# Commentarii ad Homeri Odysseam 1.238.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.238.1

θαλασσίας πορφύρας. (Vers. 52.) Τὸ δὲ ἀμφιπόλοισι γυναιξὶ, διὰ τὸ σαφὲς οὕτως ἐφράσθη. οὐ μόνον διότι καὶ τύμβοι ἀμφίπολοι λέγονται ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀλλὰ καὶ ὡς εἰκὸς ὂν, καὶ ἐπὶ ἀνδρῶν νοεῖσθαι τὸ τοὺς δεσπότας ἀμφιπολεῖν. (Vers. 53.) Ἠλάκατα δὲ, ὅτι τὰ ἔρια, πολλαχοῦ δηλοῦται. καὶ ὅτι στρωφᾶν, τὸ στρέφειν ἤτοι κλώθειν, λέγεται. (Vers. 54.) Ὅτι ξυμβαλέσθαι καὶ ξυμβαλεῖν, οὐ μόνον τὸ νοῆσαι καὶ τὸ κατὰ μάχην συμμίξαι, ἀλλὰ καὶ τὸ ἀντιβολῆσαι ἤτοι συναντῆσαι. οἷον. τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο ἐς βουλὴν, ἵνα μιν κάλεον οἱ δεῖνα. (Vers. 55.) Καὶ ὅρα τὸ κάλεον. ἐξ οὗ ἡ σύγκλητος βουλή. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, (Vers. 54.) ξύμβληντο βασιλῆες, ἤγουν συνήντησαν. (Vers. 57.) Ὅτι τὸ παππάζειν ὅπερ ἐν Ἰλιάδι κεῖται, ἐκ τοῦ ἐνταῦθα ῥηθέντος πρὸς τὸν πατέρα Ἀλκίνοον ὑπὸ τῆς θυγατρὸς, παρῆκται. φησὶ γὰρ ἐκείνη οὕτω ἀφελῶς. πάππα φίλε. οὐκ ἂν δή μοι ἐφοπλίσειας ἀπήνην ὑψηλὴν εὔκυκλον ἵνα κλυτὰ εἵματ' ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; ἔστι δὲ ὁ πάππας, συγγενικὴ λέξις, προσφωνουμένη ἐκ παιδὸς πρὸς πατέρα ὡς ἐν Ἰλιάδι καλῶς γέγραπται. Τὸ δὲ ἐφοπλίσειας, γράφεται καὶ ἐφοπλίσειαν. δμῶες γὰρ μετ' ὀλίγα κελευσθέντες ὡς καὶ προεγράφη, ὁπλέουσι τὴν ἅμαξαν. ἔστι δὲ ἀστειότερον κατὰ ἀφέλειαν νεωτερικὴν, τὸ ἐφοπλίσειας. ὅθεν ὁ γέρων πατὴρ διορθούμενος τὸ ἀφελὲς, ἐρεῖ ὅτι δμῶες ἐφοπλίσειαν ἀπήνην, οὐ μὴν ἐγὼ δηλαδή. (Vers. 58.) Τὸ δὲ εἵματ' ἄγεσθαι, ταυτὸν τῷ, ἐσθῆτα φέρειν. ὅπερ καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ καὶ μετ' ὀλίγα δὲ, κεῖται. καὶ ἔστιν ὅμοιον ἐσθῆτα ἑνικῶς προσηγορικῷ λόγῳ εἰπεῖν, καὶ εἵματα πληθυντικῶς, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τε παθητικῶς ἔφη τὸ ἄγωμαι, καὶ ὅτι ἀντὶ τοῦ φέρω δοκεῖ αὐτὸ εἰπεῖν ὡς ἐπὶ ἐμψύχων. πλὴν ὅσον οὐκ αὐτὴ ἀλλ' ἡ ἅμαξα φέρει τὰ εἵματα. (Vers. 59.) Τὸ δὲ ῥερυπωμένα, κοινότερον ἐῤῥέθη. τὸ γὰρ Ἀττικὸν ἐῤῥυπωμένα. προετιμήθη δὲ τὸ κοινὸν, ἵνα μὴ χωλὸν ἀθεράπευτον διὰ τοῦ Ἀττικισμοῦ τὸ ἔπος γένηται. ὅλως γὰρ, οὐκ ἔστιν ἐν δακτυλικῷ μέτρῳ ἢ τὸ ἐῤῥυπῶσθαι εἰπεῖν, ἢ τὰς ἀπὸ τοῦ τοιούτου παρακειμένου κινήσεις, διὰ τὸ παρασπίζεσθαι τὴν ῥυ βραχεῖαν συλλαβὴν, ἑκατέρωθεν μακραῖς λέξεσι. δῆλον δὲ ὅτι Ἀττικοὶ μὲν, εὐφωνίας στοχάζονται ἐν τῷ, ἐῤῥητορευκὼς καὶ ἐῤῥηγμένος καὶ ἐῤῥυπωμένος. Ὅμηρος δ' ἐνταῦθα, τῆς καλλιφωνίας τὴν κανονικὴν ὀρθότητα προέκρινε, ῥερυπωμένα εἵματα εἰπών. αἱ γὰρ δύο ἄρχουσαι λέξεις τοῦ ἐῤῥυπωμένα, ποδιζόμεναι μετὰ τῆς μοι ἀντωνυμίας τῆς ὄπισθεν αὐτῶν κειμένης, ἢ ἀμφίβραχυν ἐποίησαν ἂν λόγῳ κοινῆς συλλαβῆς ἄδεκτον Ὁμηρικῷ μέτρῳ, ἢ παλιμβακχεῖον ἀκάθαρτον ὥς φασιν οἱ παλαιοὶ, ὅπέρ ἐστιν ἀθεράπευτον ὡς μὴ οἷόν τε συμβιβασθῆναι μέτρῳ ἡρωϊκῷ. ἔστι δὲ παλιμβακχεῖος ἢ προπαροξυτόνως παλιμβάκχειος, πεντάχρονος ποὺς, ἐκ δύο μακρῶν καὶ βραχείας. οἷον Ἥφαιστος. ἀνάπαλιν ἔχων τῷ βακχείῳ, πενταχρόνῳ ὄντι ἐκ βραχείας καὶ δύο μακρῶν. οἷον νοήμων. ἔχοντι τὴν κλῆσιν, ἀπὸ τοῦ Βάκχου Διονύσου. ᾧ ὕμνους ἐκ τοιούτου μέτρου ᾖδον οἱ διθυραμβοποιοί. (Vers. 60.) Ὅτι κοσμίῳ ἀνδρὶ προσρηθήσεται τὸ, καὶ δέ σοι αὐτῷ ἔοικε, μετὰ πρώτοισιν ἐόντα βουλὰς βουλεύειν, καθαρὰ χροῒ εἵματ' ἔχοντα. ὅ ἐστι μὴ ῥερυπωμένα. διὸ ἀκολούθως ἀλλαχοῦ κεῖται τὸ, κάθηρε δὲ ῥύπα. ὅ ἐστι τὰ ἐῤῥυπωμένα. ἵνα εἶεν καθαρὰ εἵματα καὶ νεόπλυτα δὲ, ἅτις καθήρειε. Τὸ δὲ μετὰ πρώτοισιν ἐόντα, γράφεται καὶ ἐόντι κατὰ πτῶσιν δοτικήν. καὶ εἰσὶ καὶ ἄμφω ἀσολοίκιστα. τό, τε εἰπεῖν ἔοικέ σοι πρώτῳ ὄντι βουλεύειν. καὶ, ἔοικε βουλεύειν σε πρῶτον ἐόντα. τὸ γὰρ βουλεύειν, εἰσαγωγόν ἐστι πτώσεως αἰτιατικῆς. (Vers. 61.) Τὸ δὲ βουλὰς βουλεύειν, Ἀττικόν ἐστιν ὡς καὶ τὸ ξείνους ξενίζειν. καὶ ἕτερα μυρία. (Vers. 63.) Ὅτι τοὺς ἠϊθέους διαστέλλει καὶ ἐνταῦθα πρὸς τοὺς ὀπυίοντας, εἰπών. οἱ δύο ὀπυίοντες. τρεῖς δ' ἠΐθεοι θαλέθοντες. ὡς εἶναι ἠΐθεον, τὸν μήπω γάμῳ ἐκδοθέντα. Ὅρα δὲ ὡς θαλέθοντας εἶπε τοὺς ἠϊθέους. οἱ γὰρ ὀπυίοντες, ἤδη που φθίνουσι. διὸ καὶ τῶν τις παλαιῶν, φίλον χθὲς μὲν ἄζυγα σήμερον δὲ γυναικὶ ἐκδοθέντα οἰκτισάμενος, οἴμοι ἔφη, χθὲς ἔζη, ὡς δῆθεν σήμερον τεθνεώς. (Vers. 65.) Ὅτι τρυφῆς δηλωτικὸν τὸ, ἠΐθεοι θαλέθοντες. οἳ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες ἐς χορὸν ἔρχεσθαι. περὶ τῶν Ἀλκινόου δὲ πέντε φίλων υἱῶν ὁ λόγος. Ἔνθα ὅρα ἐν μὲν Ἰλιάδι, τοὺς υἱοὺς ὁ Πρίαμος ἡρωϊκὰ φρονῶν, μέμφεται ὡς χοροιτυπίαις ἀρίστους. ἐνταῦθα δὲ παρὰ τῷ Φαίακι βασιλεῖ ἐπεὶ ἄλλα παρ' ἄλλοις καλὰ, ἐπαινοῦνται οἱ παῖδες ὡς αἰεὶ χορεύειν ἐθέλοντες. καὶ αὐτὸς ἀκούων ἀνέχεται. τρυφηταὶ γὰρ οἱ Φαίακες καὶ οὐ κατὰ τοὺς Τρῶας ἀρειμάνιοι. (Vers. 66.) Ὅτι σώφρονος παρθένου ἦθος δηλοῖ τὸ, αἴδετο γὰρ θαλερὸν γάμον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
