# Commentarii ad Homeri Odysseam 1.226.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.226.1

θαλαμὰς ὡς ἀγαθὰς, Διοσκούρων ἱερὸν σημαίνει. θαλάμας δὲ βαρυτόνως ὡς μεγάλας, καταδύσεις μηνύει. Μνηστέον δ' ἐνταῦθα καὶ ὅτι θαλάμη οὐ τῷ πάλαι καὶ Ὁμηρικῷ ἀλλὰ τῷ παρὰ τοῖς ὕστερον νυμφικῷ, παρωνόμασται ὁ ἐπιθαλάμιος λόγος. περὶ οὗ γράφεται ὅτι ἐπιθαλάμιον μὲν, τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφέν. γαμήλιον δὲ, ὃ οὐ περιώρισται χρόνῳ. τάττεται δὲ ἡ λέξις φασὶ, καὶ ἐπὶ δωρεᾶς ἐν γάμῳ διδομένης. ὅτι δὲ θαλάμου παρώνυμος καὶ ὁ τριηρικὸς θαλάμαξ, οἶδεν ὁ μαθών. Κοτυληδόνες δὲ αἱ τοῦ πολύποδος πλεκτάναι, ἀπὸ μέρους τουτέστιν ἀπὸ τῶν βραχυτάτων κοτυληδόνων αἳ πρανεῖς ταῖς πλεκτάναις ὑπόκεινται, ὅμοιαι οὖσαι κοτυλιδίοις κοίλοις ἀφ' ὧν καὶ παρονομάζονται. δῆλον δ' ὅτι ταύταις ὁ πολύπους ἀντέχεται τῶν πετρῶν κρατερῶς. ὧν ἑκάστη συσπῶσα ἑαυτὴν καὶ προσφυομένη τῇ τῆς πέτρας ἐπιφανείᾳ κολλητικῶς, ἔχεσθαι ποιεῖ τὸν πολύποδα τοῦ ὑποκειμένου, ὅσα καὶ κισσὸν δρυὸς ἤ τινος ἄλλου. (Vers. 434.) Θρασείας δὲ χεῖρας νῦν τὰς τοῦ Ὀδυσσέως ἔφη, διὰ τὸ οὕτω τλῆμον καὶ θαῤῥαλέον αὐτοῦ. (Vers. 438.) Τὸ δὲ κύματος ἐξαναδὺς ἃ ἐρεύγεται εἰς ἤπειρον, καινῶς μὲν ἐσχημάτισται, ἐχρῆν γὰρ εἰπεῖν, ὃ ἐρεύγεται. πλὴν οὐκ ἦν ἄλλως εἰπεῖν. εἰ γὰρ καὶ ἑνὸς κύματος ἐξανέδυ Ὀδυσσεὺς, ἀλλ' οὐχ' ἓν κῦμα ἔξω ἠρεύγετο. ἔχει γοῦν τὸ σχῆμα ἐλλιπῶς. τὸ δὲ τέλειον, οὕτως. κύματος ἐξαναδὺς ἐκείνου ἑνὸς τῶν πολλῶν ἃ ἐρεύγεται ἤπειρόν δέ. (Vers. 439.) Τὸ δὲ νῆχε παρὲξ, ἀντὶ τοῦ, οὔτε πάνυ πόῤῥω τῆς γῆς, δέδιε γὰρ μήπως αὐτὸν αὖθις ἀναρπάξῃ θύελλα. οὔτε αὖθις ἐν χρῷ τῆς γῆς, ἵνα μὴ ταῖς πέτραις προσαραχθῇ. καὶ δηλοῖ συνήθως κἀνταῦθα ἡ μὲν παρα, ἐγγύτητα τὴν πρὸς τῇ γῇ. ἡ δὲ εξ ἄπωσιν τὴν ἐν θαλάσσῃ. Ὅρα δὲ ὅτι παρὲξ ἔφη, μὴ συντάξας τὸ ἐπίῤῥημα πτώσει τινὶ ὡς ἐν ἄλλοις ἐποίει. οἷον παρὲξ ἅλα. καὶ, παρὲκ νόον. (Vers. 455.) Τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, ἐξώγκωτο. ἐκ τοῦ οἰδέω οἰδῶ. εὕρηται δὲ ἐν παλαιοῖς βιβλίοις καὶ ἀντὶ τοῦ ὤζεεν, ὡς ἀπὸ τοῦ ὀζῶ τροπῷ συνήθει τοῦ ζ εἰς δ. τοῦ δὲ ὀζῶ κοινῶς μὲν, ὁ μέλλων διὰ τοῦ ε, ὀζέσω γάρ. ὁ δὲ κωμικὸς ἐν ταῖς σφηξὶν, ὀζήσω φησὶ διὰ τοῦ η. Τὸ δὲ θάλασσα κήκιεν, ἀντὶ τοῦ, ὕδωρ θαλάσσιον κατέῤῥεν. ὥσπερ καὶ ἐν Ἰλιάδι, ἱδρὼς κήκιε. (Vers. 457.) Τοῦ δὲ ὀλιγηπελέων, ἔστι καὶ ὄνομα ἐν τοῖς ἑξῆς ἡ ὀλιγηπελία, ὅ ἐστιν ὀλιγοψυχία. ἔστι γὰρ ὀλιγηπελέειν, τὸ ὀλίγον τινὰ πέλειν. ἢ ὀλιγοῦσθαι τὸ εἶναι διά τι πάθος φθοροποιόν. ὁποῖον καὶ ὁ αἰνὸς κάματος. (Vers. 299.) Ὅτι καταποικίλλων πανταχοῦ πολυειδῶς καὶ τὴν ποίησιν ταύτην Ὅμηρος παραπλέκει τῷ τοῦ Ὀδυσσέως κινδύνῳ καὶ ἠθοποιΐας τινάς. φησὶ γοῦν ἐν προοιμίοις τοῦ κακοῦ, ὅτι ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν. ᾤμοι ἐγὼ δειλός. τί νύ μοι μήκιστα γένηται. λέγει δὲ καὶ δεδιέναι μὴ νημερτέα ἡ Καλυψὼ εἴπῃ, φαμένη ἐν πόντῳ αὐτὸν πρὶν εἰς τὴν πατρίδα ἐλθεῖν, ἄλγε' ἀναπλήσειν. ἐκφοβεῖ δὲ αὐτὸν καὶ τὸ νέφεσι περιστέφεσθαι (Vers. 303.) τὸν οὐρανὸν ἤτοι τὸν ἀέρα ὡς προγέγραπται. καὶ τὸ ταράσσεσθαι τὸν πόντον. καὶ τὰς ἀέλλας τῶν ἀνέμων ἐπισπέρχειν. καὶ φησί. (Vers. 305.) νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ὃ κεῖταί που καὶ ἐν Ἰλιάδι. καὶ ὅτι τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες. καὶ δὴ ἔγωγ' ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ἤματι τῷ, ὅτε μοι (Vers. 310.) πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέῤῥιψαν περὶ Πηλείωνι θανόντι. ὅτε δηλαδὴ Ὀδυσσεὺς, μὲν, ἐβάστασε τὸν Ἀχιλλέα νεκρὸν, Αἴας δὲ ὑπερήσπιζεν. οὕτως ἂν ἔλαχόν φησι κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί. νῦν δέ με (Vers. 312.) λευγαλέῳ θανάτῳ ὅ ἐστιν ὀλεθρίῳ παρὰ τὸν λοιγὸν ἢ θανασίμῳ παρὰ τὸ λέγω τὸ κοιμίζω εἵμαρτο ἁλῶναι. ὁποῖος δηλαδὴ σὺν ἄλλοις καὶ ὁ ἐν θαλάσσῃ. Ὅρα δὲ τὸ, πρὸς ὃν μεγαλήτορα θυμόν. τὸ γὰρ ἐναγώνιον, οὐκ ἐδίδου καὶ ἐκλαλεῖσθαι τὰ κατὰ θυμόν. ἡ μέντοι Ὁμηρικὴ Μοῦσα οἶδεν αὐτὰ κἂν εἰ μὴ ἐξεβοῶντο. ἐν δὲ τοῖς ἑξῆς τὸ, εὔξατο ὃν κατὰ θυμὸν, ἄλλον ἔχει λόγον. ἐκεῖ γὰρ καὶ τὸ ὕδωρ προσπελάζον τοῖς χείλεσιν, οὐκ ἀφίησι προφορικῶς εὔχεσθαι. πρὸ δὲ τούτων ὁ Ποσειδῶν μυθικῶς κινήσας τὴν κεφαλὴν προστί ὃν μυθήσατο θυμὸν; διὰ τὸ μόνος εἶναι καὶ μὴ ἔχειν τινὰ ᾧ ἂν μυθήσεται. (Vers. 299.) Τὸ δὲ ᾤμοι ἐγὼ δειλὸς, καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ οὐδὲ ἔμψυχον, ᾤμοι τῷ δειλῷ. Τὸ δὲ τί νύ μοι μήκιστα γένηται, ἀντὶ τοῦ, τίνα μοι κακὰ μείζω γενήσεται. εἰ δὲ γράφεται μήχιστα, ἐρωτᾷ τί ἄν μοι γένοιτο μῆχος ἤτοι μηχανή. (Vers. 302.) Τὸ δὲ ἄλγε' ἀναπλήσειν, ἀντὶ τοῦ ἐντελῶς παθεῖν καὶ πληρέστατα. γράφεται δὲ καὶ ἀνατλήσειν. (Vers. 306.) Τὸ δὲ καὶ τετράκις, ἀφελῶς εἴρηται καὶ πρὸς οὐδὲν μέγα. ἐν γὰρ τῷ τρισμάκαρες, καὶ τὸ τετράκις καὶ τὰ ἐφεξῆς νοοῦνται. οὐ γὰρ ὥρι-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
