# Commentarii ad Homeri Odysseam 1.221.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.221.1

σκληρότητα, ὡς ἀπὸ στομάτων ἤγουν στομωμάτων δυσχερῶς ἐλαυνομένων ἐν τῷ χαλκεύεσθαι. (Vers. 316.) Τὸ δὲ ἔαξεν, οὐ μόνον ἐπὶ ἱστοῦ ἐν τῷ, μέσον ἱστὸν ἔαξεν, ἀλλὰ καὶ ἐπὶ κύματος ὡς τὸ, πρὸ δὲ κύματ' ἔαξεν. (Vers. 317.) Οἱ δὲ μισγόμενοι ἄνεμοι, καὶ συμπίπτειν ἂν λέγοιντο κατὰ τὸ, σὺν δ' Εὖρος τε Νότος τ' ἔπεσε. (Vers. 318.) Σπεῖρον δὲ καὶ ἐπίκριον ὅτι τὸ κατὰ τὸ ἱστίον φᾶρος καὶ τὸ κέρας λέγει, προδεδήλωται. (Vers. 319.) Τὸ δὲ ὑπόβρυχα, ἢ ἐκ τοῦ ὑπόβρυξ ὑπόβρυχος γίνεται, ἢ ἐκ τοῦ, ὁ ὑπόβρυχος. οὗ αἰτιατικὴ τὸν ὑπόβρυχον. καὶ κατὰ μεταπλασμὸν, ὑπόβρυχα. ὡς ἐκ τοῦ οἶκον γίνεται τὸ οἴκαδε. ἴσως δὲ καὶ ἐπιῤῥηματικόν ἐστιν ὄνομα. ἵνα λέγῃ ὅτι ἔθηκεν αὐτὸν κατὰ τὰ ὑπόβρυχα. ὠνοματοπεποίηται δὲ ἡ λέξις ὡς δηλοῖ καὶ τὸ, ἀμφὶ δὲ κῦμα βέβρυχε. Τοῦ δὲ δυνάσθη ὁ ἐνεστὼς, δυνάζω ἄχρηστος μὲν πάντως. ποιητικώτερος δέ. γενόμενος ἐκ τοῦ δύνω ἀφ' οὗ καὶ τὸ δύνημι. οὗ παθητικὸν, τὸ δύναμαι. οὗ ὄνομα, δύναμις. καθὰ καὶ ἐκ τοῦ πέτω ἢ πετῶ, τὸ πετάζω ὅθεν ὁ πέτασος, καὶ τὸ πέτημι ἐξ οὗ τὸ πέτανται. πάντως δὲ τῆς ἐκ τοῦ δυνάζειν συστοιχίας εἰσὶ, καὶ ὁ δυνάστης καὶ τὸ δυναστεύειν καὶ ἡ δυναστεία. (Vers. 320.) Τὸ δὲ ἀνσχεθέειν, ἢ ἀντὶ τοῦ ἀνασχεῖν ἤτοι ἀναδῦναι ἀνελθεῖν καὶ ὡς εἰπεῖν ἀνατεῖλαι, ὅπερ ὅμοιόν ἐστι τῷ ἀνέδυ, καὶ κύματος ἐξαναδὺς, ἢ ἀντισχεῖν, κατὰ συγκοπήν. ὡς καὶ ἄντιτα ἐν Ἰλιάδι ἔργα, τὰ ἀντίτιτα. (Vers. 322.) Τὸ δὲ ἅλμην πικρὴν, κοινῶς ἐῤῥέθη καὶ οὐ κατὰ τὸ, πικρὸν ἀποπνείουσαι ὀδμὴν, ὃ ἐπὶ τῶν φωκῶν ἐλέχθη. ἐκεῖνο γὰρ Ἰωνικὸν καὶ Ἀττικόν. ὡς καὶ τὸ, οἷα τρέφει κλυτὸς Ἀμφιτρίτη. (Vers. 323.) Τὸ δὲ κελαρύζειν, ὠνοματοπεποίηται, ἦχον δηλοῦν ὑγροῦ ἠρέμα ῥοιζοῦντος ἐν τῷ καταῤῥέειν. καθ' ὅμοιον δέ τι ὠνοματοπεποίηται καὶ ἡ τοῦ Ἡσιόδου λακέρυζα. (Vers. 324.) Τὸ δὲ τειρόμενός περ, τὸ στεῤῥὸν τοῦ Ὀδυσσέως δηλοῖ. ὃς καὶ οὕτω διαταραχθεὶς οὐκ ἔσχε λήθην τοῦ συμφέροντος. (Vers. 325.) Τὸ δὲ ἐλάβετο, καὶ ἔλαβεν εἰπὼν, ὅμως καὶ αὐτὸ γενικῇ συντάσσει. ἔφη γὰρ, ἐλάβετ' αὐτῆς, ἤγουν τῆς σχεδίας, καὶ λάβε πέτρης, τουτέστιν ἥψατο. (Vers. 326.) Τὸ δὲ μέσῃ ἐκάθιζεν, αὐτοπαθῶς ἐῤῥέθη. ὥστε οὐκ ἀεὶ καθίζει τις ἄλλον, ἀλλὰ καὶ αὐτὸς καθίζει. ὃ ταυτόν ἐστι τῷ ἕζεται. (Vers. 327.) Τὸ δὲ φορεῖν, ταυτὸν τῷ φέρειν. διὸ εἰπὼν τήν δ' ἐφόρει μέγα κῦμα. καὶ (Vers. 328.) Βορέης φορέῃσιν ἀκάνθας, ἐπιφέρει. ἄνεμοι φέρον. καὶ προβάλεσκε φέρεσθαι. τὸ μέντοι κατὰ τάχος φέρειν, καὶ διώκειν λέγει. οἷον. Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. (Vers. 332.) Τὸ δὲ κατὰ ῥόον, παροιμίαν ποιεῖ τὴν λέγουσαν φέρεσθαί τι κατὰ ῥοῦν ἤγουν εὐτυχῶς πλέειν ἢ ὅποι τύχῃ. τοιοῦτον γάρ τοι καὶ τὸ, ἔνθα καὶ ἔνθα κατὰ ῥοῦν φέρεσθαι. ᾧ ὅμοιον καὶ τὸ, ἀνὰ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. (Vers. 328.) Ὀπωρινὸς δὲ Βορέης, ὁ ἐτησίας κατὰ τοὺς παλαιούς. Πάνυ δὲ ἀσφαλῶς τὰς ξηρὰς σανίδας τῆς σχεδίας καὶ διατοῦτο ἐλαφρὰς οὐ μὴν δὲ ἀλλὰ καὶ εὖ ἀραρυίας, ἀκάνθαις εἰκάζει θεριναῖς αἳ πρὸς ἀλλήλαις ἔχονται ὅτε ἄνεμος αὐτὰς ἐπείγει κατ' ἀλλήλων, ὡς ἡ κατὰ θέαν πεῖρα δηλοῖ (Vers. 368.) κατὰ ὅμοιον δὲ λόγον καὶ ἡ ἐφεξῆς ταύτῃ παραβολὴ, καρφαλέων ἀχύρων θημῶνι εἰκάζει τὴν τῶν αὔων καὶ περικήλων ξύλων παράθεσιν. ἃς ὁμοίως τοιούτοις ἀχύροις διασκεδάζει ὁ σφοδρὸς ἄνεμος. Ἔνθα σημείωσαι ὅτι δοκεῖ ταυτὸν εἶναι θημὼν καὶ θωμός. φησὶ γάρ τις παλαιὸς, ὅτι θωμοὶ ἐν τῷ ω οὐχὶ θημοὶ, οἱ τῶν σπερμάτων σωροί. ἴσως δὲ καθ' ὁμοιότητα θωμοῦ, καὶ θώμιγξ τὸ σχοινίον λέγεται. Τὸ δὲ πρὸς ἀλλήλαις ἔχονται, ἀντὶ τοῦ, ἀλλήλαις συνέχονται. (Vers. 331.) Τὸ δὲ Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ἀντὶ τοῦ, προεβάλλετο. παρέῤῥιπται. (Vers. 367.) Κῦμα δὲ κατηρεφὲς, οὐ μόνον τὸ ὑψηλὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ καλύπτον δίκην ὀρόφου, ἤτοι ἐοικὸς ὀρόφῳ. (Vers. 368.) Ζαὴς δὲ ὅτι ὁ πολύπνους ἄνεμος (Vers. 368.) καὶ ὅτι ἤϊα τὰ ἄχυρα, καὶ ὅτι ὁ θημὼν καὶ θημωνία λέγεται, καὶ ὅτι (Vers. 369.) καρφαλέον τὸ κατάξηρον ὡς ἀπὸ τοῦ κάρφους ὅ ἐστι ξηρὸν ξυλήφιον, πολλαχοῦ δηλοῦται (Vers. 368.) νῦν δὲ ὅρα ὅτι καὶ ἐπὶ ἀχύρων λέγεται θημών, καὶ οὐ μόνον ἐπὶ σπερμάτων. Τὸ δὲ τινάσσειν, καιρία λέξις ἐπὶ τοῦ ἀνασαλεύειν. διὸ καὶ δὶς αὐτὸ κεῖται διὰ τὸ καίριον. ὥσπερ καὶ (Vers. 369.) τὸ διεσκέδασεν ἀντὶ τοῦ διεσκόρπισε. συναπτῶς γὰρ αὐτοῦ ἐν δυσὶ στίχοις κεῖται. (Vers. 371.) Κέλητα δὲ ἵππον λέγει, τὸν ἄζυγα, τὸν καταμόνας ἐλαυνόμενον. (Vers. 371.) Ἔνθα ὅρα τὸ καὶ ἀστεῖον καὶ συντομώτατον τῆς παραβολῆς. κέλητι γὰρ ἱππότῃ παρεικάζει, τὸν μιᾷ σανίδι ἐν θαλάσσῃ ἐποχούμενον. εἴληφε δὲ ἴσως ἀφορμὴν ἡ παραβολὴ αὕτη ἐκ τοῦ καὶ τὰς νῆας ἁλὸς ἵππους πρὸ τούτων ῥηθῆναι. ἀλλ' ἐκείνας μὲν, διὰ τὸ πολυσύνθετον, τετρώρου ποιοῦσι παραβολὴν, καὶ ἅρμασιν εἰκάζονται, τὸ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
