Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.239.1
Not analysed yet
ἐξονομῆναι πατρὶ φίλῳ. Ναυσικάα δὲ ἡ τοῦτο ποιοῦσα. ἣ τὴν μὲν δι' ὀνείρου ὑποτεθεῖσαν πλύσιν τῶν ἱματίων, ἐξέφῃνε. τὸ δὲ σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἐσίγησε κατὰ λόγον αἰδοῦς. ὁ μέντοι πατὴρ, πάντα ἐνόει φησί. διὸ καὶ πεισθεὶς, λέγει. οὔτε τοι ἡμιόνων φθονέω τέκος, οὔτε τευ ἄλλου. ὥστε δηλαδὴ οὐδὲ γάμου ὃν σὺ αἰδουμένη σεσίγηκας. οὐχ' ἁπλῶς δὲ οὕτω, τὰ περὶ γάμου παραῤῥιπτεῖ ὁ ποιητὴς, ἀλλὰ πρὸς πιθανότητα τῶν ἐς ὕστερον, ἔνθα καὶ ἡ κόρη εὔξεται, τὸν Ὀδυσσέα σχεῖν ἄνδρα καὶ ὁ πατὴρ δὲ Ἀλκίνοος γαμβρὸν αὐτὸν εὐτυχῆσαι, διὰ τὸ ὡραίαν δηλαδὴ γάμου τὴν παῖδα εἶναι. ταῦτα δὲ, φίλον τὸν Ὀδυσσέα τοῖς βασιλεῦσι ποιεῖ, ὅπερ αὐτὸς εὔξατο. καὶ οὕτω πιθανολογεῖται τὰ εἰς αὐτὸν ἐκ τῶν Φαιάκων ἀγαθά. (Vers. 74.) Ὅτι ἐν τῷ, κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινὴν, ἐσθῆτα λέγει κατὰ τρόπον προσηγορίας τὰ πολλὰ ἱμάτια ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. καὶ ἔστιν ἡ τούτου χρῆσις πολλὴ ἐν τοῖς κατὰ τὴν Ναυσικάαν. ἔστι δὲ τοιαύτη ἐσθὴς, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, εἵματα κατὰ τὸν ποιητήν. ἄλλως δὲ κατὰ τὸν αὐτὸν, ζῶστρα καὶ πέπλοι καὶ ῥήγεα. Ἐσθῆτα δέ φασι φαεινὴν λέγει, τὴν φύσει τοιαύτην. ἄλλως γὰρ, ἐῤῥύπωτο. εἰκὸς δὲ, καὶ τὴν λεπτὴν οὕτω λέγεσθαι. ὡς δὲ ἡ ἐσθῆς καὶ τὸ ἔσθος τὰ ψιλούμενα, ἐκ τοῦ δασυνομένου ἕω γίνεται ἀφ' οὗ καὶ τὰ εἵματα δασυνόμενα λόγῳ ἄλλῳ καὶ αὐτὰ ὁμοίως τῷ θήματι, δῆλον ἐκ τῶν παλαιῶν. (Vers. 76.) Ὅτι ἐφόδια τρυφερὰ ἤτοι δείπνου λαμπροῦ παρασκευὴ φράζεται ἐν τῷ, μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέα ἐδωδὴν παντοίην. ἐν δ' ὄψα τίθει. ἐν δ' οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ. δῶκε δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ταῖς δεῖνα. κίστη δὲ παρ' Ἀττικοῖς, ἐδεσματοθήκη, ὡς ἑρμηνεύουσιν οἱ παλαιοί. καὶ σώζεται μέχρι νῦν ἡ τοιαύτη λέξις παρὰ πολλοῖς. οὐκ ἄποθεν δέ φασιν ἐστὶ τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ, τουτέστιν, ἔοικεν ἡ λέξις ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι. (Vers. 77.) Τὸ δὲ ἐδωδὴν παντοίην, ποικιλίαν ἄρτων δηλοῖ καὶ τοιούτων τινῶν. τὰ γὰρ ὄψα, ἰδίᾳ ἐκπεφώνηται. (Vers. 78.) Αἴγειον δὲ ἀσκὸν κἀνταῦθα, παρατετηρημένως εἶπεν. ὡς τοιούτου δεξιοῦ ὄντος εἰς οἴνου ὑποδοχήν. (Vers. 79.) Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀσκοῦ φέρεται παροιμία τὸ, ἀσκῷ φλαυρίζεις. οἷον. κενῷ σώματι φλυαρεῖς. Λήκυθος δὲ, ἀγγεῖον ἐλαιοδόχον, παρὰ τὸ ἔλαιον κεύθειν. ἵνα ᾖ ἐλαιόκυθός τις. Ὅτι δὲ ἡ λήκυθος καὶ ὄλπη λέγεται, φέρει χρῆσιν Ἀθήναιος ἐξ Ἀχαιοῦ γλαφυροῦ φησι ποιητοῦ. λέγων καὶ ὅτι λήκυθοι καὶ ἐκ τιμίας ἐγένοντο ὕλης. οἷον. στέφανοι καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν. δοκεῖ δὲ ἡ ῥηθεῖσα ὄλπη γίνεσθαι, παρὰ τὸ ἔλαιον πεπάσθαι ἤγουν κεκτῆσθαι. Ἔλαιον δὲ ὑγρὸν οὐ μόνον ὡς χαλαστικὸν καὶ ὑγροποιὸν καὶ διατηροῦν τὸ ἀλιφὲν σῶμα ἐν ὑγρότητι ὡς μὴ σκελετεύεσθαι, ἀλλὰ καὶ ὅτι οὐκ ἀποκρυσταλοῦται τῷ ψύχει διὰ τὴν ἐν αὐτῷ ποιότητα οὐ μὴν ἁπλῶς ὑγρότητα. εἰ δὲ τὸ ἔλαιον ᾧ χρῆται ἡ βασιλικὴ νεᾶνις ἔχει τι ξενίζον, οὐκ ἔστιν ἀποφῄνασθαι σταθερῶς. ἴσως γὰρ ὕστερον τὰ τοιαῦτα ἐπενοήθη. ὧν πολυειδῶν ὄντων, ἐγίνετό τι καὶ ἐξ ἀκάνθης. ὡς δηλοῖ ὁ γράψας τὸ, ἐν Καρμανίᾳ ἱστορεῖ Κτησίας, ἔλαιον γίνεσθαι ἀκάνθινον, ᾧ χρῆσθαι τὸν βασιλέα. Ὅτι δὲ ὥσπερ σπηλαίου καὶ προσκεφαλαίου καὶ τυχαίου ὑποκοριστικὰ σπηλάδιον προσκεφαλάδιον τυχάδιον οὕτω καὶ ἐλαίου ἐλάδιον, δηλοῦσιν οἱ τεχνικοί. κεῖται οὖν παρὰ τῷ δειπνοσοφιστῇ, ἐλαδίου κοτύλη. (Vers. 80.) Τὸ δὲ εἵως χυτλώσαιτο, ἀντὶ τοῦ ὅπως μετὰ λουτρὸν χυλωθείη ἀλειψαμένη. ἐντεῦθεν δὲ καὶ χύτλα ἁπλῶς τὰ λουτρὰ πλεονασμῷ τοῦ τ. κοινῶς γὰρ μέχρι καὶ τῶν ἄρτι, χυλοῦσθαι, τὸ ἐξ ὑετῶν τυχὸν ὑγραίνεσθαι. καὶ ὁλόχυλος, ὁ λίαν τοῦτο παθών. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι χύτλα, τὸ μεθ' ὕδατος ἔλαιον, ὅθεν τὸ χυτλώσασθαι. Ὅρα δὲ τὸ εἵως κἀνταῦθα, γενόμενον πλεονασμῷ τοῦ ε καὶ ἐπενθέσει τοῦ ι. τὸ γὰρ ἁπλοῦν ἐστιν, ὡς χυτλώσαιτο. (Vers. 82.) Ὅτι τὸν τῶν ἡμιόνων ἐν τῷ συντόνως κινεῖσθαι ἦχον, εἰς καναχὴν ὀνοματοποιεῖ, φησὶ γάρ. μάστιξε δ' ἐλάαν, καναχὴ δ' ἦν ἡμιονοῖϊν. αἵ δ' ἄμοτον τανύοντο. τουτέστιν εὐτόνως ἐκινοῦντο. (Vers. 83.) Ἄμοτον δὲ ὅτι τὸ ἐντελὲς κυρίως καὶ πληρέστατον ἐκ μεταφορᾶς σωμάτων ἢ τραυμάτων μὴ δεομένων μότου, καὶ ἐν ἄλλοις ἐῤῥέθη. (Vers. 85.) Ὅτι τὴν τοῦ πλύνειν διασκευὴν, οὕτω προάγει ὁ ποιητής. αἵ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο. Ἔνθ' ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοὶ, πολὺ δ' ὕδωρ καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι, ἔνθα ἡμιόνους μὲν, ὑπεκπροέλυσαν ἀπήνης. καὶ τοὺς μὲν, σεῦαν ποταμὸν παραδινήεντα, τρώγειν ἄγρωστιν μελιηδέα. αἵ δ' ἀπ' ἀπήνης εἵματα χερσὶν ἕλοντο, καὶ ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δ' ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα. ἑξείης πέτασαν παρὰ θῖν' ἁλός. ᾗχι μάλιστα λάϊγγας