# Commentarii ad Homeri Odysseam 1.236.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.236.1

σε ὧδε μεθήμονα γείνατο μήτηρ; εἵματα μέντοι κεῖται ἀκηδέα σιγαλόεντα. σοὶ δὲ γάμος σχεδόν ἐστιν. ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι. τὰ δὲ, (Vers. 28.) τοῖσι παρασχεῖν οἵ κε σ' ἄγωνται, ἔθος γάρ φασιν ἦν, τὰς νύμφας τοῖς τοῦ νυμφίου, ἐσθῆτας ἐν τῷ τοῦ γάμου καιρῷ χαρίζεσθαι. εἶτα (Vers. 29.) καὶ τὸ χρήσιμον τῆς τοιαύτης ἐπιμελείας ὁ ὄνειρος ἐκτιθεὶς, λέγει ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή. χαίρουσι δὲ πατὴρ καὶ πότνια μήτηρ. εἶτα ἴομεν φησὶ πλυνέουσαι ἅμ' ἠοῖ φαινομένῃφι. καίτοι ἐγὼ συνέριθος (Vers. 34.) ἅμ' ἕψομαι. δι' ἔργου τάχος. ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος ἔσσεαι. ἤδη γάρ σε, μνῶνται ἀριστῆες κατὰ δῆμον ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. τοῦτο δὲ, πρὸς εὐγενῆ παρθένον πρέπει ῥηθῆναι. (Vers. 74.) καὶ ποιήσει οὕτως ἡ Ναυσικάα διδοῦσα ἑαυτὴν εἰς ὑπερεσίαν εὐτελῆ κατὰ ἡρωϊκὴν ἀφέλειαν καὶ ἁπλότητα, δι' ἣν καὶ ψυχρολουτεῖ ἐν τοῖς ἑξῆς. καὶ φέρει ἐκ θαλάμου ἐσθῆτα φαεινήν. καὶ κατατίθησιν ἐπ' ἀπήνης. καὶ μάστιγα καὶ ἡνίον λαβοῦσα, μαστίζει τὰς ἡμιόνους. καὶ ἐν τῷ ἐκ τοῦ ποταμοῦ ἐπανιέναι ζεύξασα τὰς ἡμιόνους, πτύσσει τὰ εἵματα. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 26.) Σιγαλόεντα δὲ εἵματα εἴπερ λέγει τὰ μὴ σκληρὰ μηδὲ κτυποῦντα διὰ τὸ ἀντιτυπεῖν ἀλλὰ τὰ ἁπαλὰ, γλυκέως λέγει καὶ ἀφελῶς. τὸ γὰρ σιγᾶν, κυρίως ἐπὶ ἐμψύχων. μᾶλλον δὲ, ἐπὶ λογικῶν. (Vers. 29.) Τὸ δὲ ἐκ γάρ τοι τούτων φάτις ἀναβαίνει ἐσθλὴ, γνωμικὸν μὲν οὐκ ἂν εἴη, χρήσιμον δὲ ἄλλως ἐστὶ τοῖς ὀτρύνουσι τινὰ εἴς τι σπουδαῖον. Φάτις δὲ, ἡ φήμη, ἀπὸ τοῦ πέφαται. ὡς ἀπὸ τοῦ πέφασαι ἡ φάσις καὶ ἐκ τοῦ πέφαμαι ἡ φάμα Δωρικῶς καὶ ἡ φήμη κοινῶς. Τὸ δὲ ἀναβαίνει, ἀναστροφὴν δοκεῖ ἔχειν. ἵνα λέγῃ, ὅτι φάτις ἀνὰ τοὺς ἀνθρώπους βαίνει. ἣ καὶ ἄλλως, ὁμοιότητά τινα ἔχει πρὸς τὸ ἀναδέδρομε. Τὸ δὲ ἐσθλὴ, πρὸς ἀκρίβειαν λόγου κεῖται καὶ διαστολήν. ἔστι γὰρ καὶ φάτις ἀναβαίνουσα οὐκ ἐσθλὴ, ὥσπερ καὶ ἀοιδή, τοιαύτη δὲ φάτις, ᾗ χαίρουσιν οἱ οἰκεῖοι. καὶ μάλιστα πατὴρ καὶ πότνια μήτηρ. (Vers. 32.) Συνέριθος δὲ κυρίως ὥσπερ καὶ ἔριθος, ἡ συνεργαζομένη ἔριον. καταχρηστικῶς δὲ, καὶ ἡ ἁπλῶς συνεργαζομένη. (Vers. 36.) Ὅτι ἐπίτηδες ἡ ἐν ὀνείροις μυθικὴ Ἀθηνᾶ πλυνέουσαν τὴν βασιλικὴν παῖδα ἐς ποταμὸν προκαλεῖται, ἵνα οὕτως ἐνδύσῃ δι' αὐτῆς ὁ ποιητὴς τὸν γεγυμνωμένον ναυαγὸν Ὀδυσσέα. διὸ αὐτὴ μὲν, συμβουλεύει τῇ παιδὶ, ἐποτρύναι Ἀλκίνοον τὸν πατέρα ἠῶθι πρὸ, ἡμιόνους καὶ ἅμαξαν ἐφοπλίσαι. ἣ ἄγοι ἂν, ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. πολλὸν γάρ φησιν ἄπο πλυνοί εἰσι πόληος. ἡ δὲ παῖς, πείθεται. καὶ λαλεῖ τῷ πατρὶ οὕτω. καὶ ἐκεῖνος ὑπακούει ἐν τοῖς ἑξῆς. καὶ κελεύει ἐφοπλισθῆναι αὐτῇ ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. καὶ οἱ κελευσθέντες δμῶες ἐπείθοντο καὶ ἅμαξαν ἐΰτροχον ἡμιονείην ὅπλεον. ἡμιόνους δ' ὕπαγον. (Vers. 73.) ζεῦξαν δ' ὑπ' ἀπήνῃ. ἤγουν ὑπέζευξαν τῇ ἀπήνῃ. ὃ ταυτόν ἐστι τῷ, ἤγαγον ὑπὸ ζυγόν. ἐξ οὗ καὶ ζυγῶσαι τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τι τῶν ὑποζυγίων. καὶ ἐκ τούτου ζύγωθρον, μοχλὸς συνέχων τὰς δύο θύρας. ὁ καὶ ὀχεὺς ἐν Ἰλιάδι. (Vers. 37.) Ἰστέον δὲ ὅτι ταυτὸν ἅμαξαν καὶ ἀπήνην εἰπεῖν. καὶ ὅτι οὐχ' ἁπλῶς ἅμαξα ἡ τῶν ἡμιόνων, ἀλλὰ χρὴ προσκεῖσθαι καὶ τὸ, ἡμιονεία, καὶ ὅτι πλείων ἡ χρῆσις τοῦ ἀπήνη ἐνταῦθα ἤπερ τοῦ ἅμαξα, διὰ τὸ καιριώτατον. ἅμαξαν μὲν γὰρ, δὶς λέγει. ἀπήνην δὲ, πλεονάκις. τὸ μέντοι ἅρμα, ἐπὶ ἵππων μόνων εἴωθε λέγεσθαι. Τοῦ δὲ δὲ ἐφοπλίζειν, ἐφοπλέειν ἐστὶ τὸ πρωτότυπον, καθὰ καὶ τοῦ ἀφρίζειν, τὸ ἀφρέειν, ὡς ἡ Ἰλιὰς δηλοῖ. φησὶ γοῦν. ἅμαξαν ὅπλεον. (Vers. 38.) Τὸ δὲ ἄγειν, οὐ κυρίως μὲν ὅμως δὲ, ἐπὶ ἀψύχων κἀνταῦθα ἔθετο. τοιαῦτα γὰρ τὰ ζῶστρα καὶ οἱ πέπλοι καὶ τὰ ῥήγεα. Ἔφη δὲ ζῶστρα ἐνταῦθα εἰσάπαξ, τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια οἷς ἔστι ζώσασθαι. Πέπλοι δὲ καὶ νῦν συνήθως, γυναικεῖα περιβλήματα. διὸ καὶ ἐπὶ γυναικῶν μόνων τὸ εὔπεπλον λέγεται. ῥήγεα δὲ, πιθανότητος χάριν παρείληπται, ἵνα ἐξ αὐτῶν ἐνδύσηται ὁ Ὀδυσσεύς. πέπλον γὰρ οὐκ ἂν ἀμφιέσηται γυναικικῶς. (Vers. 40.) Πλυνοὶ δὲ παρὰ μὲν ἄλλοις, σκάφαι τινὲς χρήσιμοι πλύνειν. παρὰ δὲ Ὁμήρῳ, βόθροι ἐν οἷς ἔπλυνον. διὸ προϊὼν φησίν· ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δ' ἐν βόθροισι θοῶς. δεικνὺς, ὡς ταυτόν ἐστι βόθρους εἰπεῖν καὶ πλυνούς. ὧν ἡ χρῆσις καὶ παρὰ τῷ κομικῷ. (Vers. 58.) Εὔκυκλος δὲ ἀπήνη ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἡ εὔτροχος ἅμαξα. ἐπεὶ καὶ κύκλα λέγονται οἱ τροχοί. ὅθεν καὶ κυκλήσειν ἐν Ἰλιάδι, τὸ ἐφ' ἁμαξῶν ἀγαγεῖν. (Vers. 70.) Ὑπερτερία δὲ, τὸ ἐπικείμενον τετράγωνον πλινθίον τῷ ἄξονι, παρὰ τὸ ὑπερκεῖσθαι αὐτοῦ. ἐν δὲ Ἰλιάδι, πείρινθα τοῦτο εἶπεν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ὄνομα φέρεταί πως καὶ ἕως ἄρτι. ἐθνικοὶ γὰρ Ἰταλικοὶ παρακόπτοντες βερτέρην ταύτην φασὶ κατὰ παραφθοράν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
