# Commentarii ad Homeri Odysseam 1.240.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.240.1

ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. τὰ μέντοι ἐφεξῆς στενολεσχῶν, ἐπάγει. αἱ δὲ, λοεσσάμεναι καὶ ἀλειψάμεναι λίπ' ἐλαίῳ δεῖπνον ἔπειθ' εἵλοντο παρ' ὄχθῃσι ποταμοῖο. (Vers. 198.) εἵματα δ' ἠελΐοιο μένον τερσήμεναι αὐγῇ. τουτέστι ξηρανθῆναι. ἡλίῳ μὲν γάρ φασι, ξηραίνεταί τι καὶ τέρσεται καθ' Ὅμηρον. ἀνέμῳ δὲ, ψύχεται καὶ ἀναψύχεται. (Vers. 85.) Περικαλλέα δὲ ῥοῦν ποταμοῦ λέγει, ἐπεὶ καὶ τὸ ὕδωρ ὑποκατιὼν, καλὸν ἔφη ἐν τῷ, πολύ δ' ὕδωρ καλόν. ὅπερ τὸν ποταμὸν περιφραστικῶς δηλοῖ. καθὰ καὶ τὸ πολὺ ἁλμυρὸν ὕδωρ, τὴν θάλασσαν. (Vers. 86.) Τῶν δὲ πλυνῶν ἡ ἐτυμολογία, ἐν τῷ, αὐτὰρ ἐπεὶ ἔπλυναν. βόθροι δὲ, οἱ πλυνοὶ ὥσπερ καὶ προεῤῥέθη, τουτέστιν ὀρύγματα. διὸ ἐπηετανοὺς αὐτοὺς εἶπεν, ὡς δι' ὅλου ἔτους κοίλους μένοντας, καὶ μὴ ἀναπληρουμένους οἷα εἰκὸς πάσχειν τὰ βεβοθρευμένα δι' ὀρύξεως. ἕτερος δέ που ποταμὸς, λαΐνους ἔχει πλυνούς. εἰκὸς δὲ, ἀλλαχοῦ καὶ ξυλίνους εἶναι. οὐκ ἐξ ἀνάγκης δὲ πλυνὸς ἔνθα τι πλύνεται, εἴγε λάϊγγας ποτὶ χέρσον ἀποπλύνει θάλασσα. Ἐν δὲ τῷ, πολὺ ὕδωρ καὶ ἐσφόρεον μέλαν ὕδωρ, ἐκτείνεται τὸ υ. ἀλλαχοῦ δὲ, οὐχ' οὕτως. οἷον ἐν τῷ, γίνετο δ' ὑγρὸν ὕδωρ. καὶ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. Ἐν δὲ τῷ (Vers. 87.) ὑπεκπρορέει, καὶ (Vers. 88.) ὑπεκπροέλυσαν ἀπήνης, οὐκ ἀλόγιστος ἡ ὁμοιότης τῆς τῶν ἐπαλλήλων προθέσεων συνθέσεως. ἐν μὲν γὰρ τῷ ὑπεκπρορέειν, ἡ μὲν ὑπο, τὴν κάτωθέν ποθεν ἀνάδοσιν δηλοῖ τοῦ ὕδατος. ἡ δὲ εκ, τὴν ἔξοδον αὐτοῦ. ἡ δὲ προ, τὴν αὐτοῦ πρόοδον, οὕτω δὲ καὶ ἐν τῷ, ὑπεκπροέλυσαν ἀπήνης, λέγει ὅτι τοὺς ἐζευγμένους ἡμιόνους ὑπὸ τῇ ἀπήνῃ, ἔξω ζυγοῦ ἀγαγόντες, προέρχεσθαι ἀφῆκαν εἰς νομήν. (Vers. 87.) Ἐν δὲ τῷ, μάλα περ ῥυπόωντα καθῆραι, ὕδατός φασι μέμνηται ὁ ποιητὴς ῥυπτικοῦ. λέγοντες καὶ ὅτι Πινδάρου τὸ ὕδωρ ἄριστον πάντων εἰπόντος, Ὅμηρος ἄλλως αὐτὸ σεμνύνων, τροφιμώτατόν τε οἶδεν ἐκεῖνο ἐν οἷς αἰγείρων ὑδατοτροφέων ἄλσος λέγει. καὶ τὸ διαυγὲς αὐτοῦ ἐπαινεῖ ἐν τῷ, κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ. καὶ τὸ κοῦφον, ἱμερτὸν καλεῖ, ὡς τὸν Τιταρήσιον ὃς τῷ Πηνειῷ ἐπιτρέχει. τὸ γλυκερόν τε ὕδωρ φιλεῖ. καὶ τὴν τοῦ χλιαροῦ φύσιν ἀγαθὴν οἶδε πρὸς τραύματα. διὸ τὸν Εὐρύπυλον τοιούτῳ καταιονεῖ πρὸς παρηγορίαν ὀδύνης. ὅπου γε εἰ ἐπισχεῖν φασιν ἔδει αἱμοῤῥαγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν, ὡς συστρέφον καὶ συσφίγγον. Τοῦ δὲ ῥυπόωντα ἡ συζυγία, δευτέρα τῶν περισπωμένων ἐστὶν ὅτε κοινογραφεῖται, ὡς δῆλον ἐκ τοῦ, τί ποτε οἰόμεθα τοὺς πάλαι ποτε Πυθαγοριστὰς ῥυπᾶν. ὁ Ἀθήναιος δὲ οὕτω γράφει, ὅτι δὲ καὶ ῥυπῶ ῥυπώσω ἐστὶν ἐν τρίτῃ συζυγίᾳ, ἐδήλωσεν Ὅμηρος ἐν τῷ, τά μοι ῥερυπωμένα κεῖται. (Vers. 89.) Δινήεις δὲ ποταμὸς, ὁ καὶ αὐτὸς ὡς πολλαχοῦ φαίνεται δινούμενός που καθὰ καὶ ἡ θάλασσα, ἤτοι δίνας ἔχων. διὸ ἐρεῖ. βαθείῃ δ' ἔμβαλε δίνῃ. (Vers. 90.) Τὸ δὲ τρώγειν, ὠνοματοπεποίηται ἐπὶ ἀλόγων, τραχύτητα ἔχον καὶ ἑτερότητα πολλὴν πρὸς τὸ ἐσθίειν ὅπερ ἐπὶ λογικῶν μάλιστα λέγεται. δῆλον δὲ ὡς ἐκ τοῦ τρώγειν οὗ δεύτερος ἀόριστος τὸ ἔτραγον, καὶ τράγος γίνεται, ζῷον τοῦτο βορώτατον, ὡς ἡ ἐνάργεια δηλοῖ. ἵνα ᾖ τράγος, ὁ ὡς εἰπεῖν φάγος. παράγωγα δὲ τοῦ τρώγειν καὶ τοῦ τραγεῖν, καὶ τὰ τρωγάλια καὶ τὸ τράγημα καὶ τὸ αὐτοῦ ῥῆμα τὸ τραγηματίζω, περὶ ὧν προδεδήλωται. ἀναλογία δὲ τραγήματος. ὡς φαγήματος. ἵνα ᾖ τραγῶ τραγήσω τράγημα. ὡς φαγῶ φαγήσω φάγημα. ᾧ σύστοιχον, καὶ ἡ ἀλλαχοῦ φαγησιποσία. (Vers. 91.) Ἡ δὲ ἄγρωστις βοτάνη ἣν ἀγρίαν ἡ κοινὴ γλῶσσα φησὶν, ὅτι μηλιηδής ἐστιν ὅ ἐστι γλυκεῖα, δῆλον. ἔστι δὲ καὶ διουρητική. καὶ φιλεῖται τοῖς ἀλόγοις ζῴοις. Ἐσφόρεον δὲ ὕδωρ, ἀντὶ τοῦ ἔφερον ἔσω τῶν πλυνῶν. ἐναντίον δὲ πρὸς τοῦτο, τὸ ἐκφορεῖν. (Vers. 92.) Τὸ δὲ στεῖβον, ἀντὶ, τοῦ, ἐπάτουν. ἔτριβον τοῖς ποσίν. ὅθεν καὶ στίβος ἡ ὁδὸς ἡ καὶ τρίβος ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. καὶ στιβὰς, ἡ καταπεπιλημένη στρωμνή. Τὸ δὲ θοῶς ἔριδα προφέρειν, δοκεῖ ἐτυμολογία εἶναι τῆς ἐρίθου καὶ συνερίθου. εἰ γὰρ καὶ παρὰ τὸ ἔριον ἐῤῥέθη γίνεσθαι ἡ ἔριθος, ἀλλ' οὐκ ἀπίθανον, ἔριθον λέγεσθαι καὶ τὴν προφέρουσαν θοῶς ἔριδα. (Vers. 93.) Τὸ δὲ ῥύπα, μεταπλασμὸν ἔπαθεν. ὡς γὰρ ὁ ζυγὸς τὸ ζυγὸν καὶ τὰ ὅμοια, οὕτω καὶ ὁ ῥύπος τὸ ῥύπον. οὗ ἡ εὐθεῖα παρὰ Θεοκρίτῳ, εἰπόντι, ἅπαν ῥύπον. λέγει δὲ ῥύπα, τὰ ῥύπου μετέχοντα. (Vers. 94.) Τὸ δὲ πέτασαν, δηλοῖ μὲν πάλιν τὸ ἥπλωσαν. ἔστι δὲ ἴσως καιριώτερον τοῦ. αἴθρη πέπταται. ἐκεῖνο γὰρ, ἐπὶ μεγίστου πράγματος τέτραπται. (Vers. 95.) λάϊγγας δὲ λέγει, τὰ σμικρὰ λιθάρια τὰ πρὸ τῶν χειλέων τοῦ ποταμοῦ. (Vers. 96.) Τὸ δὲ ἀλειψάμεναι λίπ' ἐλαίῳ, ταυτόν ἐστιν ὡς καὶ εἴπερ εἶπε, χυτλωσάμεναι ὑγρῷ ἐλαίῳ, τὸ πρὸ ὀλίγων ῥηθέν. καθὰ καὶ τὸ λίπα ἔλαιον, καθ' ὁμοιότητα ἐῤῥέθη τοῦ, ὑγρὸν ἔλαιον. (Vers. 100.) Ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
