# Commentarii ad Homeri Odysseam 1.220.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.220.1

καὶ δεσμεῖ καὶ συνάγει, ὁ σκυθρωπάζων. λέγει δέ που καὶ Σοφοκλῆς τὸ, τηροῦντα τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐπεγείροντα. εἰπὼν τοῦτο ἐκεῖνος, ὡς ἀπὸ ἰχθύων οἳ τὰς ἀκάνθας ὀρθοῦσι καιρῷ θυμοῦ, ὡς οἱ σαργοὶ παρὰ τῷ Ὀππιανῷ. καὶ οὕτω μὲν αἱ ὀφρύες τοξοποιούμεναι καὶ συναγόμεναι, χειμῶνα δηλοῦσι ψυχῆς. (Vers. 292.) ἄλλως δὲ περίδρομοι στεφανούμεναι, ἀταραξίαν διεκφαίνουσι ψυχικὴν, κἂν ὦσιν ἠερόεσσαι καὶ οὕτω πως κυάνεαι. Τὸ δὲ ὀροθύνη ὅτι ἐκ τοῦ ὄρω καὶ θύνω γίνεται καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Τρίαινα δὲ διατὶ τῷ Ποσειδῶνι φορεῖται, ἡ Ἰλιὰς δηλοῖ. (Vers. 294.) Τὸ δὲ ὀρώρει δ' οὐρανόθεν νὺξ, γέγονε μὲν ἀφορμὴ τοῦ, μέλαιναν ἡμέραν λέγεσθαι, τὴν δυστυχῆ καὶ θανάσιμον. ἣ καὶ ἀποφρὰς ἐῤῥέθη, ὡς μὴ οἵα τε οὖσα φράζεσθαι. εἴρηται δὲ, ἀντὶ τοῦ κατεσπεύσθη ἐξ ἀέρος ὡς οἷά τις νύξ, ἤγουν ἀορασία καὶ σκότωσις οὐ διὰ τοὺς ἀνέμους ἁπλῶς ἀλλὰ διὰ τὰς τῶν ἀνέμων πάντων ἀέλλας. καὶ ἔστιν ὑποτομή τις φωτὸς ἡ τοιαύτη νὺξ καθὰ καὶ ἡ ἐκ πυκνότητος βελῶν γινομένη σκιά ποτε καὶ σκότωσις, ὡς ὑποβάλλει νοεῖν ὁ εἰπὼν ὅτι ἐκ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο. (Vers. 295.) Τὸ δὲ συμπεσεῖν, οὐκ ἐπὶ μόνων ἀνέμων, ἀλλὰ καὶ στρατευμάτων λέγεται. λαμβάνεται δὲ ἡ λέξις ἔστιν ὅτε καὶ ἐπὶ συμπτώσεως τυχηρᾶς. Δυσαὴς δὲ Ζέφυρος, ἢ ὁ δύσπνους, ἢ ὁ ἐκ δύσεως πνέων. ἢ καὶ διπλοῦς φασι κατὰ τὸ πνεῖν. καὶ γὰρ καρποτροφῶν, ἀναψύχει καὶ τοὺς ἀνθρώπους. οἱ δὲ οὕτως ἑρμηνεύσαντες τὸ δυσαὴς, ἐοίκασι διὰ τοῦ ἰῶτα γράφειν τὴν προπαραλήγουσαν ὡς ἀπὸ τοῦ δὶς ἐπιῤῥήματος. Τὸ δὲ Νότος ἔπεσεν ἢ μᾶλλον συνέπεσεν ἤγουν εἰς ἓν ἦλθεν ἑτέρῳ ἀνέμῳ, φανερῶς διαφέρει τοῦ ἁπλῶς πεσεῖν ἄνεμον ὅ ἐστι παύσασθαι. (Vers. 296.) Βορέης δὲ, ὀρθῶς γέγραπται δι' ἑνὸς ρ παρὰ τὴν βορὰν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. τοῦτο δὲ, διχῶς. ἢ γὰρ διότι ἁδρύνων τοὺς ἀστάχυας, τὰ πρὸς τὸ ζῆν φέρει ὅθεν καὶ ὁ Ζέφυρος παρά τισι καὶ οὕτω βορᾶς αἴτιος γίνεται, ἢ καὶ ἄλλως διὰ τὸ εἰς βορὰν ἐρεθίζειν τῇ κατ' αὐτὸν ψυχρότητι. ὥσπερ καὶ ὕδωρ βορὸν παρὰ Ἀσκληπιάδῃ τὸ βοροποιὸν διὰ ψυχρότητα καὶ τὴν ἐντεῦθεν συμπίληψιν τοῦ αἵματος, καὶ τὴν ἐκεῖθεν κενεαγγίαν. καὶ οὕτω μὲν ἄῤῥοιζον κοινότερον τὸ τρισύλλαβον ὁ βορέης. ὁ δὲ Βοῤῥᾶς, ἑτέρῳ λόγῳ ἐδίπλασε τὸ ἀμετάβολον, σεμνότερον. τοιοῦτόν τι καὶ τὸ στερεὸς, διπλάζων τὸ ρ ἐν τῷ στεῤῥός. Ἰωνικὸν δὲ τὸ Βορέης καθὰ καὶ τὸ κυματίης ποταμὸς παρὰ Ἡροδότῳ. κοινὰ δέ γε, ὁ Βορέας καὶ ὁ κυματίας. Τὸ μέντοι ποδέας Ποδῆς σωσέας Σωσῆς, οὐκ ἂν ἴσως εἶεν Ἰωνικὰ ὡς οὐδὲ τὸ ἑρμέας Ἑρμῆς. ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ε καὶ α εἰς η. ἦν δ' ἂν τοιοῦτον καὶ τὸ βορῆς εἴπου ἐν χρήσει εὕρητο. Αἰθρηγενέτης δὲ, οὐ μόνον ὁ αἶθρον ὅ ἐστι ψύχος ποιῶν ὡς καὶ προεῤῥέθη, ἀλλὰ καὶ ὅς ἐστιν εὐδίας αἴτιος. ἢ καὶ ἄλλως, ὁ ἐξ αἰθέρος γινόμενος ὅ ἐστιν ὑψόθεν πνέων. διὸ καὶ κῦμα κυλίνδειν λέγεται. ἵνα ᾖ αἰθρηγενέτης Βοῤῥᾶς, ὁ εὐδίαν ἢ ψύχος ποιῶν ἢ ἐξ ὕψους καταπνέων. Ἰστέον δὲ ὅτι τε πασίδηλον, οἰκεῖον εἶναι ἀνέμῳ Βοῤῥᾷ τὸ κυλίειν κῦμα καθὰ Νότῳ τὸ ὠθεῖν ὡς πολλαχοῦ φαίνεται. καὶ ὅτι πρωτότυπον τοῦ κυλίνδειν, τὸ κυλίειν. καὶ ὅτι ἐκ τοῦ κυλίειν ἀποβολῇ τοῦ κάππα καὶ τροπῇ τοῦ υ εἰς α γίνεται τὸ ἀλίω ἐξ οὗ τὸ, ἄπαγε τὸν ἵππον ἐξαλίσας, οἴκαδε. οὕτω δὲ καὶ ἐκ τοῦ κυλίνδω, γίνεται ἀλινδῶ ὅθεν ἀλινδήθρα ἡ κονίστρα, ἀπὸ δὲ τοῦ πρωτοτύπου κυλίειν, γίνεται καὶ ἡ κύλιξ. παρὰ τὸ κυλίεσθαι τῷ τροχῷ εἴτε τῷ κεραμεικῷ εἴτε τῷ χαλκευτικῷ. διό φασι καὶ τὴν ἰατρικὴν πυξίδα, κυλικίδα ἐκάλουν οἱ Ἀθηναῖοι διὰ τὸ κεκυλίσθαι τόρνῳ. ὡς δὲ ἐκ τοῦ κυλίω καὶ στέφανοί τινες ἐλέγοντο κυλιστοὶ, δηλοῖ φασὶν ὁ κωμικὸς Εὔβουλος ἐν τῷ, κυκλούμενος ὥσπέρ τις κυλιστὸς στέφανος. Νίκανδρος δὲ, ἐκκυλίσιοι φησὶ στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων. εἶεν δ' ἂν ἴσως οὗτοι, οἱ διὰ μέγεθος καὶ ἁδρότητα οἷοί τε ὄντες κυλίεσθαι στρεφόμενοι. (Vers. 299.) Τὸ δὲ ᾤμοι ἐγὼ, σύνηθες Ὁμήρῳ θρηνῴδημα. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ὄντων, οἶδεν ὁ Σουΐδας καὶ τὸ ὄϊ, κοινότερον μὲν ὂν τοῦ ὠή. ἐπιφθεγγόμενον δὲ ὑπὸ δυσχεραινόντων καὶ φοβουμένων καὶ ὀδυρομένων. (Vers. 303.) Τὸ δὲ νεφέεσσι περιστέφει οὐρανὸν, σφαιροειδῆ αἰνίττεται εἶναι τὸν οὐρανόν. σφαῖραν γὰρ ποιεῖ περιελιχθεὶς ὁ κατὰ στέφανον κύκλος. (Vers. 313.) Τὸ δὲ ἤλασε κατ' ἄκρης, ἀντὶ τοῦ ἔπληξε κατὰ κεφαλῆς, οὕτω καὶ ἐν Ἰλιάδι τὸ, ὤλετο πᾶσα πόλις κατ' ἄκρης, ἀντὶ τοῦ, κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως, ἡ ἀκρόπολις. Ὅτι δὲ ὁμώνυμον τὸ ἤλασε, δηλοῖ καὶ ἡ Ἰλιάς. ἔνθα, ὡς ἐπὶ πολὺ, λέξις ἱππικὴ τὸ ἐλάσειν. ὅθεν ἀνήλατός φησι παρὰ Ἀνακρέοντι, ὁ ἀπειθής. ἀπὸ ὑποζυγίων. ὥσπερ καὶ στόμις παρ' Αἰσχύλῳ, ὁ ὥσπερ στόματι ἀντερείδων χαλινοῖς. εἰκὸς δὲ τοὺς τοιούτους καλεῖσθαι οὕτω, καὶ διὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
