπὸ ληῖδος αἶσαν. εἶτα δεικνὺς ὁ ποιητὴς ἀλληγορικῶς τίνα Δία ἐνταῦθα εἶπε, καὶ ὅτι ἀκολούθως τοῖς πεπρωμένοις ἐξετέθη καὶ ἡ ῥηθεῖσα ἔκθεσις, ἐπάγει. ὣς γὰρ οἱ μοῖρα ἐστὶν ἐλθεῖν εἰς τὰ ἑαυτοῦ. καὶ ἔστιν ἡ ῥηθεῖσα προέκθεσις, ὀκτὼ ῥαψῳδιῶν συγκεφαλαιωτική. ἐν αἷς τὰ ῥηθέντα συμβήσεται, ὡς ἐν τοῖς ἑξῆς ἔσται δῆλον. (Vers. 32.) Ὅρα δ' ἐν τούτοις τὸ, οὔτε θεῶν πομπῇ οὐτ' ἀνθρώπων, περὶ μόνου τοῦ πλόου λεχθέν. ἀπὸ γὰρ τῆς κατὰ τὴν Καλυψὼ νήσου ἕως καὶ εἰς Φαίακας, οὐδεὶς τὸν Ὀδυσσέα ἔπεμψεν. εἰ καὶ ἄλλως αὐτὸν ἡ Λευκοθέα ἐν τῷ μέσῳ περιεποιήσατο. ἐκ μέντοι τῆς τῶν Φαιάκων γῆς εἰς Ἰθάκην, πομπὴ ἀνθρώπων τὸν Ὀδυσσέα ἤγαγε. Σχεδία δὲ κυρίως μὲν, ἡ μονόξυλος ἢ ἡ ὀλιγόξυλος οὕτω καλουμένη, διὰ τὸ σχεδὸν ἤγουν ἐγγὺς καὶ οἷον αὐθωρὸν συμπεπῆχθαι αὐτοσχεδίως καὶ μὴ ἀναβεβλημένως. ἡ δὲ ῥηθεῖσα τοῦ Ὀδυσσέως σχεδία ἡ πολύδεσμος, οὐκ ἦν φασι σχεδία κυρίως. ἡ μὲν γὰρ σχεδία, πηδάλιον οὐκ ἔχει. αὐτὴ δὲ, ἕξει. πλὴν σημειωτέον ἐνταῦθα ὡς οὐκ ἤδη διατοῦτο καὶ αἱ καθ' Ὅμηρον Φαιακικαὶ νῆες, σχεδίαι ἂν λεχθεῖεν οἷα μὴ διοικούμεναι πηδαλίοις ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ἐκεῖναι γὰρ, τερατώδεις εἰσί τινες ὡς ἐκεῖ λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι λείπει τὸ ναῦς ἐν τῷ σχεδία, ἵνα λέγῃ ὁ ποιητὴς, ἐπὶ σχεδίης νηός. γίνεται δὲ ἡ σχεδία ὡς ἐῤῥέθη, ἐκ τοῦ σχεδόν. καθὰ καὶ ἐκ τοῦ ἀμφαδὸν ἀμφάδιος καὶ ἀμφαδία. Πολύδεσμος δὲ, ἡ πολλοῖς ἐνδεδεμένη γόμφοις. ὅπερ οὐδ' αὐτὸ ἡ κυρίως σχεδία ἔχει. Τὸ δὲ πήματα πάσχων, ἀντίκειται πρὸς τὸ, ἀπήμων ἦλθε. (Vers. 34.) Σχερία δὲ πάλαι ποτε, ἡ τῶν Φαιάκων νῆσος. τὸ δὲ ἀρχαιότατον, Δρεπάνη φασὶν ἐκαλεῖτο. ὕστερον δὲ, ἐκλήθη Κέρκυρα. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. κεῖται δὲ ἡ Σχερία πρὸς τῷ Ἰονίῳ κόλπῳ. φέρεται δὲ μῦθος περὶ αὐτῆς, τοιοῦτος. Δήμητρα φοβουμένη μή ποτε οἱ ἐκ τῆς ἠπείρου ἀντικρὺ τῆς νήσου ταύτης ῥέοντες ποταμοὶ, προχώσαντες αὐτὴν χεῤῥονησιάσωσιν, ἐδεήθη Ποσειδῶνος ἀποστρέψαι καὶ ἐπισχεῖν τὰ τῶν τοιούτων ποταμῶν ῥεύματα. ὧν καὶ ἐπισχεθέντων, ἀντὶ Δρεπάνης Σχερία ἐκλήθη παρὰ τὴν τῶν ῥευμάτων ἐπίσχεσιν. Ὅτι δὲ ἐρίβωλος καὶ ἄλλως δὲ εὐδαίμων ἡ τῶν Φαιάκων, αἱ ἱστορίαι λέγουσιν. Ἡ δὲ κλῆσις τῶν Φαιάκων, ἀπό τινος ἐνδόξου Φαίακος. Κέρκυραν γάρ φασι τὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
