# Commentarii ad Homeri Odysseam 1.207.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.207.1

ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν, ἁρμόζεο χαλκῷ εὐρείην σχεδίην. ἐκ τοιαύτης δὲ ἐννοίας, καὶ Ἁρμονίδης Φερέκλου πατὴρ τοῦ τὰς ἀρχεκάκους νηῖας τῷ Πάριδι τεκτήναντος. (Vers. 163.) Ὅρα δὲ τὸ, εὐρείην σχεδίην. δι' οὗ δηλοῦται, ὡς οὐ κυρίως αὕτη σχεδία εἴπερ εὐρεῖα. οὐ γὰρ αἱ κυρίως σχεδίαι τοιαῦταί εἰσιν. ὅτι μὴ δὲ πολύδεσμοι ἐκεῖναι. ἐπιφέρει δὲ ἡ Καλυψὼ καὶ τὸ, αὐτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ' ἠεροειδέα πόντον. λέγει δὲ ἴκρια νῦν, ὀρθὰ ξύλα τὰ καὶ ἐγκοίλια. ὧν ἄνω, τὰ καταστρώματα τῆς νηός. Τὸ δὲ πῆξαι ἐπ' αὐτῆς ὃ ἐστὶν ἐπὶ τῆς σχεδίας νηός, οὐ παραλόγως ἂν ῥηθείη ἀγαγεῖν εἰς νοῦν ὕστερον τὸ καθ' ἱστορίαν τῆς ναυπάκτου ὄνομα. (Vers. 602.) Τὸ δὲ ὑψοῦ, ἢ τοῖς ὄπισθε συντακτέον ἵνα ᾖ πῆξαι ἐπ' αὐτῆς ἴκρια ὑψοῦ. ἢ τοῖς μετ' αὐτό. ἵνα λέγῃ, ὥς σε φέρῃσιν ὑψοῦ. τουτέστιν, ἐπ' ἠεροειδέα πόντον. πρὸς ὁμοιότητα τοῦ, ὑψοῦ ἐν νοτίῳ. (Vers. 165.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, αὐτὰρ ἐγὼ σῖτόν τε καὶ οἶνον ἐρυθρὸν ἐνθήσω μενοεικέα, ἃ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τ' ἀμφιέσω, καὶ τὰ ἑξῆς δὲ, χρησιμεύσει ἐὰν παρῳδηθῇ, οἷον. ὡς ἂν ἀσκηθὴς οἴκαδε ἵκοιο αἴκε θεὸς ἐθέλῃ ὃς οὐρανὸν εὐρὺν ἔχει. ὅς μευ φέρτερός ἐστι νοῆσαί τε. ἤγουν κρᾶναι καὶ τελειῶσαι τὸ νοηθέν. ὃ πλείονός ἐστι δυνάμεως. πολλοὶ γὰρ, νοοῦσι μὲν οὐ κραίνουσι δὲ, ὡς μὴ ἰσχύοντες. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ καὶ εἰπεῖν καὶ πρᾶξαι δεινὸς, φέρτερος ἂν λεχθείη νοῆσαί τε κρῆναί τε. Ἐν τούτοις δὲ, ἡ μυθικὴ Καλυψὼ, κρείττους ἑαυτῆς εἶναι ὁμολογεῖ τοὺς οὐρανίωνας. (Vers. 166.) Τὸ δὲ ἃ λιμὸν ἐρύκοι, ἐφερμηνευτικόν ἐστι τοῦ μενοεικέα. ἐπεὶ, καὶ ταυτόν ἐστι βρῶμα τὸ ἐπαρκοῦν μένει καὶ τὸ ἐρύκον λιμόν. (Vers. 173.) Ὅτι ὁ μὴ πιστεύων ὑπισχνουμένῳ τινὶ, ἐρεῖ ἄν. ἄλλό τι δὴ σὺ τόδε μήδεαι. καὶ εἴτι δὲ ἄλλο χρήσιμον τῶν ἐφεξῆς. (Vers. 174.) Ὅτι τὸ, κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, εἴ ποι ἄν τις παροιμιακῶς, ὅτε μικρῷ λόγῳ, μεγάλα τινὰ διελθεῖν βούλεται. (Vers. 175.) Ὅτι τὸ κατὰ τὴν νῆσον τῆς Καλυψοῦς πέλαγος, ὁ Ὀδυσσεὺς δεινόν τ' ἀργαλέον τε λέγει. τὸ δ' οὐδ' ἐπὶ νῆες ἐΐσαι ὠκύποροι περόωσιν ἀγαλλόμεναι Διὸς οὔρῳ. Καὶ ὅρα τὸ ἀγαλλόμεναι ὡς ἐπὶ ἐμψύχων τῶν νηῶν λεχθέν. ἵνα καὶ αὐταῖς ἄγαλμα εἴη ὁ τοῦ ἀέρος οὖρος. (Vers. 176.) Τὸ δὲ ὠκύποροι περόωσι, κατὰ τρόπον ἐτυμολογίας πέφρασται. Τὸ δὲ οὐδὲ νῆες, διαστέλλει τῶν νηῶν τὰς σχεδίας. νῆες μὲν γὰρ, ἁπλῶς καὶ ἀσυνθέτως. σχεδίαι δὲ, νῆες σχέδιοι. καὶ ναῦς μὲν, οὐκ ἂν λεχθείη σχεδία. τῇ σχεδίᾳ δὲ, προσυπακούεται καὶ ἡ ναῦς. (Vers. 178.) Ὅτι Ὀδυσσεὺς μὲν οὐκ ἔχων πιστεῦσαι εἴπερ ἀληθὴς ἡ τῆς Καλυψοῦς πομπὴ, ἐθέλει τλῆναι αὐτὴν μέγαν ὅρκον ὀμόσσαι, μήτι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, οἷα ὀδυρομένῳ καὶ ἀπαναινομένῳ αὐτήν. ἡ δὲ, μείδησέ τε χειρί τέ μιν κατέρεξε. ταῦτα δὴ τὰ πολλαχοῦ ῥηθέντα. (Vers. 182.) Καὶ εἰποῦσα. ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδώς, καὶ, οἷον δὴ τόνδε μῦθον ἐπεφράσθης ἀγορεῦσαι, ὄμνυσι γῆν καὶ οὐρανὸν καὶ τὸ τῇ, στυγὸς ὕδωρ, μηδέν τι πῆμα κακὸν βουλευσέμεν ἄλλο καὶ τὰ ἑξῆς. (Vers. 179.) Καὶ ὅρα τὸ ἄλλο, δηλοῦν τὴν ἑτερότητα τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν. (Vers. 184.) Ὁ δὲ ὅρκος τῇ Καλυψοῖ ὡς καὶ ἀλλαχοῦ, τοιοῦτος. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε. καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει θεοῖς. Ὅτι δὲ τοιοῦτος ὁ τῆς στυγὸς ὅρκος, καὶ ὡς ἐκ πέτρας ἐν ᾄδου κατείβεται, καὶ ὡς καθ' ἱστορίαν, πηγή ἐστιν ἡ Στὺξ ἐν τῇ Ἀρκαδικῇ φενεῷ, καὶ ὡς ἐξ αὐτῆς τὸ στυγεῖν καὶ τὸ στυγητὸν καὶ τὸ στυγνὸν, ἀλλαχοῦ δηλοῦται ἱκανῶς. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. (Vers. 182.) Τοῦ δὲ ἀλιτρὸς, προϋπόκειται ἐνεστὼς ἀλείτω τῇ ει διφθόγγῳ παραληγόμενος. οὗ δεύτερος ἀόριστος, ἤλιτον. ὅθεν ἀλιτηρός. ἴσως δὲ, καὶ ἀλιτήριος. καὶ συγκοπῇ, ἀλιτρός. ἐκεῖθεν δὲ καὶ ὁ Ὁμηρικὸς ἠλιτόμηνος, ὁ παρ' ἑτέροις διὰ τοῦ κατ' ἀρχὴν ἄλφα, ἀλιτόμηνος. καὶ ἀλιταίνω τὸ ἁμαρτάνω. καὶ ἀλιτεύω δέ φασιν ὁμοίως. καὶ ἀλίτρια ἡ ἁμαρτία. καὶ ἀλιτήμων ὁ ἐφάμαρτος. καὶ ἀλίτημα, ἁμάρτημα. καὶ ἀλιτήμωρος ὁ παράφρων. καὶ ταῦτα μὲν ἐκ τοῦ ἤλιτον καὶ ἀλιτῶ. ἤγουν ἐκ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος. ἐκ δὲ τοῦ ἀλείτω ἐνεστῶτος, ἀλείτης ὁ ἁμαρτωλός. οὗ ἀναλογώτερον παρὰ Λυκόφρονι, ὁ ἀλοιτός. Τὸ δὲ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδὼς, ἀντὶ τοῦ ἤλιτες καὶ οὐκ εἶπας τὸ ἀληθὲς καὶ ταῦτα μὴ ἀπαίδευτος ὤν. ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο τὰ παιδευτήρια. ἢ καὶ ἄλλως, ὁ ἀπεῤῥιμμένος καὶ μὴ ἄξιος λόγου, ὡς ἀπὸ τῶν ὀρνέων ἃ τῶν φωλεῶν ἀποβάλλεται. (Vers. 184.) Τὸ δὲ ἴστω, καινότερον κατὰ τριῶν ὀνομάτων κεῖται, τοῦ γαῖα, τοῦ οὐρανὸς, καὶ τοῦ στύξ. (Vers. 185.) Τὸ δὲ ὅς τε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
