# Commentarii ad Homeri Odysseam 1.214.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.214.1

ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένα σχοινία, ἢ τοὺς τροχίλους. Κάλους δὲ, οἷς τὸ ἱστίον συσπᾶται καὶ ἀνίεται. τὸ δὲ σαφέστερον, οὕτω. κάλοι, τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ χαλῶντα τὸ ἱστίον. κληθέντα οὕτω, παρὰ τὸ χαλᾶν. Καὶ ὅρα ὅτι ὁ κάλος, οὐκ ἐκτείνει τὴν λήγουσαν παρὰ τοῖς παλαιοῖς εἰ καὶ ὕστερον Ἀττικῶς μεγεθύνεται καὶ περιττοσυλλάβως δὲ ὡσταπολλὰ κλίνεται. οὕτω δὲ σὺν ἄλλοις, καὶ ὁ λαγὼς τεθεώρηται διφορούμενος ὡς ἑτέρωθι ἐγράφη, ἔτι δὲ καὶ ὁ πλέως. εἰ καὶ οἱ ὕστερον Ἀττικοὶ μόνον ἐξογκοῦσιν αὐτὰ τῇ διὰ τοῦ ω μεγάλου γραφῇ. ὁμοίως δὲ καὶ τὰ παρὰ τὸ χρέως. ὡς δηλοῖ καὶ Πολύβιος ἐν τῷ, κατάχρεοι ἐγένοντο. ἔστι δέ φασιν Ἰωνικὸν μὲν, ὁ λαγὸς ὡς ναός. Ἀττικὸν δὲ λαγὼς διὰ τοῦ ω μεγάλου ὡς νεώς. ἐκτίθεται δὲ ὁ δειπνοσοφιστὴς καὶ πληθυντικὸν Σοφόκλειον τὸ, λαγοί. οἷον. γλαῦκες. ἰκτῖνες. λαγοὶ, τὸ Ἰωνικόν. καὶ ἄλλως, οἱ λαγὼ κατὰ Εὔπολιν. οἷον. βατίδες καὶ λαγὼ καὶ γυναῖκες εἰλίποδες, τὸ Ἀττικὸν. λέγει δὲ καὶ ὅτι τὸν Ἰωνικὸν λαγὸν, Ξενοφῶν ἐκτείνων ἐν κυνηγετικοῖς, χωρὶς τοῦ ν προάγει περισπωμένως. ἀλόγως μέντοι. δεῖ γὰρ ὀξύνειν τὴν λέξιν φησὶν ἀκολούθως δηλαδὴ τῇ Ἰωνικῇ εὐθείᾳ. τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, ὁμότονά εἰσι κἂν μεταληφθῇ εἰς ω μέγα. ἵνα ᾖ ὡς ναὸς νεὼς καὶ τὰ λοιπὰ, οὕτω καὶ λαγὸς, λαγώς. ὅθεν λαγὼν, ὡς νεών. λέγουσι δὲ καὶ τὸ λαγωὸς εἰ μὲν ἐκ τοῦ Ἰωνικοῦ ἐστι, πλεονασμὸν ἔχειν τοῦ ω μεγάλου ἐν τῷ μέσῳ. εἰ δὲ ἐκ τοῦ Ἀττικοῦ, πλεονάσαι τῷ ο μικρῷ ἐν τῇ ληγούσῃ. ὅτι δὲ κάλος διὰ τοῦ ο μικροῦ βαρυτόνως ἐλέγετο κατὰ διάλεκτον καὶ τὸ κοινὸν ἐπίθετον ὁ καλὸς, δηλοῦσιν οἱ παλαιοί. λέγοντες ὅτι Αἰολεῖς, τὸ καλὸς καὶ σοφὸς καὶ δεινὸς καὶ δυνατὸς, κάλος φασὶ καὶ σόφος καὶ δεῖνος καὶ δύνατος. οὕτω δὲ καὶ τὰ κατ' αὐτά. βαρυντικοὶ γὰρ εἰσί. διὸ καὶ τὰ εἰς ευς ἀρσενικὰ δίχα τοῦ Ζεὺς μονοσυλλάβου ὄντος, ἐβάρυνον. βασίλευς καὶ Πήλευς λέγοντες, καὶ τὰ λοιπὰ ὁμοίως. Πόδες δὲ, τὰ κάτω δύο σχοινία. οἷς πρὸς πρώραν καὶ πρύμναν δεσμεῖται τὸ ἱστίον. καλοῦνται δὲ πόδες, διὰ τὸ κάτω εἶναι. ἀπεναντίας ταῖς προῤῥηθείσαις ὑπέραις ὡς οἷον ὕπερθεν κεφαλαῖς τοιούτων ποδῶν. ἐξ ὧν ῥῆμα ποδῶ ποδώσω. ὡς δηλοῖ καὶ ὁ Λυκόφρων ἔνθα ποδωτὰ λίνα τὰ ἱστία φησίν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτω. πόδες πλοίου, σχοῖνοι κάτωθεν συνέχοντες τὴν ὀθόνην. ἢ οἱ μεταγωγοὶ τοῦ κέρατος. ἢ κατὰ ἄλλους, οἷς συνέχεται ἀπὸ πρώρας καὶ ἀπὸ πρύμνης ὁ ἱστός. ἢ τὰ ἑκατέρωθέν φασι προσδεδεμένα τοῖς ἀρμένοις σχοινία. ἐν τούτοις δὲ, σημειωτέον τὴν Ὁμηρικὴν συντομίαν. οὔτε γὰρ ὕλην ὑπέθετο ἀφ' ἧς αἱ ὑπέραι καὶ τὰ ἐφεξῆς αὐταῖς, οὔτε εἶπεν ὡς καὶ αὐτὰ ἡ Καλυψὼ ἤνεγκεν. ἀλλὰ τοῦτο μὲν, ἐσίγησεν ὡς ἤδη φανερόν. τὴν δὲ ὕλην αὐτῶν οὐκ εἶπεν ὥσπερ οὐδὲ τὴν τῶν φαρέων διὰ τὸ μὴ ἀναγκαῖον. Τὸ δὲ πόδας ἐνέδησεν, ἔχει τι ἀστεῖον, ὡς εἰ καὶ εἶπε πόδας ἐπέδησεν ἤγουν ἔδησε. (Vers. 263.) Τὸ δὲ τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου, ἔχει τι σώφρονος παρηχήσεως. (Vers. 262.) Τὸ δὲ σημειώσασθαι ἡμᾶς νῦν ἐπὶ Ὀδυσσέως τὸ τέταρτον ἦμαρ ὡς ἐνδεικτικὸν τῆς ἐκείνου φερεπονίας καὶ τοῦ κατ' αὐτὸ κινδυνώδους, εἴη ἂν, ἢ περίεργον ἢ ἀπειρόκαλον. δοκεῖ γὰρ ἡ τετρὰς, ἔχειν τι βαρύτητος. ὡς ἡ κατὰ τὸν Ἡρακλέα ἱστορία δηλοῖ. ὃς ἡμέρᾳ τετάρτῃ γεννηθεὶς, δυστυχὴς ἀπέβη. ὅθεν καὶ παροιμία τὸ, τετράδι γέγονα. ἤγουν ἑτέροις πονῶ. οἱ γὰρ ἐν ταύτῃ φασὶ τῇ ἡμέρᾳ γεγονότες ὡς Ἡρακλῆς ἱστορεῖται, ἄλλοις δοκοῦσι ταλαιπωρεῖν. ὡς καὶ νῦν Ὀδυσσεὺς θαλάσσῃ καὶ ἀνέμοις, οἳ τὴν σχεδίαν ἀπήγαγον ὕστερον. (Vers. 263.) Ὅτι τὸν Ὀδυσσέα ἔπεμψε Καλυψὼ, εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε μέλανος οἴνοιο, τὸν ἕτερον. ἕτερον δ' ὕδατος μέγαν. ἐν δὲ καὶ ἤϊα κωρύκῳ. ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά. (Vers. 268.) καὶ ταῦτα μὲν ἀνθρωπίνως. τό δ' ἐφεξῆς, οὐ τοιοῦτον. φησὶ γάρ. οὖρον δὲ προέηκε ἀπήμονά τε λιαρόν τε. Καὶ ὅρα τὸ λιαρὸν οὖρον συντελοῦν εἰς τὸ, οὐδέ ποτ' οὖρος ἔσβη. περὶ οὗ προγέγραπται. (Vers. 264.) Ὅρα δὲ ὅτι οὐ μόνον οἶκος θυώδης ὡς προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ εἵματα θυώδεα. Τὸ δὲ ἀμφιέσασα καὶ λούσασα καὶ ὧδε πρωθύστερόν ἐστι, πρῶτον γάρ τις λουσάμενος, εἶτα ἀμφιέννυται. (Vers. 265.) Τὸ δὲ ἀσκὸν οἴνου τὸν ἕτερον, ἕτερον δ' ὕδατος, φανερῶς δηλοῖ, ἐπὶ δύο τὸ ἕτερον λέγεσθαι ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ὅθεν καὶ ἑτερόφθαλμος, ὁ δυεῖν ὀφθαλμῶν ἔχων τὸν ἕτερον. (Vers. 266.) Τὸ δὲ ἕτερον δ' ὕδατος μέγαν, παιδευτικῶς ἐῤῥέθη. ὡς δέον ὂν, πλεῖον ὕδατος ἤπερ οἴνου μετέχειν. μέγας γὰρ οὐχ' ὁ τοῦ οἴνου ἀλλ' ὁ τοῦ ὕδατος ἀσκός. Τὸν δὲ ἐνταῦθα μέλανα οἶνον, πρὸ ὀλίγου ἐρυθρὸν ἡ Καλυψὼ εἶπε. καὶ εἴη ἂν, ἄμφω ταυτά. καθὰ καὶ τὸ μέλαν αἷμα εἰπεῖν, ταυτόν ἐστιν ὡς εἰ καὶ ἐρυθρὸν εἴπῃ τις. Ἤϊα δὲ ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
