Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.201.1
Not analysed yet
ὅτι εἴπερ ἄμπελός ἐστιν ἡ ῥηθεῖσα ἡμερὶς, εἰκὸς αὐτὴν καὶ αὐτόματον εἶναι κατὰ τὰ ἐν τῇ γῇ τῶν Κυκλώπων. ἔτι δὲ καὶ ἀναδενδράδα. οὐ γὰρ χαμαὶ εἷρπε ταῖς ὄσχαις ὅ ἐστι τοῖς βοτρυηφόροις κλήμασιν, ἀλλὰ τετάνυστο περὶ σπείους. καὶ εἴη ἂν καὶ αὐτὴ, ἁμάμαξυς. κατὰ τὸν εἰπόντα, ἁμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. ὅτι δὲ καὶ διάφορα εἴδη ἀμπέλων, οἱ παλαιοὶ δηλοῦσιν. ἐν αἷς καὶ ἡ ξυστὰς, εἰκῇ φασι πεφυτευμένη ἄμπελος. καὶ ἡ σταχὰς, ἡ κατὰ στοίχους δηλαδή. (Vers. 69.) Τὸ δὲ ἡβώωσα, μετήνεκται ὅθεν καὶ τὸ, ἡβηδὸν ἀνελεῖν, ἀντὶ τοῦ κατὰ ἥβην ὅ ἐστι πάντας τοὺς ἡβῶντας. (Vers. 70.) Αἱ δὲ κρῆναι προϋπόκεινται, ἵνα πιθανεύσηται τοὺς λειμῶνας ὁ ποιητής. οἷς χρεία ὕδατος τοιούτου. Λευκὸν δὲ ὕδωρ τὸ κρηναῖον τοῦτο, διὰ τὸ ἀβαθές. τὸ γὰρ βαθὺ μέλαν φαίνεται. ὡς δὲ τοῦ λευκοῖ παράγωγον τὸ λευκαίνειν, αὐτοῦ δὲ ἡ λεκάνη, ἐς τοσοῦτον εἰρήσθω. (Vers. 71.) Τὸ δὲ πλησίαι, ὡς ἀπὸ ἀρσενικοῦ εἴρηται, ὁ πλησίος. ὃ καὶ ἀλλαχοῦ φαίνεται. οὗ ἡ αἰτιατικὴ παρήγαγε τὸ πλησίον ἐπίῤῥημα. (Vers. 72.) Λειμῶνες δὲ μαλακοὶ, ἐν οἷς ἐστι μαλακῶς ἐνεύδειν. ἀφ' ἧς ἐννοίας καὶ λεχεποίης που λέγεται ποταμός. ἅμα δὲ καὶ πρὸς διαστολὴν τῆς κραναῆς γῆς. ἐκείνη γὰρ οὐ μαλακή. Τὸ δὲ ἴου, σίου τινὲς γράφουσιν, ὃ καὶ κρεῖττον. ὡς καὶ πολλοῖς ἀρέσκει τῶν παλαιῶν. ἴα γὰρ ἐν λειμῶσιν οὐκ εἰσὶν, ἀλλὰ σία, ὡς μέχρι νῦν φαίνεται. οἷς καθὰ καὶ τοῖς σελίνοις, χρεία δαψιλοῦς ὕδατος. θάλλουσι γὰρ πλέον ἐν αὐτῷ. διὸ καὶ πηγὰς προανέῤῥηξεν ὑδάτων ὡς ἐῤῥέθη ὧν χωρὶς οὐκ ἔστι θάλλειν αὐτά. εἰ δ' ἔστιν ἐνταῦθα ἴου μνεία, ἰστέον ὅτι τὲ εἰ καὶ μὴ ἐν μέσοις ὕδασιν, ἀλλ' οὖν, ἔνθεν που καὶ ἐκεῖθεν εἰκὸς ἦν παραπεφυκέναι ἴα. ὧν χροὰ, οὐ μόνον πορφυρέα καὶ κιῤῥὰ, ἀλλὰ καὶ λευκὴ δι' ἣν λευκόϊα τὰ τοιαῦτα καλοῦνται. καὶ ὅτι τὸ ἴον, ἔκ τινων Ἰάδων νυμφῶν ἔσχε τὴν κλῆσιν, χαρισαμένων αὐτὸ Ἴωνι πρώτῳ, καὶ ἐκλήθη ἐντεῦθεν ἴον, παρωνύμως ταῖς τε Ἰάσι καὶ τῷ λαβόντι τὴν χάριν Ἴωνι. καὶ ὅτι καὶ τὸ κρίνον τὸ καὶ λείριον κατά τινας ἴον ὑπ' ἐνίων ἐκαλεῖτο, καὶ ταῦτα μὲν, περὶ ἴου. Περὶ δὲ σελίνου, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν τοῖς προκειμένοις δὲ, εἰπεῖν ἀρκέσει ὅτι τὸ μὴ βραχὺ ἀλλ' εὐγενὲς ἢ καὶ εὐμέγεθες ἢ παχὺ σέλινον, ἱπποσέλινον ἐλέγετο. οἷα τοῦ ἵππου πρὸς ἔνδειξιν μεγέθους κειμένου καθὰ καὶ ἐν τῷ ἱππομανὴς Αἴας ἤγουν ὁ πάνυ μανιώδης. τοῦτο δὲ, πρὸς ὁμοιότητα τοῦ βοῦς ἐπενοήθη, ἐπὶ καὶ ὁ βοῦς ἐπιτείνει ἐν τῷ βου ἐπιτατικῷ μορίῳ. εἴρηται γὰρ καὶ ἐν τοῖς κατὰ τὴν Ἰλιάδα, ἐκ βοὸς εἰλῆφθαι τὸ τοιοῦτον ἐπίῤῥημα, διὰ τὸ τοῦ ζῴου μέγεθος. οὗ περ ἅπτεται καὶ ὁ εἰπὼν τὸ, μέγας δὲ πλευρὰ βοῦς. ὅτι δὲ Πτολεμαῖος Αἰγύπτου βασιλεὺς ὁ εὐεργέτης, ἠξίωσε γραφῆναι παρ' Ὁμήρῳ τὸ, λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου, οὐ μὴν ἴου, ἴα γὰρ μετὰ σελίνων μὴ φύεσθαι ἀλλὰ σία, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων καὶ ὅτι τὰ σία, φυτὸν σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Τοῦ δὲ θήλεον, μέλλων θηλήσω, ἀπὸ περισπωμένου γὰρ κέκλιται ῥήματος, καὶ οὐκ ἀπ' αὐτοῦ δὴ τοῦ θάλλειν βαρυτόνου. Ἐν δὲ τῷ, καὶ ἀθάνατος ἰδὼν θηήσαιτο καὶ ἑξῆς, περιαυτολογεῖ ὁ ποιητὴς ἀποδεξάμενος ἑαυτὸν τῆς ἐκφράσεως. καὶ ἐκφράσει μὲν ἐν τοῖς ἑξῆς Ὅμηρος, καὶ τὰ τοῦ Ἀλκινόου σεμνὰ ἔνθα στὰς ὁ Ὀδυσσεὺς πάντα θηεῖται. οὐ μὴν ἐρεῖ καὶ θεοῖς εἶναι θηητὰ ἐκεῖνα. (Vers. 77.) Ὅτι πιθανὸς ὅτι μάλιστα ὢν ἐν τοῖς πλάσμασιν ὁ ποιητὴς, ἐν μὲν θνητοῖς προσώποις παρ' οἷς καὶ ἄγνοια, οἶδεν ἐρωτᾶν τίς πόθεν εἶς ἀνδρῶν. καὶ πορίζεσθαι οὕτω λόγων λαβάς. παρὰ δὲ ἀθανάτοις, οὐκ ἔχει οὕτω ποιεῖν. διὸ φησὶν ἐνταῦθα ὡς ἡ Καλυψὼ οὐκ ἠγνοίησεν ἰδοῦσα τὸν Ἑρμῆν. οὐ γάρ τ' ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι. οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει. τοῦτο δὲ δύναται παρῳδηθῆναι καὶ εἰς ἄνδρας ἐνδόξους οἳ τῇ φήμῃ γνωρίζονται καὶ εἰ μακράν που οἰκοῦντες τυγχάνουσιν. (Vers. 81.) Ὅτι δεινῶς μεθοδεύει ὁ ποιητὴς, μὴ εἶναι τὸν Ὀδυσσέα ἔνδον παρὰ τῇ Καλυψοῖ ὅτε εἰς αὐτὴν ἦλθεν Ἑρμῆς. ποιεῖ δὲ τοῦτο, ἵνα πρόφρασσα κατὰ τὸν ποιητὴν δόξῃ χαρίσασθαι αὐτῷ ἡ Καλυψὼ τὸν πλοῦν ἀφ' ἑαυτῆς, καὶ ὀφλήσῃ ἐκεῖνος χάριν αὐτῇ. φησὶ γοῦν ὅτι ἐπ' ἀκτῆς κλαῖε καθήμενος ἔνθα πάρος γε. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. ὅ ἐστι διατέμνων. διασχίζων. ἐξ οὗ καὶ τὸ ἐρείκειν. καὶ φυτὸν ἐρείκη. καὶ ὄσπρια ἐρεικτά. ἢ, ἐρέθων, ἀντὶ τοῦ ἐρεθίζων. πλεονασμῷ τοῦ χ. προϊὼν δὲ, περὶ Ὀδυσσέως ἐρεῖ καὶ ὡς οὐδέ ποτ' ὄσσε δακρυόφιν τέρσοντο. κατείβετο δὲ γλυκὺς αἰὼν, νόστον ὀδυρομένῳ ἐπεὶ οὐκέτι αὐτῷ ἥνδανε νύμφη. καὶ ὅτι νύκτας μὲν, ἴαυε καὶ ἀνάγκῃ ἐν σπέσι γλαφυροῖς παρ' οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ. ἤματα δ' ἐν πέτραις καθίζων ἐπ' ἀκτῇ, δάκρυα ἔλειβε πόντον ἐπ' ἀτρύγετον δερκόμενος. εἰ γὰρ καὶ αἰψηρὸς ὁ τοῦ γόου κόρος, ἀλλὰ