# Commentarii ad Homeri Odysseam 1.222.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.222.1

ῥηθὲν ἓν ξύλον, κέλητα οἷον ποιεῖ τὸν ἐπ' αὐτοῦ ὀχούμενον. ὅτι δὲ καὶ πλοίου εἶδός τι ὁ κέλης, δηλοῖ ὁ εἰπὼν πέντε κέλητας πεντασκάλμους. ἔνθα ὅρα καὶ ὅτι σκαλμὸς διὰ τοῦ λ. ἔτι δὲ δηλοῖ. τὸ αὐτὸ, καὶ ὁ γράψας οὕτως. ἐπακρίδες, αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ἐπακτροκέλης δὲ, πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος. ἃ καὶ αὐτὰ, πλοιάρια ἐστί. Παυσανίας δέ φησι καί τινας ἵππους, ἁμίππους. εἰπὼν ὅτι ἅμιπποι, ἵπποι ἐζευγμένοι χωρὶς δίφρου. κληθέντες οὕτως ἐπεί φησιν ἐπὶ δύο κέλητας ἀνέβαινον ὁ μὲν, ἡνιοχῶν. ὁ δὲ, ὁπλίτης. ἀπὸ τοίνυν τοῦ ἅμα ἀμφοτέρους καθίζεσθαι εἰ καὶ ἰδίᾳ φησὶν ἑκατέρους, ἅμιπποι οἱ τοιοῦτοι ἐλέγοντο. ἡ δὲ χρῆσις τοῦ ἅμιππος, καὶ παρὰ Σοφοκλεῖ ἐν Ἀντιγόνῃ. ἀλλ' οἱ μὲν ἅμιπποι, ἑτερεῖοι πρὸς τὸν κέλητα. ὁ δὲ μόνιππος ἀνὴρ, ὅμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας, οὕτω. μόνιππος, ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ. Ἰστέον δὲ ὡς οἶδε μὲν Ὅμηρος τὸν κέλητα καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸ τέθριππον οὗ χρῆσις ἐν τῷ, ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας. οὐ ποιεῖ δὲ ἥρωας χρωμένους αὐτῷ, εἰ μὴ ἄρα κατ' ἀνάγκην τινὰ ὡς ἐν τῷ δολωνείᾳ ὁ Διομήδης δοκεῖ ποιεῖν. κελητίζει γὰρ ἐκεῖνος ἐκεῖ. ὅτι δὲ πολυώνυμον ὂν τὸ γυναικεῖον αἰδοῖον ἄμβων τε γὰρ λέγεται καὶ χοῖρος καὶ ἐσχάρα καὶ δέλτα, τὸ αὐτὸ καὶ κέλης καλεῖται παρὰ τοῖς κωμικοῖς, οὐκ ἄδηλόν ἐστι. (Vers. 374.) Τὸ δὲ χεῖρε πετάσας, προσφυῶς ἐῤῥέθη. ὁποῖα γάρ τι πτηνὸν τανυσίπτερον, καὶ ὁ νηχόμενος διαπεταννύει τὰς χεῖρας. (Vers. 375.) Τὸ δὲ νηχέμεναι, ἐνεργητικῶς, καθὰ καὶ τὸ, νῆχε δ' ἐπειγόμενος. καὶ νῆχε παρέξ. λέγεται δὲ τὸ αὐτὸ καὶ παθητικῶς ὡς δηλοῖ τὸ, προτέρω παρανήξομαι. (Vers. 384.) Ἀθηνᾶ δὲ Διὸς θυγάτηρ ἀνέμους τοὺς μὲν παύει, τοὺς δὲ ἐγείρει, διὰ τὸ καὶ αὐτὴ ἀλληγορεῖσθαι εἰς ἀέρα περὶ ὃν οἱ ἄνεμοι ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (Vers. 385.) Ὁ δὲ Βοῤῥᾶς ὅπως συντελεῖ τῷ Ὀδυσσεῖ καταστῆναι εἰς τὴν τῶν Φαιάκων γῆν, οὐκ εὔπορον καταλαβέσθαι εἴπερ ἐκεῖνος ἐκ τῶν νοτίων ἐπάνεισιν. ἴσως οὖν πλαγιάσας ὁ ἥρως ἐξ ἀνέμων ἀντιπνοίας, δέεται Βορέου εἰς τὸν κατ' εὐθὺ πλοῦν. Κῦμα δὲ πηγὸν, ἢ τὸ εὐτραφὲς καὶ ὡς προεῤῥέθη τροφόεν ἢ τροφέον, ἢ τὸ εὐπαγὲς καθ' ὁμοιότητα ὀρεινοῦ πάγου. ὥς που καὶ ἵπποι πηγοὶ, οἱ στεροί. πῶς γὰρ οὐκ εὐπαγὲς κῦμα, τὸ, ὡς ὁ ποιητὴς ἔφη, κατηρεφές. ἢ καὶ ἄλλως κῦμα πηγὸν, τὸ μέλαν κατά τινα γλῶσσαν. ὅθεν καὶ κριὸς ἐν Ἰλιάδι πηγεσίμαλλος. Ἐν δὲ τῷ δύο καὶ μᾶλλον ὅτε διὰ τοῦ ω μεγάλου γράφεται, ἀπορία ὕπεστιν οὐκ ἀνεύλογος καθὰ καὶ ἐπὶ τοῦ ἄμφω, διότι μὴ ἀναλόγως βαρύνονται αἱ ἐξ αὐτῶν γενικαὶ ἵνα ἦσαν δύοιν καὶ ἄμφοιν, ἀλλὰ περισπῶνται. δυοῖν γάρ φαμεν καὶ ἀμφοῖν. ἔτι δὲ, καὶ διατὶ τὸ δυοῖν, οὐ παραλήγεται τῇ οι διφθόγγῳ ὡς ἀπὸ τοῦ δοιώ. οἷον δοιώ δ' οὐ δύναμαι ἰδέειν. Ἰστέον δὲ καὶ ὡς εἰ δύο νύκτας καὶ ἤματα ἐπλάζετο κύματι Ὀδυσσεὺς μετὰ τὰς ἑπτακαίδεκα ἡμέρας τῷ δὲ τρίτῳ γαλήνη γέγονεν, ὀρθῶς ἄρα ἐρεῖ ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς, εἰκοστῷ ἤματι τὸν πόντον ἐκφυγεῖν. (Vers. 390.) Ἐν δὲ τῷ, τρίτον ἦμαρ ἐτέλεσεν ἠὼς, σωματικῶς ἡ ἠὼς ἐλέχθη. ἧς ἀποτέλεσμα τὸ ἦμαρ, οἷα θεᾶς τινος μυθικῆς ῥηθήσεται δέ που τοῦτο καὶ ἐν τοῖς ἑξῆς. Τοῦ δὲ εὐπλόκαμος ἠὼς καὶ τοῦ κατ' αὐτὴν πλοκάμου, προϋπάρχει ὁ πλόκος οὗ χρῆσις παρὰ Λυκόφρονι. (Vers. 391.) Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη, οὐχ' ἁπλῶς φράζεται, ἀλλὰ πρὸς ἀκρίβειαν· διττὴ γὰρ ἡ γαλήνη. ἡ μὲν, τὸ καταστορεσθῆναι τὰ κύματα τέλεον, ὅπερ οὔπω γέγονεν. ἡ δὲ, τὸ παύσασθαι τὸν ἄνεμον, ὃ νῦν γέγονε. κύματα γὰρ ἔτι αἴρονται. (Vers. 393.) διὸ φησὶν ὅτι μεγάλου ὑπὸ κύματος ἀρθεὶς Ὀδυσσεὺς, ὀξὺ μάλα προεῖδε τὴν τῶν Φαιάκων. καὶ ἔστι τὸ τοιοῦτον κῦμα, κωφόν. καὶ ὡς ὁ κωμικὸς λέγει, κολόκυμα. ὅ ἐστι, κολοβὸν κῦμα. ὃ διχῶς γίνεται. ὁπηνίκα τὲ ἀνέμου λήξαντος, αὐτὸ ἔτι αἴρεται. καὶ ὅτε δὲ ἀνέμων πνευσόντων ὄσσεται κέλευθα. ὅτι δὲ ταυτὸν κολόκυμα καὶ κωφὸν κῦμα, δηλοῖ ὁ γράψας. κολόκυμα, κωφὸν κῦμα καὶ ἐπικαχλάζον. ἑρμηνεύουσι δὲ κωφὸν ἐνταῦθα οἱ παλαιοὶ, τὸ ἄψοφον καὶ διατοῦτο μὴ δὲ ἐξακουομένην ἔχον τὴν ἠχὴν ᾗ παρῳνυμεῖται ἡ ἠχήεσσα θάλασσα. οὕτω καὶ βέλος ἐν Ἰλιάδι κωφὸν, τὸ ἄῤῥοιζον. κοινῶς μέντοι κωφὸς, ὁ μὴ φθεγγόμενος. ὁ καὶ ἐνεός. οὗ πρὸς ὁμοιότητα, καὶ κῦμα ἐῤῥέθη κωφόν. καὶ βέλος κωφόν. διὸ ἡ Πυθία χρήσασα τὸ, καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, παραλληλίσασα διεσάφησε. παρὰ δέ γε τοῖς ὕστερον κοινότερον, κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. οὗ ῥῆμα ἔγνωσται οὐ μόνον κωφῶ κωφήσω ὡς τὸ, πρὸς κάλλος ἐκκεκώφηνται ξίφη, ἀλλὰ καὶ κωφώσω κατὰ κοινὴν διάλεκτον. Ἡ δὲ ὑπὸ κύματος ἄρσις, ὡς οἷον σκοπιά τις γίνεται τῷ Ὀδυσσεῖ. οὐ γὰρ εἶχεν ἐξ ἐπιπέδου γαλήνης

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
