# Commentarii ad Homeri Odysseam 1.197.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.197.1

Ἀσωπίδα Ποσειδῶν ἀγαγὼν εἰς Σχερίαν καὶ μιγεὶς, ἴσχει παῖδα Φαίακα, ἐξ οὗ οἱ Φαίακες. οὓς ἀγχιθέους ἡ ποίησις λέγει, ἢ κατὰ γένος. ἐκ Ποσειδῶνος γὰρ ὡς ἐῤῥέθη ὁ πρόγονος αὐτῶν Φαίαξ, διὸ καὶ συνδιάγουσιν αὐτοῖς θεοὶ ὡς ἐν τοῖς ἑξῆς μυθεύεται. ἢ διὰ τὴν εὐδαιμονίαν τῆς κατ' αὐτοὺς γῆς. ἢ διὰ τὸ φιλόξενον καὶ τὴν λοιπὴν ἀρετήν. ὃ καὶ κρεῖττον εἶναι δοκεῖ. ἐρεῖ γὰρ ὁ Φαίαξ Ἀλκίνοος, ὡς ἐγγὺς ἐσμὲν τῶν θεῶν καθάπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ἤγουν οὕτως ἐσμὲν φίλοι θεοῖς, ὡς ᾠκείωνται ἀλλήλοις οἱ Κύκλωπες καὶ οἱ Γίγαντες οἱ λῃστρικοί. λαβὼν ἐκεῖνος τὴν ὁμοιότητα, ἐκ τῶν ἐναντίων μὲν, ὁμοίων δὲ ὅμως κατὰ σχέσιν ποιότητος. ὡς καὶ εἴ τις εἴποι, τόσον ἡδὺ τὸ μέλι, ὅσον ἀηδὲς τὸ ἀψίνθιον. τοιοῦτον σχῆμα καὶ παρὰ Σοφοκλεῖ, ἐν τῷ, ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς. Ἰστέον δὲ ὡς οἱ ὕστερον Φαίακες εἰ καὶ ναυτικοὶ, ἀλλ' οὐ κατὰ τοὺς Ὁμηρικοὺς ἀγαθοὶ καὶ ὀρθοὶ τὴν φιλίαν. οἳ ἐν τοῖς Περσικοῖς ἑξήκοντα νῆας πληρώσαντες, μόγις τε ἀνήχθησαν ὡς ἡ ἱστορία φησὶ, καὶ σκῆψιν δὲ ὕστερον ἐποιήσαντο ὑπὸ ἐτησίων ἀνέμων κωλυθῆναι. καὶ οὕτω διεκρούσαντο τοὺς Ἕλληνας. μελετήσαντες, καὶ τὸν Πέρσην ἄλλως πως παρακρούσασθαι. Ἰστέον δὲ καὶ ὡς ἐν τοῖς ἑξῆς καὶ ἀνθρώπους διοτρεφεῖς τοὺς Φαίακας ἐρεῖ. καὶ ἔστι καὶ αὐτὸ ἑρμηνεία τις τοῦ ἀγχίθεοι. Ὅρα δὲ κάλλος παρισωτικὸν ἐν τῷ, γεγάασι. τιμήσουσι. πέμψουσι. (Vers. 38.) Τὸ δὲ ἐσθῆτα, προσηγορικῶς ἐῤῥέθη; ἀντὶ τοῦ, ἐσθῆτας. ἄλλως γὰρ οὐκ ἦν ἡ λέξις εἰς δάκτυλον χρήσιμος. (Vers. 39.) Τὸ δὲ πολλὰ, ὡς ἐπὶ κτημάτων εἶπε. κτήματα γὰρ ὁ χαλκὸς καὶ τὰ ἑξῆς ὅσα ἐκ τῆς λείας ἔλαχεν ἂν Ὀδυσσεύς. ἤγουν ἐκτήσατο διὰ συνήθους λαχμοῦ. Τὸ δὲ ἐξήρατο, ἢ ἀντὶ τοῦ ἐξαίρετο ἔλαβεν. ἢ ἐξ Ἄρεος ἤτοι πολέμου ἔσχε. κατὰ τὸ, ἐμόγησε καὶ ἤρατο. ἢ καὶ ἁπλῶς ἀντὶ τοῦ, ἦρε. Καὶ σημείωσαι δύο τούτους ἥρωας ἐν πλάνῃ πλουτήσαντας ἄλλως μέντοι καὶ ἄλλως, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Μενέλαον. (Vers. 44.) Ὅτι καὶ τῷ Ἑρμῇ καθὰ καὶ τῇ Ἀθηνᾷ πρὸ τούτων, καλὰ πέδιλα ὁ μῦθος δίδωσιν. ἀμβρόσια. χρύσεια. ἅπερ αὐτὸν ἔφερον ἐπί τε ὑγρὰν ἐπί τε ἀπείρονα γαῖαν, ὁμοίως ἀνέμου πνοαῖς. οὐ μὴν ὁμοίως πτεροῖς ἐξ ὧν οἱ κατὰ τὸν Ἑρμῆν λόγοι παρωνυμοῦνται. πτεροῦ γὰρ ταχύτερον ἄνεμος. προϊὼν μέντοι, καὶ πέτεσθαι αὐτὸν ὁ ποιητὴς ἐρεῖ ῥάβδον μετὰ χερσὶν ἔχοντα. ὅπερ οἰκειότερον Ἑρμῇ διὰ τοὺς πτερόεντας λόγους. δῆλον δὲ ὅτι ὥσπερ τοὺς κατὰ σπουδὴν τρέχοντας οἱ πόδες φέρειν λέγονται, οὕτω καὶ ὧδε τὸν Ἑρμῆν τερατωδέστερον ὡς καὶ ἀλλαχοῦ τὴν Ἀθηνᾶν, τὰ χρυσᾶ φέρει πέδιλα. ὡς δὲ ἐκ τοῦ περὶ πέδον εἰλεῖσθαι γίνεται τὸ πέδιλον καὶ ὡς διὰ τῆς ει διφθόγγου τὴν αὐτοῦ παραλήγουσαν οἱ παλαιοὶ ἔγραφον, δεδήλωται καὶ ἀλλαχοῦ. εἰς δὲ σύμβολον τοῦ κατὰ τὸν Ἑρμῆν τάχους, καὶ ὁ περὶ τὴν αὐτοῦ κεφαλὴν πλαττόμενος πέτασος εἴληπται. κατὰ τὸν εἰπόντα ὡς Ἑρμῆς πέδιλα εἶχε καὶ κηρύκειον ἐν χειρὶ, καὶ πέτασος αὐτῷ ἦν περὶ τὴν κεφαλήν. γενικὴ δὲ λέξις τὰ πέδιλα, λεγόμενα καὶ ἐπὶ γυναικῶν. εἴδη δὲ αὐτῶν μυρία ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν. οἷον διάβαθρον. γυναικεῖον δὲ αὐτὸ φόρημα. ὡς τὸ, διάβαθρον λεπτὸν φορεῖ. βαυκίδες. ὡς τὸ, φελλὸς ἐν τοῖς βαυκίσιν ἐγκεκάττυται. ἀρβύλαι αἱ καὶ ἀρβυλίδες. ἀσκέραι. περσικαί. ὧν χρῆσις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἴδια φορήματα παρὰ τῷ ποιητῇ, Ἀθηνᾶς μὲν, δόρυ. Ποσειδῶνος δὲ, τρίαινα. ἣν φέρει καὶ εἰς Αἰθίοπας ἀπιών. δι' ἧς ποιεῖ τὰ εἰς τὸν Ὀδυσσέα κακά. Ἑρμοῦ δὲ φόρημα, ῥάβδος. φησὶ γοῦν Ὅμηρος. εἵλετο δὲ ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει. τούς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν, μετὰ χερσὶν ἔχων, πέτετο κρατὺς ἀργειφόντης. ὅ ἐστι κραταιός. (Vers. 47.) Ἰστέον δὲ ὅτι τὴν τοῦ Ἑρμοῦ ῥάβδον χρυσῆν ἐνταῦθα μὴ εἰπὼν, ὅμως ἐν τοῖς ἑξῆς χρυσόῤῥαπιν αὐτὸν προσειπὼν, ἐμφαίνει τὸ τῆς ῥάβδου χρύσεον. ῥάπις γάρ φασιν, ἡ ῥάβδος. ἀφ' ἧς Ἑρμῆς χρυσόῤῥαπις. ὃν ἐχρῆν ἔχοντα χρυσᾶ πέδιλα, καὶ χρυσόῤῥαπιν εἶναι. ἀλληγορία δὲ τῆς τοιαύτης Ἑρμαϊκῆς ῥάβδου ἐνεργημάτων, τὸ τοὺς μὲν νήφοντας, κηλεῖν. τοὺς δὲ καθῃρημένους δι' ἔκλυσιν, διεργείρειν. ἢ καὶ ἄλλως ὡς θέμις λόγῳ, τοὺς μὲν ὀρθίους πλέον ἢ δεῖ καὶ ἀγήνορας, πραΰνειν διὰ πειθοῦς. τοὺς δὲ χαλίφρονας, μεριμνητὰς ποιεῖν ὡς τοῦ λόγου τοιαῦτα δυναμένου ἐν οἷς πῇ μὲν ἐπιεικεύεται καὶ παραμυθεῖται καὶ μειοῖ τὰ ἐγκλήματα ἢ καὶ τέλεον ἐξαιρεῖ αὐτά. πῇ δὲ, ἐκτραχύνει καὶ σφοδρύνει καὶ ἐρεθίζει καὶ αὔξει. ταῦτα δὴ τὰ τῆς Ἑρμαικῆς ῥάβδου τῆς ῥητορικῆς δηλονότι πειθοῦς. εἴρηται δὲ περὶ τῆς τοιαύτης ῥάβδου, καὶ ἐν Ἰλιάδι. Τὸ δὲ θέλγειν νῦν ἀντὶ τοῦ κοιμίζειν λέγεται ὥς φασιν οἱ παλαιοί. καὶ οὐδὲ νῦν ἡ λέξις ἐπ' ἀγαθῷ κεῖται, ἀλλὰ στέρησιν δηλοῖ τοῦ νήφειν. οὗ ἀνάπαλιν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
