# Commentarii ad Homeri Odysseam 1.233.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.233.1

ὁ ἐπισκεφθησόμενος. καὶ οὕτω καλυφθήσεται χώματι, καθὰ μικρὸν ὅσον καὶ ἡ εἰρημένη δοκός. τὸ δὲ χερσὶ φίλῃσι καὶ τὸ, φύλλων γὰρ ἔην χύσις, δοκεῖ παρηχεῖν κατὰ τό, Φυλέα φίλον μακάρεσσι θεοῖς. ὁποῖα τοιαῦτα ἐν τοῖς ἑξῆς που ἐκτεθήσεται. μάλιστα δὲ τοῦτο ἐμφανὲς ἐν τῷ, εὗδον ἐν φύλλοισι φίλον τετιημένος ἦτορ. (Vers. 485.) Τὸ δὲ χαλεπαίνειν, ἀφελῶς καὶ γλυκέως ἐῤῥέθη ἐπὶ χειμερίας ὥρας ὡς εἴπερ καὶ αὐτὴ ἔμψυχος ἦν. (Vers. 487.) Τὸ δὲ χύσιν ἐπεχεύατο, ἐτυμολογικῶς ἐστι τρόπος. δὶς δὲ εἶπε τὸ, φύλλων χύσις, διὰ τὸ καίριον τῶν λέξεων. (Vers. 488.) Ὅτι τὴν ἐν τοῖς ῥηθεῖσι φύλλοις κατάκρυψιν τοῦ Ὀδυσσέως διὰ παραβολικῆς ἐνεργείας ὁ ποιητὴς διαζωγραφῶν, φησίν. ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσσεὺς φύλλοισι καλύψατο. καὶ ἔστιν ἀστεία ἡ παραβολή. τὸν γὰρ ἤδη λειποψυχοῦντα καὶ βραχὺ ἔχοντα τὸ ζωτικὸν καὶ οἷον σβεννύμενον, ζωπύρῳ εἰκάζει καὶ σπινθῆρι τῷ κατὰ σποδίαν. ἐξ οὗ οἷα καὶ σπέρματος, πολὺ καρπούμεθα πῦρ. Αἰσχύλος δὲ Προμηθεῖ, τὸ τοιοῦτον καὶ πυρὸς εἶπε πηγήν. ὡς οἷον ἀρχήν. καλῶς δὲ οὐ σπινθῆρα ἤ τι τοιοῦτον εἶπεν ὁ ποιητὴς τὸ ἐν τῇ σποδιᾷ κρυπτόμενον ἀλλὰ δαλὸν, διὰ τὸ σεμνότερον, ἵνα μὴ τοιαύτῃ τινὶ λέξει κατασμικρύνῃ τὸν ἐν τοῖς φύλλοις ἥρωα. Περιεκτικὴ δέ τις λέξις ἡ σποδιὰ καθὰ καὶ ἀχυρμιά. εἰ δὲ μὴ κατακόρως βαθὺ τὸ τῆς σποδιᾶς μέλαν, ὅμως δοκεῖ καὶ τὰ τεφρώδη καὶ τὰ φαιὰ, ὑπὸ τὸ μέλαν ἀνάγεσθαι. οὕτω δὲ γενικῶς καὶ γῆ μέλαινα λέγεται, καὶ αἷμα μέλαν τὸ καὶ ἐρυθρόν. ὁμοίως δὲ καὶ οἶνος μέλας. καὶ ὕδωρ δὲ μέλαν τὸ κατ' ἄλλον λόγον, λευκόν. (Vers. 489.) Τὸ δὲ ᾧ μὴ πάρα γείτονες ἄλλοι, πρὸς πιθανότητα παραβολικὴν κεῖται. οἱ γὰρ τοιοῦτοι ζωπυροῦσιν ἀναγκαίως τὴν κρύψιν τοῦ δαλοῦ. ἴσως δὲ διὰ τοὺς τοιούτους, καὶ σπέρμα ἔφη πυρὸς τὸ ζώπυρον. ἀγροτικὸν γὰρ ἡ τῶν σπερμάτων σύγκρυψις. (Vers. 490.) Τὸ δὲ σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ἐχρησίμευσέ τινι τῶν καθ' ἡμᾶς διδασκάλων, εἰς εὐχὴν τὴν περὶ τοῦ μαθητοῦ ἰθαγενοῦς. εὐξαμένῳ συντηρεῖσθαι αὐτῷ οἰκείους μαθητὰς ἵνα μὴ ἀλλοτρίων χρῄζοι ποθέν. Ἰστέον δὲ ὅτι ὥσπερ ἐνταῦθα τροπικῶς ἐῤῥέθη σπέρμα πυρὸς, οὕτω τέτραπται καὶ τὸ σπερμολογεῖν, ἐπὶ τῶν ἀλοζονευομένων ἀμεθόδως ἐπὶ μαθήμασιν ἔκ τινων παρακουσμάτων. καθὰ ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν διακωμῳδῶν ἐν τῷ, ὃς ἀλαζονεύεται μὲν ἀλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χθαμᾶθεν ἐσθίει. ὁ δὲ κυρίως φασὶ σπερμολόγος καὶ σπερμονόμος, εἶδός ἐστιν ὀρνέου λωβώμενον τὰ σπέρματα. ἐξ οὗ οἱ Ἀττικοὶ σπερμολόγους ἐκάλουν τοὺς περὶ ἐμπόρια καὶ ἀγορὰς διατρίβοντας, διὰ τὸ ἀναλέγεσθαι τὰ ἐκ τῶν φορτίων φασὶν ἀποῤῥέοντα καὶ διαζῆν. ἐκ τούτων δὲ, τὴν αὐτὴν ἐλάγχανον κλῆσιν, καὶ οἱ οὐδενὸς λόγου ἄξιοι. Αὔειν δὲ κυρίως, τὸ καίειν. ὅθεν καὶ βάναυσος ὁ αὔων τὸν ἐν ἄλλοις ῥηθέντα βαῦνον. ἐξ οὗ καὶ ὁ κρίβανος. ἵνα ᾖ βαύνασος, καὶ δι' εὐφωνίαν, βάναυσος. ἐκ δὲ τοῦ τοιούτου αὔειν, καὶ αὖον φασὶ, τὸ καὲν καὶ ἀφθὲν ξύλον. καὶ τὸ ὀπτῆσαι. ἐξαῦσαι. Πλάτων ἑορταῖς. ὁ δὲ, τὸν ἐγκέφαλόν τις ἐξαύσας, καταπίνει. ἐκεῖθεν δὲ καὶ αὐστηρὸν, τὸ ξηρὸν καὶ αὐχμηρόν, λέγει δὲ καὶ Ἀλκμάν. τὰν μοῦσαν καταύσεις. ἀντὶ τοῦ ἀφανίσεις. εἰ δὲ τὸ μὲν αὗσαι δασύνεται φασὶ τὸ δὲ καταῦσαι ψιλῶς προφέρεται, πολλὰ καὶ οὕτως ἐκφέρουσιν οἱ Ἀττικοί. Ὅτι δὲ τὸ αὕειν δασύνεται, προδεδήλωται. ὡς δηλοῖ καὶ τὸ ἀπαφαυαίνειν παρὰ τῷ κωμικῷ. δῆλον δὲ ὅτι αὖσαι κατὰ τοὺς παλαιοὺς, καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ὅθεν καὶ χραῦσαι τὸ τοῦ χροὸς αὖσαι. ἀπὸ δὲ τοῦ ἑτέρου αὔειν, καὶ πυραύστης. ζωύφιον πτηνὸν ἐναλλόμενον τῷ φωτὶ καὶ ῥᾷον κατακαιόμενον. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἑκοντὶ καὶ ῥᾳδίως θνησκόντων, τὸ, πυραύστου μόρος. ἐκεῖθεν δὲ καὶ πύραυνος κατὰ τοὺς παλαιοὺς, ὁ πῦρ ἐναυόμενος. (Vers. 488.) Τὸ δὲ ἐγκρύπτειν δαλὸν σποδιᾷ καὶ τὸ, Ὀδυσσέα φύλλοις καλύψασθαι, ταυτὸν εἶναι δηλοῖ τὸ κρύψαι καὶ τὸ καλύψαι. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ Ὁμηρικοῦ ἐγκρύπτειν, ὁ ἐγκρυφίας ἄρτος παρῆκται. (Vers. 492.) Ὅτι ἔπαινος ὕπνου τὸ, ὕπνον ἐπ' ὄμμασι χεῦεν ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρ' ἀμφικαλύψας. σωματικῶς δὲ ἐπὶ ὕπνου ἐτέθη τὸ, ἀμφικαλύψας βλέφαρα. ὀφθαλμὸς μὲν γὰρ βλεφάροις καλύπτεται. βλέφαρα δὲ ὕπνῳ ἐπιπεπτωκότι αὐτοῖς, σωματοειδῶς μυθικώτερον. δύναται δὲ τὸ, βλέφαρα ἀμφικαλύψας, νοηθῆναι καὶ ἀντὶ τοῦ, κάλυμμα τοῖς ὀφθαλμοῖς τὰ βλέφαρα θέμενος. (Vers. 493.) Εἰ δὲ δυσπονέος καμάτοιο παύει ὁ ὕπνος, εὐφυῶς ἄρα ἐτυμολογοῦσιν αὐτὸν τινὲς, παρὰ τὸ λύειν πόνους ἵνα ᾖ λύπονός τις καὶ ἀφαιρέσει καὶ συγκοπῇ, ὕπνος. εὐθεῖα δὲ τοῦ δυς-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
