# Commentarii ad Homeri Odysseam 1.199.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.199.1

εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει δαιομένων. ἥδ' ἔνδοθεν ἀοιδιάουσα ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένη, χρυσείῃ κερκίδ' ὕφαινεν. εἶτα ἐκφράζων, φησίν. ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα. καὶ ἑρμηνεύων τίς ἡ ὕλη, ἐπάγει. κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο. σκῶπες τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι. τῇσι τε θαλάσσια ἔργα μέμηλεν. ἥδ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο, ἡμερὶς ἡβώωσα. τεθήλει δὲ σταφυλῇσι. κρῆναι δ' ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ πλησίαι ἀλλήλων. τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου, θήλεον. (Vers. 73.) Τούτοις δὲ ὁ ποιητὴς ἐπάγων ἐπιφωνηματικὴν αὔξησιν, φησίν. ἔνθα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τελεφθείη φρεσίν. ὅπερ ἔπαθε καὶ ὁ Ἑρμῆς, οὐ μόνον θαυμάσας ἀλλὰ καὶ τερφθείς. ὃ δὴ οὐκ ἀεὶ συμβαίνει, ἔστι γὰρ θηήσασθαι, καὶ οὐ πρὸς τέρψιν ἀλλὰ πρὸς μόνον θάμβος. Καὶ ὅρα ἐνταῦθα ἐπιμονὴν ῥήματος διὰ τὸ καίριον. θηήσαιτο γὰρ εἰπὼν, ἐπιφέρει. ἔνθα στὰς, θηεῖτο. καὶ, πάντα θηήσατο θυμῷ. Ἰστέον δὲ ὅτι οὐχ' οἷον ἀληθῶς ἐστι τὸ τῆς Καλυψοῦς σπήλαιον, ἱστορεῖ ὁ ποιητής. ἀλλ' οἷον ἂν ὡς εἰκὸς εἴη τὸ καλῶς ἔχον εἰς ἐνδιαίτημα ἐνδόξου προσώπου. (Vers. 59.) Ἰστέον δὲ καὶ ὅτι παρὰ μὲν τῷ ποιητῇ, ἐσχάρα, τόπος ἐστὶν ἐφεστίου πυρὸς ὡς καὶ ἐν τοῖς ἑξῆς φαίνεται ὅπου Ὀδυσσεὺς ἕζεται ἐπ' ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ἐσχάριον, θυμιατήριον κοῖλον. δῆλον δ' ὅτι ἐσχάραν καὶ τὸ γυναικεῖον ἐκάλουν μόριον. ὡς δὲ καὶ ἕλκους ἐσχάρα λέγεται, δῆλόν ἐστι. Τὸ δὲ πῦρ καίετο, τὴν πυρκαιὰν συντίθησιν. ἀρχαῖον δὲ ἡ τοῦ πυρὸς χρῆσις παρὰ τοῖς ἐνδόξοις. ἣν καὶ ὁ τῆς τραγῳδίας Φιλοκτήτης ἐπαινῶν, φησὶν ὅτι οἰκουμένη στέγη πυρὸς μέτα, πάντ' ἐκπορίζει αὐτῷ ἃ ἐκεῖνος νοεῖ. (Vers. 60.) Τὸ δὲ τὴν κέδρον καὶ τὸ θύον καὶ τὴν κυπάρισσον εὐώδη εἶναι, ἱστορία ἐστὶ περὶ φυτῶν. μάλιστα δὲ ἡ κυπάρισσος εὐώδης. δάφνης δὲ τοιαύτης καὶ αὐτῆς οὔσης, οὐκ ἠθέλησε μνησθῆναι. Ὀππιανὸς δέ που, εὐώδη καὶ αὐτὴν καλεῖ. πρὸς διαστολὴν δὲ τῶν προσεχῶν κλήθρου τε καὶ αἰγείρου, εὐώδη κυπάρισσον εἶπε. Τὸ δὲ εὐκέατον, ἐτυμολογία κέδρου. ὡς οὕτω λεγομένης, παρὰ τὸ κεάσαι ῥᾷον. ὅ ἐστι κλάσαι. σχίσαι. ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἵνα πλεονάζῃ καὶ ἐπὶ τῆς κέδρου τὸ δ. Ὅρα δὲ τὸ θύον, δένδρον ὂν ἐνταῦθα ἀναντιῤῥήτως. εἰ δὲ ὁ καρπὸς αὐτοῦ εὐώδης ἐστὶ κατὰ τὸ θύον ἢ θύος ὅθεν σύνθετον μὲν ὁ θυοσκόος, παράγωγον δὲ τὸ θυόεν νέφος, ζητητέον ἑτέρωθεν. Τοῦ δὲ ὀδώδει μέσου ὑπερσυντελίκου τὸ κανόνισμα, τοιοῦτον. ὀζῶ ὀζήσω παρὰ τῷ κωμικῷ ἐν Σφηξίν. οὗ καὶ ἄλλως, ὀζέσω χρῆσις κοινῆ πρὸς ὁμοιότητα τοῦ, αἰνῶ αἰνήσω καὶ αἰνέσω καὶ τῶν ὁμοίων. ὀζῶ οὖν ὀζήσω. ὁ παρακείμενος ὤζηκα, ἐνεργητικὸς καὶ μέσος, ὦζα δισυλλάβως. ἐν γὰρ τοῖς περισπωμένοις ῥήμασι, μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου ὁ μέσος, οἷον. ὀλῶ ὀλέσω ὤλεκα, ὦλα. ὅθεν Ἀττικὸν ὄλωλα. ὤζηκα τοίνυν, ὁ μέσος ὦζα. καὶ Ἀττικῶς, ὄζωζα. καὶ τροπῇ Δωρικῇ τῶν δύο ζῆτα εἰς δύο δέλτα ὡς καὶ ἑτέρωθι δηλοῦται, ὄδωδα. ὑπερσυντέλικος ὠζώζει καὶ ὠδώδει μετὰ δύο Ἀττικῶς αὐξήσεων. καὶ Ἰωνικῶς ὀδώδει συστολῇ τῆς ἀρχούσης. τοιοῦτον δὲ καὶ μετ' ὀλίγα, τὸ ὀρώρει. ὀρῶ γὰρ τὸ διεγείρω. μέλλων, ὀρήσω. ἐξ οὗ ὤρηκα. μέσος, ὦρα καὶ Ἀττικῶς ὄρωρα. ὃς ὑπερθέσει χρονικῇ, γίνεται ὤρορα, ὑπερσυντέλικος κοινὸς, ὠρώρειν. καὶ Ἰωνικῶς ὀρώρειν. οὗ τρίτον, ὀρώρει δ' οὐρανόθεν νύξ. δῆλον δ' ὅτι οὐ μόνον ταπεινοῦνται μυριαχοῦ χρονικαὶ αὐξήσεις Ἰωνικῶς, ἀλλὰ καὶ ἐκ βραχέων μηκύνονται Ἀττικῶς. ὡς ἐν τῷ, ἠβουλόμην. ἠδυνάμην. ἤμελλον. ἤδη δὲ καὶ ἐν τῷ διηκόνουν, εἰ καὶ ἄλλως αὐτὸ ἐκ τοῦ διαεκόνουν κεκράσθαι δοκεῖ. (Vers. 62.) Τὸ δὲ ἱστὸν ἐποίχεσθαι καὶ ᾄδειν, οὐκ ἀγεννὲς ἐνδόξοις γυναιξίν. ὡς καὶ ἡ Κίρκη δηλώσει ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ, ἱστὸν ἐποίχεσθαι. σύνηθες ὂν οὕτω φράζειν τῷ ποιητῇ. καὶ ὅτι πολυτελὴς ἡ κερκὶς τῇ Καλυψοῖ. ἀπὸ χρυσοῦ γάρ. καὶ ὅτι οὐκ εὐτελὴς ὁ ἱστός. οὐ γὰρ ἂν ἐποιχομένη οὕτως ἐκέρκιζεν. ὠνοματοπεποίηται δὲ ἡ κερκὶς ὥσπερ καὶ τὸ κρέκειν. ἐξ οὗ καὶ αὐτὴ καὶ ὄρνεόν τι ἡ κρὲξ, παράγονται. (Vers. 64.) Ἡ δὲ κλήθρη, φυλάσσει μέχρι καὶ νῦν τοὔνομα, ὑποβαρβαριζομένη διὰ προσθήκης τοῦ σ. Αἴγειρος δὲ, ταπολλὰ μὲν, ἐρημάζει. φυλάττουσα μέχρι καὶ νῦν πολλαχοῦ τὸ ὄνομα. ἡ δὲ ἱστορία, ἔχει καὶ ἐν Ἀθήναις αἴγειρον ἐπιμεληθεῖσαν. ὃ πάσχει παρὰ τοῖς φιλοκάλοις καὶ ἡ κυπάριττος. ἦν γοῦν φασιν αἴγειρος Ἀθήνῃσιν ἐπάνω τοῦ θεάτρου ἀφ' ἧς ἐθεώρουν οἱ μὴ ἔχοντες τόπον. ὅθεν καὶ ἡ ἀπ' αἰγείρου θέα ἐλέγετο. καὶ παρ' αἴγειρον θέα, ἡ ἀπὸ τῶν ἐσχάτων. καὶ ἦν φασιν εὐωνοτέρα ἡ παρ' αἴγειρον θέα. (Vers. 65.) Τὸ δὲ τανυσίπτεροι κοινὸν ἐπίθετον πτηνῶν ἃ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
