# Commentarii ad Homeri Odysseam 1.224.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.224.1

εἴγε τὸ μὲν ἁπλοῦν, ἐλπὶς ἐλπίδος. τὸ δὲ σύνθετον, ἀελπὴς ἀελπέος. ἔστι δὲ περὶ αὐτοῦ εἰπεῖν ὅτι ἐκ μὲν τοῦ ἐλπὶς, ὁ εὔελπις γίνεται καὶ ὁ δύσελπις. ἐκ δὲ τοῦ ἔλπω ῥήματος, ὁ ἄελπος καὶ ὁ ἀελπής. ὡς ἐκ τοῦ τέρπω, ἡ παρ' Ὁμήρῳ ἄτερπος ὀϊζὺς καὶ ὁ ἀτερπὴς χῶρος. καὶ τοῦτο μὲν, τοιοῦτο. (Vers. 409.) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ πλεῦσαι καὶ διανήξασθαι, διατμῆξαι κῦμα. εἰπών. καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα. (Vers. 410.) Τὸ δὲ ἁλὸς πολιοῖο, τῆς παλαιᾶς καὶ αὐτὸ Ἀτθίδος. καθὰ καὶ τό, κλυτὸς Ἀμφιτρίτη. Ἀλλαχοῦ δὲ, πολιὴν ἅλα φησὶν Ἰωνικῶς. δηλοῖ δὲ ὡς καὶ ἐκεῖ ἐῤῥέθη, ἢ τὴν ἔντιμον. ἢ τὴν λευκὴν διά τε τοὺς ἀφροὺς καὶ πρὸς ὁμοιότητα τοῦ, λευκὸν ὕδωρ. Τὸ δὲ ἁλὸς θύραζε, ἀντὶ τοῦ ἁπλῶς ἔξω, πολλαχοῦ φησιν ὁ ποιητής. λέγει δὲ αὐτὸ, ὡς ἐπὶ οἴκου. ἐπεὶ καὶ οἴκησις Ποσειδῶνος καὶ θαλαττίων δαιμόνων ἡ θάλασσα. (Vers. 412.) Τὸ δὲ ῥόθιον, ἐπίθετον κύματος ῥοθοῦντος κατὰ ὀνοματοποιΐαν. οἱ δὲ μεθ' Ὅμηρον, τὸ ῥεῦμα οὕτω καλοῦσιν. οἱ δὲ ὕστερον Ἀττικοὶ, τὴν σύντονον εἰρεσίαν οὕτω φασί. καὶ ῥοθιάζειν τὸ ἐρέσσειν εὐτόνως. ἐλέγετο δὲ ῥοθιάζειν, καὶ ὅτε οἱ ναῦται ἐπὶ κώπαις δέκα τυχὸν ἢ καὶ πλείοσι παίοντες, εἶτα ἅμα παυσάμενοι, ὡς ἐκ συνθήματος ἅπαξ ἀνεφώνουν, ὡς καὶ νῦν ποτε γίνεται. καὶ ἔστι τοιοῦτον παρὰ Ἀριστοφάνει τὸ, αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον. παραπέμψατ' ἐφ' ἕνδεκα κώπαις. τουτέστι, εὐφημήσατε τὸν δεῖνα ῥοθιάζοντες ναυτικῶς. Τὸ δὲ ἀναδέδρομεν, ὑψιλοὺς εἶναι ὡς καὶ ἐῤῥέθη, τοὺς ῥηθέντας πάγους δηλοῖ. ἵνα οἱ αὐτοὶ, καὶ πάγοι ὀξέες εἶεν καὶ πέτραι ἀνατρέχουσαι. Γλυκέως δὲ ὡς ἐπὶ ἐμψύχων ἀναβαινόντων, λέγεται τὸ ἀνατρέχειν ἐπὶ πετρῶν ὑψηλῶν. καθὰ καὶ τὸ, ἀναδέδρομε πέτρη. μέσος δὲ παρακείμενος τὸ ἀναδέδρομεν, ὡς ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ δρέμω ἀφ' οὗ καὶ ὁ δρόμος. (Vers. 413.) Ἀγχιβαθὴς δὲ θάλασσα, ὁ βαθὺς αἰγιαλός. καὶ μὴ ἄντικρυς λιμὴν ἢ ἀκτὴ ἀλλὰ ἄγχι βάθους ὢν ὡς μὴ δύνασθαί τινα ἐν κινδύνῳ πόδεσσι στῆναι ἀμφοτέροις καὶ σωθῆναι. καὶ νῦν μὲν, οὐκ ἐπαινετὸν τὸ ἀχιβαθές. ὁ μέντοι ἀγχιβαθὴς λιμὴν, ἐπαινεῖται. (Vers. 415.) Τὸ δὲ βάλῃ λίθακι ποτὶ πέτρῃ, ἀντὶ τοῦ, προσρίψει πέτρᾳ τινὶ ἐχούσῃ προβολὰς ὀξείας πολλὰς, τοιαύτη γὰρ ἡ λίθαξ πέτρα. εἰ δέ τις τὰς οὕτω λίθακας, καὶ πάγους ὀξέας εἴποι, οὐ φαύλως ἐρεῖ. Καὶ σημείωσαι ὅτι εἰ καὶ παρατετήρηται μὴ εἶναι ὑποκόρισμα παρὰ τῷ ποιητῇ, ἀλλὰ τὸ λίθαξ τοιοῦτον εἶναι δοκεῖ. ὡς γὰρ νέος νέαξ νέακος, καὶ ὥσπερ σκύλαξ σκύλακος, οὕτω καὶ λίθαξ ἡ καὶ λάϊξ. ἔστι γὰρ πέτρα λίθαξ, ἥτις αὐτὴ μὲν μεγάλη ἀνέστηκεν. ἔχει δὲ περὶ αὐτὴν λιθιδίων ἐκφύματα. (Vers. 418.) Παραπλῆγες δὲ ἠϊόνες κατὰ τοὺς παλαιοὺς, πάραλοι, πλησσόμεναι ὑπὸ ἁλός. μάλιστα δὲ, αἱ μὴ ἀπεναντίας ἀλλ' ἐκ πλαγίων πλησσόμεναι κύμασιν. αἳ καὶ ποιοῦσι τόπον εὐλίμενον πλαγιαζόμενον τοῖς κύμασι. διὸ καὶ ἐπάγει, λιμένας τε θαλάσσης. ὡς τῆς παραπλῆγος ἠϊόνος, ἀγαθῆς οὔσης ἐλλιμενίσαι. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, παραπλῆγα φασὶ, τὸν ἀπαίδευτον καὶ ἄμουσον καὶ ὡς εἰπεῖν, ἀπῳδὸν, ἐξ ὁμοιότητος τῶν ἀτεχνῶς πληττομένων χορδῶν. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. τοιούτῳ δὲ παραπλῆγι σύστοιχον, καὶ τὸ παραπλῆγα λύτταν λόγου. (Vers. 419.) Ἐν δὲ τῷ, δείδω μή με ἡ θύελλα τό δέ τι βλάψῃ, ἀνελλιποῦς οὔσης τῆς φράσεως, δῆλον ὅτι πρὸ ταύτης τὸ, μή πως μ' ἐκβαίνοντα βάλῃ ποτὶ πέτρῃ, ἐλλιπές ἐστι ῥήματος τοιούτου. ἵνα λέγῃ ὅτι δέδοικα μὴ προσκρουσθῶ τῇ ῥαχίᾳ. καὶ εἰσὶ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. ὅμοιον δὲ καὶ παρ' Αἰσχύλῳ τὸ, ὅπως μὴ σαυτὸν οἰκτοῖς ποτε. ἤγουν δέδιθι μὴ πάθῃς οἴκτου ἄξια. (Vers. 419.) Τὸ δὲ ἀναρπάξασα θύελλα, οὐ πάνυ πόῤῥω φράζεται τοῦ, ἀνηρείψαντο ἅρπυιαι. εἰ καὶ ἄλλως μὲν ἐκεῖνο, ἑτέρως δὲ τοῦτο νοεῖται. (Vers. 421.) Ὁ δὲ τοῦ μεγάλου κήτους φόβος καὶ ὁ τῶν ἐν ὄρει θηρῶν, οὐχ' ἱστορικῶς ἀλλὰ κατὰ τὸ εἰκὸς ἔπεισι τῷ Ὀδυσσεῖ, τὰ μὲν τῶν κακῶν πάσχοντι, τὰ δὲ, ὑποπτεύοντι. (Vers. 426.) Τὸ δὲ δρύπτεσθαι καὶ ἀράσσεσθαι ὡς τὸ μὲν ἀπὸ τοῦ δόρυ, τὸ δὲ ἀπὸ τοῦ Ἄρης γίνεται, ἀλλαχοῦ δηλοῦται. εἰσὶ δὲ οἳ καὶ ταῦτα ὠνοματοπεποιῆσθαι φασί. τραχύφωνα δὲ οἰκείως τῷ παρόντι τόπῳ, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἀράχθη. (Vers. 430.) Παλιῤῥόθιον δὲ κῦμα, τὸ ῥοθοῦν καὶ κατὰ τὴν παλίῤῥοιαν. ἦν μὲν γὰρ ἐκεῖνο ῥόθιον, καὶ ὅτε ἐπιδραμὸν παρῆλθε τὸν Ὀδυσσέα. γέγονε δὲ παλιῤῥόθιον, ὅτε διαύλου τρόπον εἰς θάλασσαν αὖθις ἐκ τοῦ αἰγιαλοῦ ἀποκαθίστατο. οὕτω δὲ σφοδρὸν ἦν, ὥστε τῆς πέτρας ἀποσπάσαν τὸν Ὀδυσσέα οὐχ' ἁπλῶς ἔφερεν ἔσω θαλάσσης, ἀλλὰ τηλοῦ ἔβαλε πόντῳ. τοῦτο δὲ πρὸς ἀγαθοῦ γέγονε τῷ Ὀδυσσεῖ. ἐκεῖθεν γὰρ πλαγίως νηχόμενος εὗρε τόπον ἀκίνδυνον τὸν πρὸς τῷ ποταμῷ. (Vers. 432.) Ὁ δὲ πολύπους, μεμέ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
