# Commentarii ad Homeri Odysseam 1.232.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.232.1

χῶς εὑρηκὼς καὶ τεχνησάμενος ἑαυτῷ. ἣν στιβάδα, ἡ μὲν κοινὴ χρῆσις καὶ εἴδησις, ἄλλως παραδίδωσιν. ὁ δὲ γράψας ὅτι κατέκειτο ἐν σπηλαίῳ στιβάδας ἐντετμημένας ἔχοντι κατὰ τὴν πέτραν, ἢ τὰ κοινότερον λεγόμενα πεσσούλια, στιβάδας εἶπεν. ἢ συνεκδοχικῶς, καὶ τὰς ἐπ' αὐτῶν στιβάδας. αἵτινες ἢ φύλλων χύσις πολλὴ, ἢ ῥῶπες δασεῖαι εἰσὶν ἀπὸ λύγων ἤ τινων τοιούτων. (Vers. 476.) Ὅρα δὲ καινὸν σχῆμα ἐν τῷ, δύο ὑπῆλθε θάμνους. ὁ μέν, φυλίης. ὃς δ' ἐλαίης. ἐχρῆν μὲν γὰρ εἰπεῖν, τὸν μὲν, φυλίης. τόν δ' ἐλαίης. ὁ δὲ στίξας τελείαν ἐν τῷ, (Vers. 477.) ἐξομόθεν πεφυῶτας. εἶτα ὡς ἐξ ὑπαρχῆς, ἐπάγει κατὰ ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος τὸ, ὁ μέν. ὁ δέ. ἵνα λέγῃ ὡς ὁ μὲν ἦν φυλίης, ὁ δὲ ἦν ἐλαίης. τοιοῦτον καὶ ἐν Ἰλιάδι ἐφάνη τὸ, φημὶ κατανεῦσαι Δία, ἀστράπτων ἐπιδέξια, καὶ ἕτερα δὲ πολλά. Τὸ δὲ ὑπήλυθε, νῦν μὲν ἀντὶ τοῦ ὑπέδυ ὡς ἀνωτέρω ἐδηλώθη. παρὰ δὲ τοῖς ὕστερον, καὶ ἐπὶ ἀπάτης καὶ δόλου ἡ λέξις τίθεται. οἷον. ὑπῆλθεν ὁ δεῖνα τὸν δεῖνα. τουτέστιν, ἠπάτησεν. Ἐν δὲ τῷ ἐξομόθεν, ἢ πλεονάζει ἡ πρόθεσις καθ' ὁμοιότητα τοῦ, ἀπουρανόθεν καὶ τῶν τοιούτων. ἢ καὶ προσνέμεται τῷ πεφυῶτας, ἵνα ᾖ, ὁμόθεν ἐκπεφυῶτας. ἤγουν φυέντας ἐκ γῆς. Ἡ δὲ φυλία, εἶδος καὶ αὐτὴ ἀγρίας ἐλαίας ἐχούσης φύλλα ὅμοια μυῤῥίνῃ. φυλάττουσα μέχρι καὶ νῦν παρὰ πολλοῖς τοὔνομα. (Vers. 478.) Τὸ δὲ μήτε ἀνέμους διαπνέειν τοὺς τοιούτους θάμνους μήτε ἡλίου αὐτοὺς ἀκτῖσι βάλλεσθαι μή τε ὄμβρῳ διαπερᾶσθαι, τὸ λίαν πυκνὸν τῆς ἐκεῖσε ὕλης δηλοῖ, ἔτι καὶ τὴν πολλὴν χύσιν τῶν φύλλων. εἰ μὲν γὰρ οὐκ ἀνέμων διάει μένος αὐτοὺς, ἄρα τὰ φύλλα ἔσω ἔμενε πίπτοντα. εἰ δὲ καὶ ὄμβρῳ ἦσαν ἀνεπιβούλευτοι, οὐκ ἄρα ἐσήποντο. εἰ δὲ καὶ ἡλίῳ ἄβλητοι, οὐκ ἄρα ἐφρύττοντο. δαψιλῶς ἄρα εἶχε τοῦ στρώματος τῆς εὐνῆς ὁ Ὀδυσσεύς. καὶ μάλιστα εἰ μὴ ἑνὶ μόνῳ ἄρκιος ἦν ἡ ὕλη ἀλλὰ καὶ δυσὶν ἀνδράσι καὶ τρισίν. Ἰστέον δὲ ὡς κατά τινα μίμησιν Ὁμηρικὴν τὴν τῶν ἐνταῦθα, κεῖται Σοφοκλεῖ τὸ, φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων. Τὸ δὲ ἀνέμων ὑγρὸν ἀέντων, ἐτυμολογικῶς ἐγράφη. ἐκ τοῦ ἄω γὰρ ὁ ἄνεμος ἐπενθέσει τοῦ ν. καιρία δὲ αὕτη λέξις πολλὰ ποιοῦσα. ἐν οἷς καὶ Ζήτης καὶ Κάλαϊς οἱ τοῦ Βορέου παῖδες. ὁ μὲν, οἱονεὶ ζαήτης ὅ ἐστι σφοδρὸς ἀήτης Βοῤῥᾶς. ὁ δὲ, καλὸν ἢ ἀκαλὸν ἤγουν ἥσυχον ἄημα Βορέου δηλαδή. Ὅτι δὲ ὑγρόν εἰσιν οἱ ἄνεμοι ἀέντες ἤτοι πνέοντες, πολλαχοῦ φαίνεται καὶ λέλεκται. Τοῦ δὲ ἀέντων πρωτότυπον, τὸ ἄημι. οὗ παρατατικὸς μὲν, τὸ ἄην. ὡς τὸ, τίθημι ἐτίθην. καὶ τρίτον, ἄει καὶ διάζει. ὡς ἐτίθει καὶ διετίθει. καὶ ἡ μετοχὴ, ἀεὶς ἀέντος ἀέντων ὡς τιθέντων. Τοῦ δὲ ἄημι πρωτότυπον τὸ ἄω. ἀφ' οὗ οὐ μόνον ἀήτης ἡ πνοὴ τοῦ ἀνέμου καὶ ὁ ἄνεμος, ἀλλὰ καὶ ἀΐτης ὁ ἐρώμενος κατὰ τοὺς παλαιοὺς, διὰ τοῦ ἰῶτα. ὁ εἰσπνέων ὡς καὶ προεγράφη, τῷ ἔρωτι τὸν ἐραστήν. εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνῆλαι διὰ διχρόνου ἢ ἐν τῷ η, παρὰ Λάκωσιν οἱ ἐρασταί. ὅτι δὲ ἀΐτης ὁ ἐρώμενος καὶ διὰ διφθόγγου γράφεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἐκ δὲ τοῦ ῥηθέντος ἄω, καὶ ἀήσυρον τὸ κοῦφον. ὅθεν καὶ παρ' Αἰσχύλῳ μύρμηκες ἀήσυροι. (Vers. 480.) Τὸ δὲ φαέθων, καιρίως πρόσκειται. βάλλει μὲν γὰρ καὶ τοὺς τοιούτους θάμνους ἥλιος, πλὴν οὐ φαέθων. ὥσπερ καὶ ὄμβρος, περᾷ μὲν οὐ διαμπερὲς δέ. (Vers. 481.) Τὸ δὲ ἀλλήλοις ἐπαμοιβαδὶς, πιθανεύεται τὴν τῶν θάμνων πυκνότητα. ἐπιπεπλεγμένοι γὰρ ἀλλήλοις, ἐπιμᾶλλον πυκνοῦνται. αἴτιον δὲ τῆς τοιαύτης ἐπιπλοκῆς, τὸ ἐξομόθεν πεφυκέναι ὡς εἴρηται. Ἰστέον δὲ ὅτι τὲ ποιητικὸν μὲν, τὸ ἀμοιβαδὶς καθὰ καὶ τὰ ἐπαμοιβὰ ἱμάτια. κοινὸν δὲ, τὸ ἀμοιβαδόν. καὶ ὅτι οὐ ταυτὸν, ἀλλήλοις εἰπεῖν καὶ ἑαυτοῖς. τὸ μὲν γὰρ ἑαυτοὺς ὥς φασιν οἱ παλαιοὶ, ἐπὶ τῶν καθ' αὑτὰ λεγομένων τέθειται. οἷον. Αἴας καὶ Μενοικεύς φασιν ὁ Κρέοντος, ἑαυτοὺς ἀνεῖλον. ἤγουν ἑκάτερος ἑαυτόν. τὸ δὲ ἀλλήλους, ἐπί τινων συμπεπλεγμένων κεῖται. οἷον. οἱ τοῦ Οἰδίποδος παῖδες ἀλλήλους ἀπέκτειναν. ἤτοι ἕτερος τὸν ἕτερον. Μένανδρος οὖν φασιν ἁμαρτάνει λέγων, οὐκ ἠρκέσαμεν ἑαυτοῖς. ἐχρῆν γὰρ, ἀλλήλοις εἰπεῖν. (Vers. 482.) Τὸ δὲ ἐπαμήσατο χερσὶ φίλῃσιν, ἀντὶ τοῦ συνέλεξεν. ἐκ μεταφορᾶς τῶν ἀμώντων. οὕτω καὶ κόνιν τις ἐπαμᾶται χερσὶ καὶ τέφραν. κεῖται δὲ καὶ ἐν Ἰλιάδι ἡ λέξις. φέρεται δὲ αὐτῆς χρῆσις καὶ ἐν τῷ συμβολικῷ τοῦ Ἱπποκράτους, τοιαύτη. δοκὸς ἐπὶ στέγει τεθησομένη, κακόν. τεθεῖσα γὰρ γῆν ἐπαμᾶται. ὅ ἐστι συνάγει. τοιαῦτα γὰρ τὰ λεγόμενα δώματα ὡς καὶ νῦν φαίνεται. δηλοῖ δὲ τὸ ἐκτεθειμένον ἱπποκράτειον ῥητὸν, ὡς ἰατρῷ ἀπιόντι ἔς τινα δεινῶς ἀῤῥωστοῦντα, κακοῦ σύμβολόν ἐστι τὸ ἅμα ἰδεῖν δοκὸν ἐπιτιθεμένην κατασκευῆ δώματος. σημαίνει γὰρ ἡ θέα, ὅτι ταφήσεται ὅσον οὐκ ἤδη

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
