Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.225.1
Not analysed yet
τρηται μὲν τοὺς πόδας εἴπερ ὀκτάπους καλεῖται κοινότερον, δόξαν δὲ οὕτω τοῖς ὀνοματοθέταις, πολύπους λέγεται. καθὰ καὶ ἡ τρίαινα, πολυγλώχιν. ἐν ἄλλοις δὲ, τὸ ἀνάπαλιν γίνεται. ἤγουν ἀντὶ τῆς κατὰ τὸ πολὺ ἀοριστίας, ὡρισμένος τις ἐκφωνεῖται ἀριθμός. Κρήτη γοῦν ἑκατόμπολις ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀντὶ τοῦ πολύπολις καθά τινές φασιν. οὕτω δὲ καὶ τῇ τῆς Ἀθηνᾶς αἰγίδι, ἑκατὸν θύσανοι προσυφαίνονται, ἤγουν πολλοί. ὁμοίως καὶ ἑκατὸν δούρατ' ἀμάξης Ἡσίοδος ἔφη. καὶ ἑκατὸν ἔτεα παῖδα παρὰ μητρὶ ἀτιτάλλεσθαι. σὺν ἄλλοις δὲ, καὶ ὁ Ὁμηρικὸς ἑκατόγχειρ τοιαύτην ἔννοιαν ὑποβάλλει. ἵνα ᾖ ἑκατόγχειρ, ὁ πολύχειρ. Ἡ δὲ κατὰ τὸν πολύποδα παραβολὴ, ἐναντιότητα δοκεῖ ἔχειν πρὸς τὸ προκείμενον πρᾶγμα. ὁ μὲν γὰρ πολύπους τῆς θαλάσσης ἐξελκόμενος, ἀνασπᾷ λάϊγγας ὅ ἐστι λιθίδια πρὸς ταῖς κοτυληδόσιν ἐχόμενα. Ὀδυσσεὺς δὲ ἀφῆκέ τι τοῦ σώματος πρὸς ταῖς πέτραις. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι ἡ παραβολικὴ ἐνταῦθα ὁμοίωσις πρὸς μόνον γίνεται τὸ στεῤῥὸν τῆς ἀντοχῆς. ὡς γὰρ ὁ πολύπους αἴρει τι τῶν λίθων ἀντεχόμενος, οὕτως Ὀδυσσεὺς ἀφίησί τι τοῦ κατὰ τὰς χεῖρας ῥινοῦ πρὸς τῇ πέτρᾳ. καὶ μία αἰτία ἀμφοῖν τοῦ τε ἀφεῖναί τι πρὸς ταῖς πέτραις, καὶ τοῦ ἀποσπασαί τι ἀπ' αὐτῶν, ἡ βιαία δηλαδὴ ἀντοχὴ τῶν κοτυληδόνων καὶ τῶν χειρῶν. δῆλον δ' ἐκ τῶν παλαιῶν, καὶ ὡς δύσριγον ὁ πολύπους. καὶ ὡς ἀντέχεται τῆς οἰκείας θαλάμης, ἵνα θερμαίνων, ἀντιθάλπηται ὑπ' αὐτῆς κατά τινα φερωνυμίαν. ἐπειδὴ ἀπὸ τοῦ θάλπειν δοκεῖ γίνεσθαι ἡ θαλάμη καθὰ καὶ ὁ θάλαμος. Ὅρα δὲ ὡς ἐν τοῖς κατὰ τὸν Ὀδυσσέα ἐφιλοτιμήσατο δι' ἐνέργειαν ταῖς παραβολαῖς ὁ ποιητής. τέσσαρες γὰρ ἐν τοῖς εἰρημένοις κεῖνται παραβολαί. Τὸν δὲ πολύποδα, πούλυπον μὲν Ἀττικοί φασιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, καὶ πολύπουν. Ἴωνες δὲ καὶ Δωριεῖς καὶ Αἰολεῖς, πώλυπον. ὅτι δὲ καὶ πώλυψ ὁ αὐτὸς παρὰ τοῖς τοιούτοις, ἐδηλώθη καὶ ἀλλαχοῦ. ὅτι δὲ καὶ ἀμφίβιος ὁ πολύπους, καὶ ὅτι καὶ τῇ ἐλαίᾳ χαίρει, καὶ συκέαις δὲ φιληδεῖ προσπεφυκυίαις θαλάσσῃ, καὶ ὡς ἐφωράθησαν πολύποδες καὶ τῶν σύκων ἐσθίοντες, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται, καὶ ὅτι νόμος παρὰ Τροιζῆνα, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν θηρεύειν. ἀπεῖπον γάρ φασι, τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. πολλῶν δὲ ὄντων ἃ φέρεται περὶ πολύποδος, ἐκεῖνα ἐπιτμητέον, ὅτι ὁ ποὺς μὲν, οὐκ ἔχει μονοσύλλαβον αἰτιατικὴν κατὰ τὸν βοῦν καὶ τὸν νοῦν, τὸ δὲ σύνθετον ἔχει, τὸν πολύπουν γάρ φαμεν, καὶ τὸν Οἰδίπουν καὶ τὸν τρίπουν λέβητα παρ' Αἰσχύλῳ. καὶ ὅτι τὸν ὡς ἐῤῥέθη Αἰολικὸν καὶ Δωρικὸν διὰ τοῦ ω μεγάλου πώλυπον, παρὰ Ἐπιχάρμῳ ἔστιν εὑρεῖν. ἔστι γάρ φασι παρ' ἐκείνῳ παθητικὸν πώλυποι. παρὰ δὲ Σιμωνίδῃ τὸ, πώλυπον διζήμενος. καὶ ὅτι τὰ μὲν ἄλλα μαλάκια, εὔθετα πρὸς ἡδονὴν ἁπλῶς καὶ ἀφροδίσια, μάλιστα δὲ οἱ πολύποδες. καὶ ὅτι θολὸν καὶ ὁ πολύπους ἔχει ἐν τῷ λεγομένῳ μήκωνι, οὐ μέλανα κατὰ τὴν σηπίαν, ἀλλ' ὑπένυθρον. καὶ ὅτι ὁ ῥηθεὶς μήκων ὃν καὶ σηπία, ἔχει. ὅρα δὲ τὸ, ὁ μήκων ἀρσενικὸν, κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις. καὶ ὅτι λέγεται ἂν ἀπορήσῃ τροφῆς, αὐτὸν κατεσθίειν. ὅθεν εἴρηται τὸ, ἔδωδ' ἐμαυτὸν ὡς πολύπους. καὶ ὅτι τοῦτο φασί τινες ψεῦδος εἶναι. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενον, ἀδικεῖσθαι τοὺς πόδας. καὶ ὅτι λέγεται ὡς εἴ τις ταῖς θαλάμαις αὐτοῦ ἅλας σπείρῃ, εὐθέως ἔξεισι. καὶ ὅτι φεύγων, μεταβάλλει φόβῳ τὰς χρόας, ἐξομοιούμενος τοῖς τόποις ἐν οἷς κρύπτεται. διὸ Κλέαρχός τις ἔφη. πουλύποδός μοι τέκνον ἔχων νόον Ἀμφίλοχ' ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κεδῆμον ἵκηαι. ὁ δὲ τοιοῦτος νοῦς τὸν πολύτροπον πολύποδα σκώπτει. καὶ ὅτι εἴπερ ἱστορεῖται ὁ πολύπους λίαν ἀνόητος εἶναι, διωκόμενος τε γὰρ ἔστιν ὅτε οὐ φεύγει, καὶ πρὸς τὴν χεῖρα δὲ τῶν διωκόντων βαδίζει. ὅθεν εἴρηται τὸ εἶναί τινα ἠλίθιον νοῦν τε πολύποδος ἔχοντα, οὐκ ἄρα τὴν συνεξομοίωσιν τὴν πρὸς τοὺς τόπους φρονίμως αὐτὸς ποιεῖ, ἀλλ' ὁ φόβος ἀληθῶς αὐτὸν ἀλλοιοῖ. καὶ ὅτι λέγεται μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. κατὰ δέ τινας, μηδὲ περὶ τὸν Εὔξεινον. ψυχρὰ γάρ φασιν ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά. ταῦτα δ' ἄμφω, πολέμια πολύποδι. καὶ ὅτι ὁ τραγικὸς Ἴων μεμφόμενος τὸ τοῦ πολύποδος εὐμετάβλητον, ἀκολούθως δ' αὐτῷ καὶ τὸν παλίμβολον ἄνθρωπον, λέγει. τὸν πετραῖον πλεκτάναις ἀναίμονα στυγῶ μεταλλακτῆρα πολύπουν, χροός. Ὅρα δὲ τὸ, θαλάμης ἐξελκομένου, τότε γὰρ ἀντέχεται ὁ πολύπους μάλιστα. ὡς εἰ καί τις πατρίδος βιαίως ἀπάγοιτο ἢ οἴκου. δῆλον δὲ, ὡς θάλαμος μὲν, ἐπὶ λογικῶν. θαλάμη δὲ, ἐπὶ ἀλόγων. ὅτι δὲ θαλάμη μὲν, ἀεὶ βαρυτόνως ὡς παλάμη, τὸ δὲ πληθυντικὸν αὐτῆς πρὸς διάφορον σημασίαν ὠξυτονήθη, δηλοῖ ὁ ἱστορήσας θαλαμὰς ἐν ὀξείᾳ τάσει. καὶ εἰπὼν ὅτι