Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.198.1
Not analysed yet
τὸ ὑπνώοντας ἐγείρειν. Τοῦ δὲ κρατὺς, οὔτε κλίσις παρὰ τῷ ποιητῇ κεῖται, οὔτέ τις ἑτεροία παραγωγὴ ἀπ' αὐτοῦ. (Vers. 50.) Ὅτι Ὁμήρου εἰπόντος ὡς Πιερίην ἐπιβὰς ὁ Ἑρμῆς, ἐξ αἰθέρος ἔμπεσε πόντῳ, οὐκ ἂν ἀπεικότως Ἡσίοδος δοκοίη ἐκ Πιερίας τὰς Μούσας ἐπικαλέσασθαι διὰ τὸ κατ' ἀλληγορίαν ἐπίηρον τοῦ λόγου τοῦ κατὰ τὰς Μούσας. ἄλλως δὲ καθ' ἱστορίαν, ὄρος παρώνυμον Πίερός τινος ἥρωος ἡ Πιερία, Μακεδονικόν. ἱερὸν Μουσῶν. περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅρα δὲ τὸ μὲν Πιερίην ἐπιβὰς, ἐπὶ γῆς οἰκείως ῥηθέν. Τὸ δὲ ἔμπεσεν, ἐπὶ πόντου καιρίως καὶ αὐτό. Σημείωσαι δὲ τὸ ἐπιβὰς αἰτιατικῇ συνταχθέν. ἕτερον ὂν παρὰ τὸ, ἐπιβὰς ἵππου ἢ ἅρματος. (Vers. 51.) Ὅτι τὸν Ἑρμῆν ὁ ποιητὴς ἐς Καλυψὼ Ἀτλαντίδα ὡς εἰς συγγενῆ σταλέντα, λάρῳ εἰκάζει. ποιητικῶς μὲν, διὰ τὸ κατὰ θυμὸν εὔπλαστον. τοιούτῳ γὰρ ἔδει ὄρνιθι παραβαλεῖν τὸν τῇ θαλάσσῃ ἑαυτὸν ἐπαφέντα, οὐ μὴν ἀετῷ ἤ τινι τοιούτῳ. ταῦτα γὰρ εἰ καὶ εὐγενῆ, ἀλλὰ οὐ πυκνόπτερα καὶ οἷα νήχεσθαι. ἀλληγορικῶς μέντοι, λάρῳ εἴκασται ὁ Ἑρμῆς, διά τε τὸ λευκὸν καὶ ὡς εἰπεῖν ἐναργὲς ἀφ' οὗ καὶ Ἀργειφόντης καλεῖται ὡς λόγος ἐναργῶς φαίνων τὰ κατὰ ψυχὴν, καὶ διότι δὲ ὁ λάρος παρηχεῖταί πως τῷ λαρῷ τουτέστι τῷ γλυκεῖ, ὡς καὶ ἐν Ἰλιάδι ἔκκειται. τοιοῦτος γὰρ ὁ Ἑρμῆς λόγος, πολὺ ἔχων τὸ λαρόν. Ἰστέον δὲ, ὅτι τὸν λάρον, τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ. ὅθεν, καὶ λάρους τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ Κέπφους, ἀπὸ κούφου ὥς φασιν οἱ παλαιοὶ ὀρνιθαρίου καὶ εὐμεταχειρίστου καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ οἱ αὐτοὶ, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατήτου. ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ καὶ ἡ κωμῳδία σκώπτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη. λοιδοροῦσα ἐκείνους, ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. (Vers. 53.) ἔστι δὲ ἡ περὶ τοῦ καθ' Ἑρμῆν λάρου φράσις, αὕτη. σεύατ' ἔπειτ' ἐπὶ κῦμα, λάρῳ ὄρνιθι ἐοικώς. ὥστε κατὰ δεινοὺς κόλπους ἁλὸς, ἰχθῦς ἀγρώσσων, πυκινὰ πτερὰ δεύεται ἅλμῃ. τοῦτο δὲ, ἴδιον τῶν ἐναλίων ὀρνίθων. οἷα τῆς φύσεως ὥς φησι Πίος, τὴν πύκνωσιν παρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διϊκνούμενον τὸ ὑγρὸν, πημαίνῃ αὐτήν. (Vers. 54.) Εἶτα τὴν παραβολὴν ἀποδιδοὺς, φησί. τῷ, ἴκελος, πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. τοῦτον δὲ, παρένθετον οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς ἐπεβληθέντα, καὶ τὸ τῆς πτήσεως ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν ἐποχούμενος καὶ μὴ ὑπερφερόμενος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται, πῶς ἔμπεσε πόντῳ; ἢ δηλονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα Ἡρακλεῖ ᾠκείωται ἢ ὁ ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς γάρ φασιν Ἡρακλεῖ ἐρίσας δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται πάντα. ἤγουν ἡττᾶται ὑφ' Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ. οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ μόνος Ἡρακλῆς βουθοίνας ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ Θάσιος αὐλητὴς, ταῦρον κατέφαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς, ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας, πάντα κατ' οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς διηριστήσατο ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα καὶ δεινὸν πέλαγος. (Vers. 52.) Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων κυριολεκτεῖται τὸ ὀχεῖσθαι. (Vers. 54.) Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω μέγα σπέος λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ μετ' ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι γλαφυροῖσιν. εἶτα διασκευάζων τὰ κατ' αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ Ἑρμῆς, καὶ οἷα τὰ τοῦ σπηλαίου πέριξ, οὐ γὰρ ἤρκει πρὸς σεμνότητα μόνον τὸ μέγα εἶναι αὐτὸ εἰ μὴ καὶ ἔκφρασις τῶν ἐκεῖ καλῶν ἐπακολουθήσει, ἃ δὴ τηλαυγὲς ὡς εἰπεῖν τὸ τοῦ σπηλαίου ἐτίθετο πρόσωπον, φησί. πῦρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο. τηλόθι δ' ὀδμὴ κέδρου τ'