# Commentarii ad Homeri Odysseam 1.24.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.24.1

εὐθὺς κατάρχει ἔργου. Σημείωσαι δὲ καὶ ὅτι σχῆμα καὶ ἐνταῦθα προεκθέσεως ἢ προαναφωνήσεως, ἐν οἷς ἡ Ἀθηνᾶ λέγει ὅτι ἀπελεύσομαι εἰς Ἰθάκην καὶ ποιήσω τὰ καὶ τά. ἐπεὶ γὰρ μέγα ἐπεισόδιον μέλλει ποιήσειν ὁ ποιητὴς διὰ τῆς ἐκδημίας τοῦ Τηλεμάχου καὶ παρεκβῆναι εἰς λόγους πολλοὺς, φθάνει προαναφωνῶν καὶ τοῦτο, ἵνα καὶ ὁ ἀκροατὴς ἐλπίζῃ, καὶ αὐτὸς μὴ δόξῃ ἀκαίρως καὶ ἀτέχνως ἀλλ' ἀναγκαίως ποιήσασθαι τὴν προέκβασιν. ἔτι δὲ προεκτίθεται τεχνικῶς, καὶ τὴν μετ' ὀλίγα τοῦ Τηλεμάχου δημηγορίαν, καὶ ὡς ἀπείπῃ τοῖς μνηστῆρσι. καὶ οὕτως εὐσυνόπτως διὰ σαφήνειαν κεφαλαιοῦται τὰ ἐφεξῆς. (Vers. 93.) Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, ἁπλῶς ἐκθέμενος ἀπηριθμήσατο, εἰπών. πέμψω ἐς Σπάρτην καὶ εἰς Πύλον. προϊὼν δὲ, καὶ τὴν τάξιν τῶν πραγμάτων ἐκτίθεται. λέγων. πρῶτα μὲν, εἰς Πύλον ἐλθέ. ἐκεῖθεν δ' ἐς Σπάρτην. ὥς τε τὸ πέμψω εἰς Σπάρτην καὶ εἰς Πύλον, σχῆμα ὑστερολογίας ἐστὶν, ἤτοι πρωθύστερον. πρῶτον γὰρ εἰς Πύλον ἦλθε Τελέμαχος εἶτα εἰς Σπάρτην. ὁμοίως πρωθύστερον ἦν, καὶ τὸ, Ἑρμείαν ὀτρύνομεν, αὐτὰρ ἐγὼν Ἰθάκην δ' ἐλεύσομαι. πρῶτον γὰρ Ἀθηνᾶ εἰς Ἰθάκην κάτεισιν, εἶτα Ἑρμῆς εἰς τὴν Καλυψώ. Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς Τηλέμαχον ὡς εἰκὸς τὸν παῖδα ὠνόμασεν, ἐκθυόμενος οἷον τὸ δυστυχές. ἵνα δηλαδὴ ἐπειδὴ πόλεμος ἤδη μέγας ὁ κατὰ Τροίαν ἠλπίζετο εἰς ὃν ἐχρῆν ἀπελθεῖν καὶ τὸν Ὀδυσσέα, μὴ διαβαίη χρόνῳ ποτὲ τὰ τῆς τύχης ταύτης καὶ ἐπὶ τὸν υἱὸν, ἀλλ' εἴη τῆλε μάχης, καθ' ἡσυχίαν ζῶν. τάχα δὲ καὶ ἐκ μαντίας γνοὺς ὡς τῆλε χρόνου παραταθήσεται ὁ Ἰλιακὸς πόλεμος, Τηλέμαχον ὠνόμασε τὸν υἱόν. Σημείωσαι δὲ καὶ ὅτι παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα ἐπὶ τῶν διὰ πενίαν ἐν ὀσπρίοις ἢ ὅλως εὐτελέσιν ἐδεστοῖς πολυφαγούντων, οὐκ ἐκ τοῦ Ὁμηρικοῦ εἴληπται ἥρωος, ἀλλά τινος Ἀττικοῦ Τηλεμάχου, Ἀχαρνέως τὸν δῆμον. ὅς φασι κυάμων χύτραν ἀεὶ σιτούμενος ἦν. (Vers. 91.) Ὅτι τὸ κωλύσαι καὶ λόγοις ἀποτρέψασθαι, ἀπειπεῖν λέγεται παρὰ τῷ ποιητῇ. οἷον. πᾶσι μνηστῆρσιν ἀπειπέμεν. λέγεται δέ ποτε ἀπειπεῖν, καὶ τὸ ἐν ἀγῶνι ἢ μάχῃ ἀπαγορεῦσαι καὶ ἀποκαμεῖν. ὅ πέρ ἐστιν ἶσον τῷ ἀπαυδῆσαι καὶ ἀπειρηκέναι καὶ ἀπαγορεῦσαι. ἐν δὲ τῇ Ἰλιάδι, τὸ ἀπειπεῖν ἀπομυθεῖσθαι ὁ Νέστωρ φησίν. (Vers. 92.) Ὅτι ἐν τῷ, μῆλ' ἀδινὰ σφάζουσιν, ἐκ μέρους καὶ ἄλλα νοητέον ζῷα. αἶγάς τε ὡς δηλώσει που ὁ Μελάνθιος. καὶ σύας ὡς ἐκ τοῦ Εὐμαίου φανήσεται. ἵνα λέγῃ καὶ νῦν, μῆλα τὰ θρέμματα. ἐξ ὧν καὶ τὸ μηλαφῆσαι. περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι μηλαφῆσαι, τὸ ψηλαφῆσαι. μή ποτε δὲ ἐπὶ βοσκημάτων, οἷον μῆλα ἀφάσαι ἢ ἀπὸ τοῦ μηλώσασθαι ἤγουν βάψαι. ὅθεν φασὶ καὶ μήλωθρα, τὰ βεβαμμένα ἔρια. Ἀδινὰ δὲ, τὰ πυκνὰ καὶ δαψιλῆ καὶ εἰς κόρον, ἀπὸ τοῦ ἄδην. ἢ ἀπὸ τοῦ ἄδος ἤτοι κόρος. ὡς τὸ, ἄδος τέ μιν ἵκετο θυμόν. ὅτι δὲ οἱ μὲν διπλοῦσι τὸ δ τοῦ ἄδην οἱ δὲ δι' ἑνὸς αὐτὸ γράφουσι, καὶ οἱ μὲν ψιλοῦσιν οἱ δὲ δασύνουσιν, ἡ Ἰλιὰς δηλοῖ. καὶ ὅθεν τὸ ἄδην γίνεται. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, φέρεται καὶ ταῦτα. ἄδην, Ἀττικοὶ τὸ δαψιλῶς. ὅθεν καὶ ἀδηφάγοι ἵπποι οἱ τέλειοι. καὶ ἀδηφάγον ἅρμα, διὰ τοὺς κατ' αὐτὸ τελείους ἵππους, καὶ ἄδος, κόρος. πλησμονή. κάματος. ἀφ' οὗ ἀδόλεσχος δι' ἑνὸς δ ὁ καὶ ἀδολέσχης. καὶ ἀδαῖον παρὰ Σώφρονι, τὸ εἰς κόρον ἔργον. ἔτι δὲ, καὶ ὅτι ἀδηφάγοι ἵπποι, οἱ τέλειοι. τοῖς γὰρ πώλοις φησὶν οὐκ ἐδίδοσαν τροφῆς πλῆθος. Λυσίας δὲ, καὶ ναῦν ἀδηφάγον φησὶ, τὴν τὸν μισθὸν λαμβάνουσαν ἐντελῆ. καὶ λύχνους ἀδηφάγους, τοὺς πότας. ὁποῖος ὁ ἐν Νεφέλαις παρὰ τῷ Ἀριστοφάνει. Ὅτι ὥς περ ἑλιξόκερως βοῦς, ὁ στρεβλόκερως παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ βόες εἰλίποδες, οἱ τοὺς πόδας κατὰ τὴν πορείαν ἑλίσσοντες. Παυσανίας δὲ λέγει, καὶ γυναῖκας εἰλίποδας διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. Ἕλικες δὲ ὅτι οὐ μόνον βοῶν ἐπίθετον δηλοῦν τοὺς μέλανας ἀλλὰ καὶ ψέλλια σημαίνει ἐστὶν ὅτε καὶ ἐνώτια, δηλοῦται ἀλλαχοῦ. (Vers. 93.) Ὅτι ἐν τῷ, πέμψω δ' ἐς Σπάρτην τὲ καὶ ἐς Πύλον ἠμαθόεντα, τινὲς γράφουσιν, πέμψω δ' ἐς Κρήτην τὲ καὶ ἐς Πύλον. οὐκ ἀγαθὴ δὲ ἡ τοιαύτη γραφή. δίδωσι διὸ καὶ δίκας τοῖς παλαιοῖς. Πύλος δὲ, πόλις περὶ τὸ ἑσπέριον τῆς Πελοποννήσου πλευρόν. Ὅτι δὲ τρεῖς ἦσαν Πύλοι. καὶ ὅτι οὐ μόνον θηλυκῶς ἀλλὰ καὶ ἀρσενικῶς λέγεται ὁ Πύλος, ἐν ἄλλοις πλατύτερον γέγραπται. ἐνταῦθα μέντοι ἐπιτροχάδην ἐκεῖνο ἰστέον ὅτι τρεῖς εἰσὶν ἐν Πελοποννήσῳ Πύλοι. ὅθεν καὶ τὸ, ἐστὶ Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλη. εἰσὶ δὲ, ὁ Τριφυλιακός. καὶ ὁ Μεσσηνιακός. καὶ ἄδηλον ἐκ ποίου ὁ Νέστωρ. σπεύδουσι δὲ ὅμως ἕκαστος εἰς πατρίδα ἐγγράφεσθαι τῷ Νέστορι. Δεῖ δὲ εἰδέναι καὶ ὅτι εἰ καὶ ἄλλοι κατὰ γένος ἀρσενικὸν χρῶνται τῷ Πύλῳ, ἀλλ' Ὅμηρος οὐ δοκεῖ οὕτω φράζειν. εἰ γὰρ Πύλον ἠμαθόεντα φησὶν, ἀλλὰ τὸ ἠμαθόεις θηλυκοῦ γένους δοκεῖ. ὁμοίως τῷ, ὑλήεντι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
