# Commentarii ad Homeri Odysseam 1.206.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.206.1

γυναικεῖον τὴν πλοκαμῖδα εἶναι δηλοῦσιν. ἣν καὶ κορυφαίαν φασὶν, ἤγουν κορυφήν. τὴν δ' αὐτὴν, καὶ σκόλλυν καὶ κρέκαν μετὰ τοῦ ν ἢ καὶ χωρὶς τοῦ ν. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. κρέκαν καὶ κορυφαίαν, τὸ αὐτό. καὶ σκόλλυν. μάλιστα δὲ Ἀττικοὶ πλοκαμῖδα. καὶ ἴσως ἐντεῦθεν καὶ εὐπλοκαμῖδες Ἀχαιαὶ, ὡς εὐκόσμητοι. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ πλέκω μὲν, αἱ εἰρημέναι λέξεις παρήχθησαν. ἐκ δὲ τοῦ πέπλεχα, οὐ μόνον οἱ ἐν τῇ Ἰλιάδι πλοχμοὶ, ἀλλὰ καὶ τὸ πλόχανον. ἔστι δὲ αὐτὸ, πλέγμα τι κατὰ τοὺς παλαιοὺς, ᾧ καθαίρεται σῖτος. καὶ δοκεῖ κοσκινοειδές τι ἐκεῖνο εἶναι. οὗ ἀναλογία κατὰ τὸ, ὄχανον. κόπανον. ξόανον. ἕδρανον. ἤρανον. ἐξ οὗ πληθυντικὸν κατὰ συγκοπὴν, ἦρα καὶ ἐπίηρα. Πλοχμῷ δὲ ἀνάλογον, ὀχμός. οὗ ὄνομα παράγωγον ἀνάττικον μὲν τὸ νεοχμός. Ἀττικὸν δὲ, ὁ συνεοχμὸς οὗ καὶ παρ' Ὁμήρῳ χρῆσις. ὧν θέμα, τὸ ἔχω. ἀφ' οὗ λόγῳ μὲν παρακειμένου ἐνεργητικοῦ ἀῤῥήτου τὸ, πέτρης ἔχμα, Ὁμηρικῶς. ἤγουν κράτημα. συνοχή. μέσου δὲ παρακειμένου τολμήσαντος οὐδ' αὐτοῦ ἐκφωνηθῆναι, τὸ πρόεγμα διὰ τοῦ γάμμα στοιχείου, καθ' ὁμοιότητά τινα τοῦ, βρεχμὸς καὶ βρέγμα. ἔστι δὲ πρόεγμα ὡς δηλοῖ ὁ Σουΐδας, στήριγμα. ὥστε εἶναι ἀπὸ τοῦ ἔχω, τὸ ἔχμα τὸ πρόεγμα. τὸν ὀχμόν. οὗ ῥῆμα ὀχμάζειν παρ' Εὐριπίδῃ. καὶ τὸν συνεοχμόν. καὶ τὸν νεοχμόν. τοῦ ἔχειν δὲ πάντως ἐξέχονται, καὶ ἡ ἐν ἄλλοις ῥηθεῖσα ὄχη τὸ ὄρος. καὶ τὸ ὄχα καὶ ἔξοχα. καὶ τὸ ὀχεῖν καὶ ὀχεύειν. καὶ τὸ ὀχεῖον. καὶ ἄλλα. καὶ ταῦτα μὲν οὕτω λελέχθω καὶ ἐς τοσοῦτον. (Vers. 127.) Τὸ δὲ ᾧ θυμῷ εἴξασα τουτέστι τῇ οἰκείᾳ ἐπιθυμίᾳ, παντελῶς ἑτεροῖόν ἐστι τοῦ, ᾧ θυμῷ μεγαλήτορι εἴξας. ἐκεῖνο γὰρ ἐπὶ θυμοῦ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ μίγη φιλότητι, πρὸς διαστολὴν ἑτέρων φησὶ μίξεων. μίγνυνται γὰρ καὶ ὑγρὰ πρὸς ἄλληλα. καὶ στρατεύματα δὲ ἐν μάχῃ. Τὸ δὲ καὶ εὐνῇ, ἐφερμηνευτικόν ἐστι τῆς ἐνταῦθα φιλότητος. ἵνα μὴ ἡ ἁπλῶς φιλία νοηθείη. Τρίπολος δὲ νειὸς, ἡ τρίτον ἐστραμμένη. πωλεῖν γάρ φασι τὸ ἀναστρέφειν. Καὶ ὅρα ὅτι τὸ μὲν πωλεῖν, διὰ τοῦ ω μεγάλου παρὰ τῷ ποιητῇ ὥσπερ καὶ τὸ πωλέσκω, καὶ ἡ εὔπωλος γῇ. ἡ δὲ τρίπολος, διὰ τοῦ ο μικροῦ. (Vers. 130.) Τὸ δὲ περιτρόπιος βεβαῶτα, ἀντὶ τοῦ περιβάδην ἐποχούμενον τῇ τρόπει δίκην κέλητος. ὡς ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. (Vers. 128.) Ἀργὴς δὲ κεραυνὸς ὀξυτόνως πρὸς διαστολὴν βαρυτόνου κυρίου μυθικοῦ, τοῦ Ἄργης. ᾧπερ ἀδελφὸς ἦν, Βρόντης καθ' Ἡσίοδον. ἐσκεύαζον δέ φασι αὐτοὶ τῷ Διῒ ὁ μὲν κεραυνοὺς ὁ δὲ βροντάς. βέλη ταῦτα δίϊα. οἷς ὁ βλαβεὶς, διόβλητος ἦν. εἰκὸς δὲ μηχανικοὺς ἀνθρώπους αὐτοὺς εἶναι. τεχνωμένους ὁμοίως Ἀρχιμήδει, τὰς δι' ἐνόπτρων ὡς οἷον ἀστραπαίας καύσεις οὗ μιμητὴς καὶ Ἀνθέμιος ὁ παρὰ τῷ Ἀγαθίᾳ. Ἔτι δέ, τεχνικῶς κτυποῦντας βροντῶδες. ὁποῖος ὑπονοεῖται καὶ ὁ Σαλμωνεύς. Κεραυνὸς δὲ γίνεται, παρὰ τὸ κείρειν καὶ αὔειν. ὁ φθείρων δηλαδὴ ἐν τῷ καίειν. Τὸ δὲ νῆα ἔλσας, ἀντὶ τοῦ ἐλάσας. κρούσας. πλήξας. (Vers. 132.) Τὸ δὲ ἐκέασεν, ἀντὶ τοῦ διέσχισεν ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. ἴσως δὲ καὶ τὸ ἐκέδασεν ἐκ τούτου γίνεται πλεονασμῷ τοῦ δ. ἵνα πως εἴη ταυτὸν τὸ ἐκέασε καὶ τὸ ἐκέδασεν, ἤδη δὲ καὶ τὸ ἐξετίναξε. διὸ ἐν τοῖς ἑξῆς, τὴν αὐτὴν σχεδίαν τὸ κῦμα διατινάξει. οὐ μὴν δὲ, ἀλλὰ καὶ δούρατα μακρὰ διασκεδάσει. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ κεάσαι, εὕρηνται καὶ ἀκέανοι, σπορίμου εἶδος. περὶ οὗ φησὶν Αἴλιος Διονύσιος, ὅτι ἀκέανοι, τὰ ἐν φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. φέρων καὶ χρῆσιν Φερεκράτους, ταύτην. κυάμους. φακῆν. ζείας. αἴρας. ἀκεάνους. (Vers. 137.) Ὅτι ὁ διὰ φόβον μεγάλου προσώπου καταφρονῶν τοῦ σῶσαί τινα, εἴποι ἂν ὣς ἐπεὶ οὔπως ἐστὶ τὸν τοῦ δεῖνος νόον οὔτε παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι. ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. τί δὲ τὸ παρὲξ ἐλθεῖν καὶ τὸ ἁλιῶσαι, πρὸ ὀλίγων εἴρηται. (Vers. 142.) Συμβούλου δὲ ἀγαθοῦ τὸ, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ' ἐπικεύσω, ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. (Vers. 146.) Προθυμοποιὸν δὲ εἰς τοιαύτην βουλὴν τὸ, οὕτω νῦν ἀπόπεμπε. θεοῦ δ' ἐποπίζεο μῆνιν μήπως τοι μετόπισθε κοτεσσάμενος χαλεπῄνῃ. ἐν τούτοις δὲ καὶ τὴν ὄπιν ἐτυμολογεῖ, ἥτις ἐστὶ τῶν μετόπισθεν ἤτοι τῶν μελλόντων θεία ἐπιστροφή. (Vers. 160.) Τὸ δὲ, κάμμορε μή μοι ἔτ' ἐνθάδε ὀδύρεο μὴ δέ τοι αἰὼν φθινέτω, παραμυθητικοῦ λόγου ἐστίν. αἰῶνα δὲ λέγει, τὴν ζωήν. ἣ φθίνει τοῖς μακροῖς θρήνοις. οὕτω καὶ ἀνωτέρω τούτων τὸ, κατείβετο γλυκὺς αἰὼν. ὅ ἐστιν ἐν δάκρυσι λειβόμενος κατετήκετο. (Vers. 141.) Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ, καὶ ἐρημία δηλοῦται τῆς κατὰ τὴν Καλυψὼ νήσου ἐν τῷ, μήτε νῆας παρεῖναι μήτε τοὺς τὸν Ὀδυσσέα πέμψοντας ἑταίρους. ἐν οἷς πιθανολογεῖται τὸ τὸν Ὀδυσσέα μονήρη πλεῦσαι. (Vers. 162.) Ὅτι λέξις ναυπηγικὴ, τὸ ἁρμόζεσθαι. φησὶ γοῦν ἡ Καλυψὼ πρὸς Ὀδυσσέα.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
