# Commentarii ad Homeri Odysseam 1.2.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.2.1

λεστέρα. ἤδη δὲ καὶ ὀξυτέρα διὰ τὰ ἐν φαντασίᾳ ἐπιπολαίου ἀφελείας βάθη τῶν νοημάτων, ὡς οἱ τεχνικοὶ λέγουσι. τοῦτο γάρ ἐστιν ὀξύτης ῥητορικὴ, νοημάτων βαθύτης ἐν ἐπιπολαζούσῃ ἁπλότητι. Ἰστέον δὲ ὅτι πάνυ γλίσχρα τὰ τῆς ὑποθέσεως ἐν τῷ βιβλίῳ τούτῳ, καὶ ἄσπορα, καὶ ὀλιγόϋλα. καὶ εἰ μὴ ὁ ποιητὴς ἐξεύρισκεν, οἷος αὐτὸς, μηχανὰς πλατυσμοῦ τῇ ποιήσει ἄλλοτε ἄλλας, οἷον, τὸν τοῦ Τηλεμάχου πλοῦν. τὴν παρὰ τοῖς Φαίαξι μακρὰν ἀδολεσχίαν. τὰ παρὰ τῷ Εὐμαίῳ λαμπρὰ ψεύσματα καὶ τὰ ἄλλα, ἐν στενῷ κομιδῆ ἔκειτο αὐτῷ τὰ τῆς κατὰ ποίησιν διασκευῆς. Ὁ δ' ἀλλὰ ταῦτα καὶ τοιαῦτα πολλὰ τεχνασάμενος, τὴν στενὴν ἀτραπὸν τῆς τοῦ βιβλίου περιπετείας, εὐρύναι πρὸς πεδιάδα λογογραφίας ἐξίσχυσε. καὶ ὡς ἐκ χειμαῤῥώδους λιβάδος, πλήθοντας ῥητορείας ἐξέῤῥευσε ποταμούς. ὁποῖοι οὐχήκιστα καὶ τὴν Ἰλιάδα περιλιμνάζουσιν. εἰ καί τις Τιμόλαος, ὁ εἴ τε Λαρισσαῖος εἴ τε Μακεδὼν εἴ τε καὶ ἄμφω, λειψυδρίαν οἷον ἐκεῖ καταγνοὺς τοῦ ποιητικοῦ Ὠκεανοῦ, ὠχετήγησε μισγαγκείας τινὸς δίκην, σιέλους ὥσπέρ τινας ἢ μύξας τὰ παρ' ἑαυτοῦ. λέγεται γὰρ ὅτι παρενέβαλε τῇ Ἰλιάδι ἐκεῖνος, στίχον πρὸς στίχον. ἐπιγράψας τὸ σύγγραμμα, Τρωϊκά. οἷον, μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης. οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε μαρναμένοις ὅ τε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. πολλάς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, Ἕκτορος ἐν παλάμῃσι δαϊζομένων ὑπὸ δουρί. καὶ οὕτω μὲν ὁ εἰρημένος Τιμόλαος τὴν Ὁμηρικὴν Ἰλιάδα, ὡς οἷον ὀνθυλεύσας ἐλίπανε. Τρυφιόδωρος δέ φασιν ἀνάπαλιν αὐτοῦ δραμὼν, Ὀδύσσειαν λειπογράμματον ποιῆσαι ἱστόρηται, ἀπελάσας αὐτῆς τὸ σίγμα. τάχα μὲν, οὕτω τηνάλλως. ἴσως δὲ, καὶ ἵνα μὴ ψελλὸς ὢν, ἀχρειοῖ τὴν λαλιὰν δι' αὐτοῦ. καθὰ καὶ οἱ τραυλίζοντες, ἀπέχονται τοῦ ρ στοιχείου, ἵνα μὴ ὁ τραυλισμὸς αὐτοὺς ἐλέγχῃ. ὅτι δὲ ὁ τοῦ σίγμα ἦχος καὶ ἄλλως λυπεῖν οἶδεν ἀκρόασιν διὰ τὸ συχνὸν τοῦ σιγμοῦ ὅτε στοιβάζεται ὡς ἐν τῷ, ἔσωσά σ' ὡς ἴσασι καὶ ἑξῆς τὸ τοῦ Εὐριπίδου, δηλοῖ καὶ ὁ πρός τινα ἐν διπλασιασμοῖς τοῦ τ ἀττικίζοντα, εἰπὼν, ὡς εὖ γέ σοι ὅτι ἀπήλλαξας ἡμᾶς τῶν σιγμάτων Εὐριπίδου. καὶ ταῦτα μὲν τοιαῦτα. ὁ δὲ τοιοῦτος ποιητής. ὁ λόγῳ πλουτῶν. οὗ φράσαι ἀμείνων οὐδείς. ὁ διασκευάσαι δεινότατος. ὁ διηγήσασθαι πιθανώτατος. ὁ πάσης τῆς ἐν λόγοις τέχνης καθηγητής. ἐξ οὗ οἷά τινος ὠκεανοῦ, πάντες, ποταμοὶ καὶ πᾶσαι λογικῶν μεθόδων πηγαὶ, ὅμως οὐδ' αὐτὸς ἐξέφυγε παρεγγράπτου γραφὴν συγγραφῆς. φασὶ γὰρ Ναυκράτην τινὰ ἱστορῆσαι, ὡς ἄρα Φαντασία γυνὴ Μεμφῆτις, σοφίας ὑποφῆτις, Νικάρχου θυγάτηρ, συντάξασα τόν τε ἐν Ἰλιάδι πόλεμον καὶ τὴν Ὀδυσσέως πλάνην, ἀπέδοτο τὰς βίβλους εἰς τὸ κατὰ Μέμφιν τοῦ Ἡφαίστου ἄδυτον. ἔνθα τὸν ποιητὴν ἐλθόντα, λαβεῖν παρά τινος τῶν ἱερογραμματέων ἀντίγραφα, κἀκεῖθεν συντάξαι τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν. ὅτι δὲ ἢ Αἰγύπτιος ὁ ποιητὴς ἢ εἰς Αἴγυπτον φοιτήσας ἐμαθήτευσε τοῖς ἐκεῖ, ἱστοροῦσι τινές. καὶ ἐν τῷ περὶ τῶν πλαγκτῶν δὲ λόγῳ ἐν τοῖς ἑξῆς τοῦ βιβλίου τούτου τεθήσεταί τις ἱστορία τούτου δηλωτική. σωφροσύνη δὲ τῆς ποιήσεως ταύτης ὁ κεφαλαιωδέστατος σκοπός. καὶ φιλανδρίαν δὲ παιδεύει ἔννομον τὸ βιβλίον τοῦτο, προθέμενον τὴν Πηνελόπην εἰς ἀμφοτέρων ἀρχέτυπον. ἤδη δὲ καὶ ἀδικίας ἀπέχεσθαι ὑποτίθησιν, οἷς τοὺς μνηστῆρας οὐ δίκαια πλημμελοῦντας, ἀπαλλάττεσθαι οὐκ εὖ ἱστορεῖ. ὅσα δὲ καὶ ἄλλα σποράδην ὁ ποιητὴς παιδεύει νόμῳ οἰκείῳ, βιωφελὴς γὰρ πᾶσα ποίησις, τὰ κατὰ μέρος τοῦ βιβλίου διδάξουσιν. ἀναπληροῖ δέ πως καὶ τὴν Ἰλιάδα ἡ βίβλος αὕτη. ἃ γὰρ ὁ ποιητὴς ἐκεῖ ἐνέλιπεν, ἐνταῦθα προσανεπλήρωσε. καὶ ἔστιν ἐνταῦθα δίχα τῶν ἄλλων, Ἀχιλλέως τὲ θάνατον εὑρεῖν τὸν ἐκεῖ σιγηθέντα. καὶ Αἴαντος τοῦ τε μεγάλου καὶ τοῦ Λοκροῦ ἅπερ ἐκεῖ οὐκ ἔγνωμεν. καὶ ἀριστείαν Νεοπτολέμου. καὶ δόλον Ὀδυσσέως ὅτε Τρώων πόλιν κατέδυ. καὶ τὰ κατὰ τὸν δούρειον ἵππον. καὶ ἄλλα ὧν οὐδὲν ἀριδήλως τῇ Ἰλιάδι ἐντέθειται. καὶ ὅλως, καρύκευμά τι τῷ ποιητῇ ἐνταῦθα τὰ τῆς Ἰλιάδος ἐστὶν ἐλλείμματα. ἔσται δὲ ἡμῖν κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι τῆς μεταχειρίσεως ἡ ἐπιβολὴ, οὐ κατὰ ἐξήγησιν ἧς ἄλλοις ἐμέλησεν, ἀλλὰ κατ' ἐκλογὴν τῶν χρησίμων τοῖς ἐπιτρέχουσι καὶ μὴ ἐν εὐχερεῖ ἔχουσιν ἑαυτοὺς ἐπαφιέναι τῷ τῆς ποιήσεως πλάτει σχολαίτερον. πολλὰ δὲ τῶν τῇ Ὀδυσσείᾳ ἐγκειμένων ἐν ταῖς τοιαύταις παρεκβολαῖς σεσίγηνται, διὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς εἰρῆσθαι περὶ αὐτῶν. ἀρχὴ δὲ τῶν Ὀδυσσειακῶν παρεκβολῶν ἐντεῦθεν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
