# Commentarii ad Homeri Odysseam 1.219.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.219.1

χέμεναι μεμαώς. ὑποκατιὼν δέ, τοὺς μὲν ἄλλους ἀνέμους παύσασθαι λέγει κελευσάσης τῆς τοῦ Διὸς Ἀθηνᾶς, καὶ εὐνηθῆναι ἅπαντας, μόνον δέ φησιν ὦρσε κραιπνὸν βορέην. εἶτα ἐπάγει. (Vers. 388.) ἔνθα δύω νύκτας δύο τ' ἤματα, κύματι πηγῷ πλάζετο. πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον. ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' ἠὼς, καὶ τότ' ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν, ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσόν τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν ἐρευγόμενον. εἴλυτο δὲ πάντ' ἁλὸς ἄχνη. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ, οὐδ' ἐπιωγαί. ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε. καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ. καὶ ἦν ἀληθῶς τὸ τοιοῦτον τῶν φθασάντων ἐπικινδυνότερον. ἐπεὶ γὰρ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι θεὸς, (Vers. 410.) ἔκβασις οὔ πῃ φαίνεθ' ἁλὸς πολιοῖο θύραζε. ἔκτοσθεν μὲν γὰρ, πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα βέβρυχε ῥόθιον. λισσή δ' ἀναδέδρομε πέτρη. ἀγχιβαθής τε θάλασσα. καὶ οὔπως ἐστὶ πόδεσσι στῆναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα. διὸ καὶ δεδοικέναι φησὶν ὁ Ὀδυσσεὺς, μήπως μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ, κῦμα μέ γ' ἁρπάξαν, μελέη δέ μοι ἔσσεται ὁρμή. εἶτα καὶ ἄλλος αὐτὸν ἐξεθρόει φόβος, τοιοῦτος. εἰ γὰρ ἔτι προτέρω φησὶ παρανήξομαι ἤν που ἐφεύρω ἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μήμ' ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα. (Vers. 421.) ἢ ἔτι μοι καὶ κῆτος ἐπεσσεύῃ τουτέστιν ἐφορμήσῃ ἐπιπέμψῃ μέγα, δαίμων ἐξ ἁλός. οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη. ἐν τοσούτῳ δὲ αὐτὸν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν. ἐνθά κ' ἀπὸ ῥινούς τε δρύφθη σὺν δ' ὀστέ' ἀράχθη, εἰ μὴ φρονήσεως Ἀθηνᾶς ἐν φρεσὶ θεμένης, ἀμφοτέραις χερσὶν ἐπεσσύμενος λάβε πέτρης. τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν, ὣς ὑπάλυξε. παλιῤῥόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο, πρὸς κοτυλυδονόφιν πυκιναὶ λάϊγγες ἔχονται. (Vers. 434.) ὣς τοῦ, πρὸς πέτρῃσι θρασειάων ἐπὶ χειρῶν ῥινοὶ ἀπέδρυφθεν. τὸν δὲ, μέγα κῦμ' ἐκάλυψε. καὶ τότε δή φησι δύστηνος ὑπὲρ μόρον ἂν ὤλετο, εἰ μὴ ἐπὶ φρεσὶν ἔθηκεν Ἀθηνᾶ. τί δὲ ἔθηκε; κύματος ἐξαναδὺς τά τ' ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ. ἐς γαῖαν ὁρώμενος, εἴπου ἐφεύροι ἠϊόνας παραπλῆγας, λιμένας τε. καὶ μόλις ἐν ποταμῷ σωθεὶς, οὐδ' οὕτω διήγαγε τὸ ἐφεξῆς τοῦ ζῆν, ἀέθλων δίχα ὡς ἡ ἱστορία δηλοῖ. πολλὰ γὰρ καὶ πάλιν παθὼν, πλανήσεται φέρων τὸν δηλωθησόμενον ἐν τοῖς ἑξῆς ἀθηροιλοιγόν. καὶ οὐδὲ καθ' ἡσυχίαν θανεῖται ὕστερον ὡς ἱστοροῦσιν οἱ μεθ' Ὅμηρον. Καὶ τοῦτο μὲν οὕτως. ὁ δὲ ποιητὴς τῇ τοῦ Ὀδυσσέως δυσπραγίᾳ προσυφαίνων καί τινα ἔκφρασιν ναυαγοῦ ζῶντος, φησὶν ὅτι ἐπεὶ ἐς ποταμὸν ἐσώθη, ὅμως ἔτι ἁλὶ δέδμητο φίλον κῆρ ὤδεε δὲ χρόα πάντα. θάλασσα δὲ κήκιε πολλὴ, ἂν στόμα τε ῥῖνας τε. ὅ δ' ἂρ ἄπνευστος καὶ ἄναυδος κεῖτ' ὀλιγηπελέων. κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλ' ὅτε δήρ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τότε εἶχε ψύχους τὲ δέος καὶ μὴ θήρεσσι περιπέση ὡς προεδηλώθη. καὶ τοιαύτη μὲν ἡ τοῦ κατὰ τὸν Ὀδυσσέα κινδύνου φράσις ἐκ διαφόρων τόπων Ὁμηρικῶν ἀθροισθεῖσα καὶ συμφρασθεῖσα εἰς ἓν πρὸς ἔνδειξιν τοῦ, φοβερὰ εἶναι καὶ ἐν τῷ πεῖραν ἔχειν καὶ ἐν τῷ φράζεσθαι οἷα πάνυ δεινῶς καὶ μεγαλοφώνως διεσκευασμένων τοῦ τε ἐνταῦθα χειμῶνος καὶ τῶν ἐπ' αὐτῷ ἐφ' οἷς ἤθλησεν Ὀδυσσεύς. ὅθεν οὐκ ἄν τις μωμήσαιτο τὰ Ὁμηρικῶς πεφρασμένα, καθὰ Δωρίων ὕστερον ἐπί τινι ἔπαιξεν. ὃς καταγελῶν χειμῶνος ὃν διεσκεύασέ τις Τιμόθεος ἔν τινι ποιήματι αὐτοῦ ἐπιλεγομένῳ ναυτίλῳ, ἔφη. ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. (Vers. 291.) Ἐν δὲ τοῖς κατὰ μέρος θεωρητέον ὅτι τὸ σύναγε νεφέλας, νεφεληγερέτην καὶ τὸν Ποσειδῶνα εἶναι ὑποδηλοῖ. ἐπειδήπερ ὕδωρ ὕλη τοῖς νέφεσιν, εἰς ὃ μεταλαμβάνεται ὁ Ποσειδῶν. ὀκνεῖ δὲ ὅμως ὁ ποιητὴς τὸν τὰς νεφέλας συνάγοντα Ποσειδῶνα, καὶ νεφεληγερέτην συνθέτως εἰπεῖν. ἀπεκληρώθη γὰρ τοῦτο Διῒ τῷ ποιητικῷ τῶν νεφελῶν αἰτίῳ. Ἰστέον δὲ ὅτι τὸ συνάγεσθαι νεφέλας ἄνω διὰ Ποσειδῶνος τοῦ εἰς ὑγρότητα μεταλαμβανομένου, σκυθρωπότητα δηλοῖ ἀερίαν. καὶ συμβάλλεταί τι ἐς τὴν ἐν Ἰλιάδι κατάνευσιν τοῦ Διὸς διὰ κυανέων ὀφρύων. δῆλον γὰρ ὡς αἱ ἄνωθεν διοσημίαι, ἐν καταστάσεσι τοιαύταις καὶ νεφῶν πυκνότητι καὶ συναγωγαῖς, διεκφαίνονται. ἃς ὁ μῦθος κυανέαις Διὸς ὀφρύσι κατανευούσαις ἀστείως εἴκασεν. ἐπεί τοι καὶ κατ' ἀνθρώπους, ἐξ ὀφρύων καὶ γαλήνη προσώπων ἀναφαίνεται καὶ τὸ ἀνάπαλιν. τοξοποιεῖ γοῦν τὰς ὀφρῦς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
