# Commentarii ad Homeri Odysseam 1.215.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.215.1

τὰ ἐφόδια λέγεται, καὶ πρὸ τούτων δεδήλωται. ἔοικε δὲ, ἄλφιτα μόνα λέγειν ἄρτι, οὐ μὲν πάντα κοινῶς τὰ ἐφόδια. τὰ γοῦν ὄψα ἰδίᾳ ἔθηκε κατά τινα ἴσως ἐν ἐφοδίοις ἐξοχήν. (Vers. 267.) Κώρυκον δὲ, τὸν θύλακον λέγει ὃν καὶ δέρματα πυκινὰ φθάσας ἔφη. καὶ εὐραφέα δὲ, ἐν τῷ ἐϋῤῥαφέεσσι δοροῖσιν. οἱ δὲ παλαιοί, καὶ κωρυκίδα τὸ τοιοῦτον σκεῦος καλοῦσι. παράγοντες καὶ Ἀριστοφάνους χρῆσιν ταύτην. σπυρὶς οὐ μικρὰ καὶ κωρυκὶς ἣ καὶ τοὺς μάττοντας ἐγείρει. τὸν δὲ θύλακον, καὶ θυλάκιον ὑποκοριστικῶς φασιν οἱ ἀρχαῖοι. καὶ μάρσιππον. οὐ μὴν δὲ, ἀλλὰ καὶ κυνοῦχον. ὡς δηλοῖ ὁ γράψας ὅτι κυνοῦχος, θυλάκιον. μάρσιππον. Παυσανίας δὲ, καὶ φάσκολον ἑρμηνεύει τὸν θύλακον. εἰπὼν ὅτι θύλακος, ῥαπτὸς φάσκωλος. περὶ οὗ καὶ προγέγραπται. ὁ δὲ τοιοῦτος ῥαπτὸς φάσκωλος, χρήσιμος εἰς τὸ, ἐϋῤῥαφέεσσι δοροῖσι. δῆλον δὲ ὅτι τὲ παρὰ τὸ χωρεῖν Ἰωνικῶς ὁ κώρυκος γίνεται, καὶ ὅτι οὐδέν τι κοινὸν τῷ τοιούτῳ κωρύκῳ, πρὸς τὸ κωρύκιον ἄντρον, ἢ πρὸς τὴν κώρυκον, ἐξ ἧς παροιμία τὸ, τοῦ δ' ἂρ ὁ κωρύκιος ἠκροάζετο. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. (Vers. 268.) Τὸ δὲ οὖρον προέηκεν ἀπήμονά τε λιαρόν τε, πλοῦν δηλοῖ οὔριον μετὰ τῶν ἐφεξῆς. ἐπάγει γάρ. γηθόσυνος δ' οὔρῳ πέτασεν ἱστία Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος. οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. ἐκ τούτου δὲ λαβὼν ὁ Λυκόφρων, ἄϋπνον τέχνην λέγει τὴν κυβερνητικήν. Λιαρὸν δέ φασιν οἱ παλαιοὶ ἄνεμον ἐνταῦθα, τὸν νότον λέγεσθαι. τοιούτου γὰρ ἔδει ἀνέμου τῷ Ὀδυσσεῖ ἐκ τῶν νοτίων εἰς τὴν Ἑλλάδα πλέοντι. ὅθεν καὶ σημειωτέον, ὡς πρὸς διαστολὴν τοῦ χλιαροῦ τούτου ἀνέμου, αἰθρηγενέτην τὸν Βορέαν ἐν τοῖς ἑξῆς ἐρεῖ. ἤγουν αἶθρον ποιοῦντα κατὰ τοὺς παλαιούς. τουτέστι, ψύχος. παγετόν. ὃς καὶ νύκτα ἐπάγει πηγυλίδα ὡς ἐν τοῖς μετὰ ταῦτά που ἐρεῖ ὁ ποιητής. (Vers. 269.) Τὸ δὲ ἐπέτασεν ἱστία, μετενεχθὲν ἀπὸ ὀρνέων, δηλοῖ, οὐκ ἔξω λόγου πτίλα νηὸς τὰ ἱστία λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς τὰς κῶπας, πτερὰ νηὸς καλέσει ἐν τοῖς ἑξῆς προσφυέστερον. (Vers. 270.) Τὸ δὲ ἰθύνετο, ἀντὶ τοῦ ἴθυνεν εἴληπται, Ἀττικῶς ῥηθέν. Τὸ γὰρ ἐπὶ στάθμην ἴθυνε, καὶ ὄφρ' ἰθύνῃ, κοινότερον πρὸ ὀλίγων ἐῤῥέθη. (Vers. 271.) Ὅτι δὲ τὰ βλέφαρα γλέφαρα φασὶν οἱ Δωριεῖς, δηλοῖ καὶ Πίνδαρος. Αἰτίαν δὲ Ὅμηρος ἀποδιδοὺς, τοῦ μὴ πίπτειν ὕπνον ἐπὶ τοῖς βλεφάροις τοῦ ἥρωος, ἐπάγει. Πληϊάδας τ' ἐσορῶντι καὶ τὰ ἑξῆς ὡς αὐτίκα εἰρήσεται. Τὸ δὲ μὴ ἐπιπίπτειν βλεφάροις ὕπνον, τὸ βαρέως ὑπνοῦν ἀποφάσκει. βάρους γὰρ τὸ ἐπιπίπτειν. τοιοῦτον δὲ καὶ τὸ, ὕπνον ἐπὶ βλεφάροις ἱζάνειν, ὃ τὸν ἀναπαύσιμον ὕπνον δηλοῖ. Ὅτι τὸν Ὀδυσσέα ἐνταῦθα ὁ ποιητὴς καὶ κυβερνήτην ἄριστον ἱστορεῖ καὶ τλήμονα καὶ ἐπὶ πολὺ ἄϋπνον καὶ περὶ ἀστέρων δὲ θεωρίαν καταγινόμενον. πολλὰς γὰρ ἡμέρας ἄγρυπνος διατελῶν, Πληϊάδας τὲ εἰσορᾷ, καὶ ὀψὲ δύοντα Βοώτην. καὶ Ἄρκτον τὴν καὶ ὡς ἐν Ἰλιάδι περιφραστικῶς ἐῤῥέθη, ἄλουτον Ὠκεανῷ, ἤγουν ἄδυτον. καὶ αὐτοῦ στρεφομένην, ἤγουν εἰλουμένην, καὶ δοκεύουσαν τὸν Ὠρίωνα. περὶ οὗ καὶ αὐτοῦ καθὰ καὶ περὶ Πληϊάδων καὶ Ἄρκτου, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. οὐχ' ἧττον δὲ καὶ ἐν τοῖς τοῦ Ἀράτου. (Vers. 274.) διὸ νῦν περὶ μὲν Ἄρκτου ἣ καὶ ἅμαξα καλεῖται, εἰς τοσοῦτον ῥητέον. ὅτι ἄρκτος μὲν, κατὰ ζωϊκὸν δοκεῖ μυθικῶς ἀστροθέτημα λέγεσθαι. ἅμαξα δὲ, οὐχ' οὕτως. ἀλλ' ἀπὸ τῆς κατὰ τοὺς γεωργούς. ἐπεί φασιν ἐξ ἑπτὰ σύγκειται ἄστρων. ὧν τέσσαρες μὲν ἐν πλινθίου κεῖνται σχήματι, οἱ δ' ἐφεξῆς τρεῖς ὥσπέρ τι ῥυμοῦ ἀποτελοῦσι σχῆμα. τοῦτο δὲ, τοῖς πλείουσιν οὐκ εὐαραστεῖται παρὰ τῷ ποιητῇ. τοιαύτη μὲν γὰρ, ἡ μικρὰ ἄρκτος ἡ Κυνόσουρα. ἣν οὐκ εἰκὸς ἐπὶ Ὁμήρου ἠστροθετῆσθαι, ἀλλ' ἀφ' οὗ οἱ Φοίνικες σημειωσάμενοι ἐχρῶντο αὐτῇ, ἔκτοτε παρελθεῖν εἰς Ἕλληνας τὴν τῆς τοιαύτης ἁμάξης δόκησιν. πρὸ δὲ αὐτῆς, ἡ ἑλίκη ἔγνωσται ἡ μεγάλη ἄρκτος ἐξ ἧς καὶ Ἀχαιοὶ ἑλίκωπες, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται. καὶ ταύτην φασὶν ἐνταῦθα λέγεσθαι ἄρκτον ὑπὸ τοῦ ποιητοῦ, ἐκ πλειόνων ἀστέρων συγκειμένην καὶ οὐκ ἐξ ἑπτὰ μόνων κατὰ τὴν Κυνόσουραν. Ὅτι δὲ καὶ οὐ μόνον ἄρκτος τὸ ζῷον λέγεται σὺν τ ἀλλὰ καὶ ἄρκος διὰ μόνου τοῦ κ, διείληπται καὶ ἀλλαχοῦ. καὶ ὡς τὰ ἀπ' αὐτῆς, δίχα τοῦ τ ἐν πολλοῖς εὕρηται δι' εὐφωνίαν. ὅθεν, καὶ ἄρκιλοι τὰ τῶν ἄρκτων εἴτουν ἄρκων νεογνὰ ὡς ἐν τοῖς περὶ Κύκλωπος φανεῖται. καὶ ἀρκὰς, τό, τε ἐθνικὸν καὶ τὸ κύριον. καὶ ἀπαρκίας ἄνεμος ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. καὶ ἡ αὐτοῦ πνοὴ, ἄρκιος. καὶ ἄρκυες, λίνα περιτιθέμενα θηρίοις. οὗ τὸ πρωτόθετον ὡς ὁ Παυσανίας φησὶν, ἀπὸ τῶν ἄρκων. ὅτι δὲ καὶ ἐδασύνοντο Ἀττικῶς αἱ ἅρκυες, οὐκ ἄδηλον. καὶ φέρεται χρῆσις Εὐπόλιδος εἰς τοῦτο, τοιαύτη. σὺ δὲ τὰ καλώδια ταῦθ' ἁρκυώρει. ὅ ἐστι, φύλασσε. ἐπεὶ καὶ ἁρκυωρὸς, ὁ τῶν ἁρκύων

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
