Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.223.1
Not analysed yet
τὴν τῶν Φαιάκων πόῤῥωθεν καθορᾶν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γάλατος ἡ γαλήνη. ὅθεν καὶ γαλερὸν κατὰ Παυσανίαν, τὸ γαληνὸν καὶ ἥσυχον καὶ προσηνές. Τὸ δὲ ὀξὺ μάλα προϊδὼν, ὀξυωπίαν προσμαρτυρεῖ τῷ Ὀδυσσεῖ. (Vers. 400.) Τὸ δὲ γέγωνε βοήσας, ἀντὶ τοῦ, ἐξάκουστον ἐβόησεν. ἵνα λέγῃ ὅτι βοήσας ἐγνώσθη ἄν. οὐ γὰρ τὸ γεγωνέναι καὶ τὸ γεγωνεῖν καὶ γεγωνίσκειν καὶ τὰ τούτοις σύστοιχα, βοὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὸ ἀκουσθῆναι. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ γέγωνεν, οὐκ αὐτὸ μόνον δι' ἑαυτοῦ δηλοῖ τὸ ἠκούσθη, ἀλλ' ὁμοῦ μετὰ τοῦ βοήσας. καὶ βοῆσαι μέν ἐστι, τὸ κραυγάσαι. γεγωνέναι δὲ, τὸ καὶ γνωστῶς κραυγάσαι. ἔστι γὰρ παρακείμενος μέσος τὸ γέγνωα. ἐξ οὗ κατὰ μετάθεσιν τοῦ ω, γέγωνα κατὰ τοὺς παλαιούς. πολλαχοῦ δὲ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται τὸ, γέγωνε βοήσας. ἐκ τούτου δὲ, οὐ μόνον ἐπίῤῥημα τὸ γεγωνὸς ἀντὶ τοῦ μέγα, ἀλλὰ καὶ λόγος γεγωνὸς παρὰ Φίλωνι, ὁ προφορικός. ὃν καὶ κλίνας ἐκεῖνος εἰς γενικὴν, τοῦ γεγωνοῦ λόγου φησὶν, ὅ ἐστι τοῦ τρανοῦς ἤδη δὲ καὶ μεγάλου πρὸς διαστολὴν τοῦ ἐνδιαθέτου. καὶ πάντως ἐκ τοῦ τοιούτου γίνεται καὶ τὸ γεγωνότερον, οὐ μὲν ἐκ τοῦ οὐδετέρου τῆς μετοχῆς. (Vers. 402.) Τὸ δὲ ῥοχθεῖν, ὠνοματοπεποίηται. καθὰ καὶ τὸ ξερόν. καὶ τὸ ἐρευγόμενον. καὶ τὸ παλιῤῥόθιον. καὶ τὸ βέβρυχε. καὶ ὁ δοῦπος. ἐχρῆν γὰρ ἐπίτηδες πρᾶγμα δύσηχον τὴν τῶν κυμάτων εἰς τὰ ἔξω πρόῤῥηξιν, συχναῖς τραχείαις ἐξαγγεῖλαι φωναῖς. τραχυφωνότερον δὲ τὸ ῥοχθεῖν τοῦ τε ῥοθίου καὶ τοῦ παλιῤῥοθίου. ἔτι δὲ καὶ τοῦ μυθικοῦ Ἁλιῤῥοθίου. ποιεῖ δὲ τὴν πλείω τραχύτητα ἡ τῶν δασέων ἐπαλληλία. Τὸ δὲ ξερὸν ἠπείροιο, καὶ τρηχεῖαν ἔφη ἀκτήν. συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν. τοιοῦτον δὲ καὶ τὸ νοσηρὸν νοσερόν. εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δ' ἂν, ἢ καθ' Ἡρακλείδην εἰπεῖν, παρηγοροῖτο τὸ ξερὸν, καὶ ἀπὸ τοῦ ξέω. εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά. μυριαχοῦ δὲ τὸ ἦτα εἰς ε μεταπίπτει σὺν λόγῳ, καθὰ καὶ ἐν τῷ ῥῶ ῥήσω ἔῤῥημαι ἐῤῥέθην. διὰ μὲν γὰρ τὸ ῥῶ ῥήσω, καλῶς ἔχει τὸ ἔῤῥημαι καὶ τὸ ἐξ αὐτοῦ εἴρημαι. διὰ δὲ τὸ ῥέω θέμα, εὖ ἔχει καὶ τὸ ἐῤῥέθην. τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχημαι ἐσχέθην. καὶ τὸ νοσηρὸν δὲ καὶ νοσερὸν, οὐδ' αὐτὸ ἀλόγως ἔχει. ἀλλὰ τὸ μὲν, τῷ ἦτα παραλήγεται, ὡς ἀπὸ τοῦ νοσῶ νοσήσω μέλλοντος. τὸ δὲ, τῷ ε παρασπίζεται, ὡς ἀπὸ ὁλοκλήρου ἤγουν ἐντελοῦς ῥήματος τοῦ νοσέω. καὶ οὕτω μὲν ἔλλογον συλλαβικὴν συστολὴν ἢ ἔκτασιν τὰ τοιαῦτα πάσχει. ἄλογον μέντοι συστολὴν χρονικὴν καὶ ἔκτασιν παραδιδόασιν οἱ παλαιοὶ, ἐν τῷ, φίλε κασίγνητε. καὶ, ἀνέρες ἐστὲ φίλοι. καὶ ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. καὶ ἐν τῷ, δαὴρ αὖτ' ἐμός. καὶ, Ἕκτορ ἐμῷ θυμῷ δαέρων φίλτατε, καὶ οὕτω μὲν ταῦτα ὡς ἐξ ἀφορμῆς τοῦ ξερὸν κατὰ συστολήν. ἴσως δὲ καὶ ἄλλως τὸ ξερὸν ἐκταθὲν ἐποίησε τὸ ξηρόν. (Vers. 403.) Τὸ δὲ εἴλυτο, ἢ ἐκ τοῦ εἴλυμι γίνεται, ἢ ἐκ τοῦ εἰλύω ἐξ οὗ τὸ ἐπειλύω. καὶ εἰλυὸς ὁ φωλεός. ἵνα ᾖ συγκοπὲν ἐκ τοῦ εἰλύετο. ἐκ δὲ τοῦ ῥηθέντος εἰλύω ἢ εἴλυμι, γίνεται καὶ εἴλυμα τὸ κάλυμμα. οἷον. εἴλυμα σπείρων, ὃ ἐν τοῖς ἑξῆς που κεῖται. Ἁλὸς δὲ ἄχνη πόθεν γίνεται, ἡ Ἰλιὰς ἱκανῶς ἐδήλωσε. δηλοῖ δὲ τὸ λεπτὸν καὶ ἀφρῶδες τοῦ ἔξω προσρηγνυμένου κύματος. (Vers. 404.) Λιμένες δὲ νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, οἱ φυλακτικοὶ τῶν νηῶν, ὡς συνέχοντες αὐτάς. ἢ ἐφ' ὧν νῆες ὀχοῦνται καὶ ἀναπαύονται. δοκοῦσι δὲ καὶ οἱ ναύλοχοι λιμένες ὡς προδεδήλωται ἐκ τοῦ νηῶν ὄχοι λέγεσθαι συνθέτως πλεονασμῷ τοῦ λ. Ἐπιωγαὶ δὲ, ἐξοχαὶ κατὰ τοὺς παλαιοὺς καὶ πλατεῖς αἰγιαλοί. μάλιστα δὲ, τόποι ἀνέμου σκέπην ἔχοντες, ἔνθα καὶ ἰωὴ τουτέστι πνοὴ ἄγνυται μὴ δυναμένη δηλαδὴ προϊέναι. καθ' ὁμοιότητα δὲ τούτου, καὶ κυματωγὴ παρ' Ἡροδότῳ ἡ ἀκτὴ ἔνθα δηλαδὴ τὰ κύματα ἄγνυνται. (Vers. 405.) Τὰς δὲ ἀκτὰς, καὶ ῥαχίας οἱ Ἀττικοὶ καλοῦσι. καὶ τὸν τόπον δὲ ᾧ προσαράττει τὸ κῦμα, ῥαχίαν λέγουσιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. καὶ ῥάχοι δὲ καὶ ῥαχίαι, παρατείνουσα καὶ τραχεῖα ἠϊών. εὕρηνται δὲ καὶ ῥάχοι, καὶ ἀκανθώδεις καὶ τραχεῖαι ῥάβδοι. Προβλῆτες δὲ ἀκταὶ, ἁπλῶς μὲν, αἱ προβεβλημέναι καὶ μὴ κρυπτόμεναι. τοῦτο δὲ πρὸς διαστολὴν τῶν λιμένων καὶ τῶν ἐπιωγῶν. ἐκεῖ γὰρ οὐ προβέβληται εἰς ἐμφανὲς ἡ ἀκτὴ. καὶ ἔστι μὲν οὐδὲ ἡ ἁπλῶς προβλὴς ἀκτὴ ἀγαθὸν ὡς πρὸς λιμένος σύγκρισιν. εἰ δὲ καὶ σπιλάδες εἰσὶ περὶ αὐτὴν καὶ πάγοι, ἀλλὰ τοῦτο χείριστον. καὶ εἰσὶν αἱ τοιαῦται προβλῆτες ἀκταὶ, τόποι πετρώδεις, προνεύοντες εἰς θάλασσαν. Περὶ δὲ σπιλάδων προεγράφη. λέγουσι δὲ τὰ σχόλια, καὶ ὅτι σπιλάδες πέτραι εἰσὶ κοῖλαι διεσχισμέναι τῇ συνεχεῖ τῶν κυμάτων πλήξει. Πάγοι δὲ, πετρώδεις ἐξοχαί. ἢ εἰς ὕψος ἀνέχουσαι ὀξεῖαι πέτραι. ὡς δηλοῖ ἐπαχθὲν τὸ, πάγοι ὀξέες. (Vers. 408.) Τοῦ δὲ ἀελπέα ἡ ὀρθὴ, ἀελπής. καὶ ἔστι σημειῶδες