# Commentarii ad Homeri Odysseam 1.227.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.227.1

σται τὸ τρισμάκαρες, ἀλλ' ἀντὶ τοῦ πολυμάκαρες λέγεται. εἰ μὴ ἄρα κατὰ Πινδαρικὴν ἔννοιαν οἱ ἐξηγηταὶ δηλοῦσιν ἐκεῖ, τὸ τρισμάκαρες καθὰ καὶ τὸ τρισάθλιοι, τριαδικὸν αὐτὸ δὴ τοῦτο μόνον δηλοῦσιν ἀριθμόν. εἰ δὲ καὶ τοῦτο, ἀφελῶς πάλιν εἴρηται τὸ τετράκις καὶ οὐδέν τι μεγαλεῖον ἔχει, οἷα ἐν κινδύνῳ ἀσκέπτως ῥηθέν. μεῖζον γὰρ ἦν, πεντάκις ἢ δεκάκις ἢ τοιοῦτόν τι εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ συνθέτου τοῦ, τρισμάκαρες, ἰδίᾳ λαβὼν ἔθετο τὸ, καὶ τετράκις. ὡς εἴπερ καὶ ἐκεῖ τὸ τρὶς μὲν ἰδίᾳ ἔκειτο ἰδίᾳ δὲ αὖθις τὸ μάκαρες. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ διοθανέες ὅτε ἅπαξ θνήσκουσ' ἄνθρωποι. Σημείωσαι δ' ἐν τῷ τρισμάκαρες, οὕτω δὲ καὶ ἐν τῷ, νῆσοι μακάρων, καὶ τῷ, μακάρεσι θεοῖσιν, ὅτι τὸ μάκαρ, οὐκ ἔσχεν ἀποκοπὴν ἐκ τοῦ μακάριος. οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένουσι τοῦ λοιποῦ ἀμετάβατα εἰς κλίσιν, ὡς οἷα ποδῶν ἐκοπέντα τῶν ἐν αὐτοῖς τελευταίων συλλαβῶν αἷς αἱ μεταβάσεις τῶν κλίσεων γίνονται. τὸ γοῦν δῶ καὶ τὸ κρῖ καὶ ὁ παρὰ τῷ γεογράφῳ ἧλ δαιμόνιος ἀποκεκομμένα ἐκ τοῦ δῶμα καὶ κρίμνον καὶ ἧλος, οὐκέτι κινοῦνται. οὕτω δὲ καὶ τὸ νίφα καὶ σκέπα τὰ τοῦ Ἡσιόδου καὶ τἄλλα. οὔκουν ὁ μάκαρ ἀπεκόπη ἐκ τοῦ μακάριος, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐστί. διὸ ὡς Καίσαρ καίσαρος καισάριος, οὕτω μάκαρ μάκαρος μακάριος. ἐξ οὗ κατὰ συγκοπὴν ὁ μάκαρς, πρὸς ὁμοιότητα τοῦ ἃλς ὁ ἐκ θαλαττίου ὕδατος συμπαγεὶς, οὗ προϋπάρχει ὁ ἅλιος. διὸ καὶ κλίνεται ὥσπερ ὁ ἃλς τοῦ ἁλτὸς, καὶ ἐξωθήσει τοῦ τ ἁλὸς διὰ κανόνα γραμματικὸν, οὕτω καὶ μάκαρς μάκαρος. ἀφ' οὗ μακάρτατος μακαριώτατος. εἰ μή τι ἄρα καὶ αὐτὸ ἐκ τοῦ μακαριώτατος συγκέκοπται. Τὸ δὲ οἳ τότ' ὄλοντο, πολὺν μὲν ἔχει νοῦν. γοργότατα δὲ εἴρηται. πότε γὰρ τότε; ὅτε πάντως Ἑλένη μὲν ἡρπάγη. Ἀχαιοὶ δὲ ἔπλευσαν. καὶ τὰ, καὶ τὰ ἐγένετο. ἐν οἷς καὶ τὸ τοῦ Ἀχιλλέως πτῶμα καὶ τὰ ἐπ' αὐτῷ. αἴτιον δὲ καὶ τῆς γοργότητος ταύτης ὁ κινδυνώδης καιρὸς, οὐκ ἐφιεὶς πολυλογεῖν. Σημείωσαι δὲ ὁποῖόν τι ὁ ἄνθρωπος ἐν τοῖς κατὰ τὸν βίον. καὶ ὡς πρὸς τὰς τύχας, τὰς φρένας κέκτηται. Ὀδυσσεὺς γὰρ ὁ ἐν Τροίᾳ ἐξ ἅπαντος τρόπου ζωὴν ἑαυτῷ περιποιούμενος, μακαρίους ἐνταῦθα ἡγεῖται τοὺς ἐκεῖ θανόντας ὅθεν αὐτὸς ἐῤῥύσθη. μυρία δὲ καὶ ἄλλα ὁσημέραι τοιαῦτα παλίντροπα ἤθη παραφαίνονται κατὰ τὸ πάντῃ ἀναγκαῖον. οὕτω καὶ Πτολεμαίου τοῦ βασιλέως περιᾴδεται τὸ, ὦ τάλας ἐγὼ τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους ἀριστοποιουμένους ὥς φησιν Ἀθήναιος καὶ τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ σχῆμα τοῦ βασιλικοῦ λόγου. ὅπερ ἐστι, τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ δὲ τούτων εἷς ἐγενόμην. ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος ἐν νεφέλαις. τὸ δὲ μὴ κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ ἦλθον ἔχων οἴκοθεν σκέπασμα κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς δυστυχὲς γέγονέ μοι τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν μοι συνέβη τὸ μὴ φέρειν κατακάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ τρὶς ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν, ὡς ἐν τῷ τρισμάκαρες καὶ τετράκις καθὰ εἴρηται. ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς ἐν τῷ, τρισγαρμύριοί εἰσι παρ' Ἡσιόδῳ. καὶ ἐν τῷ, ἀλλ' ὦ τρισκεκορημένε Σμερδίῃ παρὰ Ἀνακρέοντι. ἤγουν πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι στίχων καὶ πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει. μετ' ὀλίγα λέγει ὅτι τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη, τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ τρισεξώλης. ὅτι δὲ τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συντεθὲν ἀλλ' ἀποβάλλει αὐτὸ, δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων. (Vers. 307.) Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ γ ῥαψῳδίᾳ. (Vers. 310.) Τοῦ δὲ δοῦρα ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον γάρ ἐστι καὶ τοῦ ἀφῆκαν. ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ ἀφιέναι. αὐτὸ γὰρ, ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται. Τὸ δὲ περὶ Πηλείωνι, ὅμοιον τῷ, ἀμφ' Ὀδυσσῆϊ ὅπερ ἀνωτέρω κεῖται. (Vers. 311.) Τὸ δὲ ἔλαχον κτερέων, ἀντὶ τοῦ, ἔτυχον ὡς καὶ ἐν ἄλλοις πολλαχοῦ κεῖται. οἱ δὲ μεθ' Ὅμηρον, αἰτιατικῇ συντάσσουσι τὸ λαχεῖν. (Vers. 333.) Ὅτι ἐθὰς ὢν ὁ ποιητὴς τοῦ ἐν μεγάλοις καὶ μάλιστα ἐπικινδύνοις πράγμασι θεῖα εἰσά-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
