Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.241.1
Not analysed yet
παιζούσας πλάττων τὰς περὶ τὴν βασιλικὴν νεάνιδα, φησί. σφαίρῃ ταί τ' ἂρ ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι, ὅ ἐστιν ἀποῤῥίψασαι. καὶ γυμναῖς ἀφελῶς παίζουσαι ταῖς κεφαλαῖς. ταῖς δὲ, (Vers. 101.) Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. εἶτα καὶ ἀποσεμνύνουσα ἡ Ὁμηρικὴ (Vers. 102.) Μοῦσα οἷα εὖ εἰδυῖα τήν τε δέσποιναν καὶ τὰς ἀμφιπόλους, κατὰ σεμνοτέραν παραβολὴν, ἐπάγει. οἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. τῇ δὲ, ἅμα νύμφαι κοῦραι Διὸς αἰγιόχοιο ἀγρονόμοι παίζουσι. γέγηθε δέ τε φρένα Λητώ. πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα. ῥεῖα δ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι, ὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. (Vers. 110.) ἐπὶ δὲ τούτοις δεικνὺς καὶ διατί παίζειν τὰ γυναικάρια ἔπλασεν, ἐπάγει. ἀλλ' ὅτε δὴ ἔμελλεν ἡ βασιλικὴ παῖς πάλιν οἶκονδε νέεσθαι ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά. τότε δὴ Ἀθηνᾶ νοήσασα, ὡς Ὀδυσσεὺς ἔγροιτο, ἴδοι τε τὴν βασιλικὴν κόρην ἡγησομένην αὐτῷ εἰς Ἀλκινόου, ἐποίησε τάδε. (Vers. 115.) Σφαῖραν ἔπειτ' ἔῤῥιψε μετ' ἀμφίπολον βασίλεια. ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἡ δέσποινα. ἀμφιπόλου μὲν ἅμαρτεν, ἤγουν ἀπέτυχεν, ἠστόχησε, (Vers. 116.) βαθείῃ δ' ἔμβαλε δίνῃ. δινήεις γὰρ ἤδη πέπλασται ὁ ποταμός. αἵ δ' ἐπὶ μακρὸν ἄϋσαν. ὃς δὴ νόμος γυναικῶν ἐπὶ τοῖς καινοτέροις. (Vers. 117.) ὅ δ' ἔγρετο δῖος Ὀδυσσεύς. οὐχ' οὕτω τῇ μολπῇ ὅσον τῇ μακρᾷ βοῇ, ἀφυπνισθείς. (Vers. 118.) ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν, τὰ αὐτῷ δοκοῦντα. (Vers. 116.) Καὶ σημείωσαι ὅτι διαβεβόηται τοῖς παλαιοῖς τὸ χωρίον τοῦτο ἐπὶ συντομίᾳ ὡς οὕτω τάχιστα καὶ οὐ διὰ περιττολογίας ἀφυπνίζει τὸν Ὀδυσσέα. ἐν οἷς ἐπαινεῖται καὶ τὸ, βαθείῃ δίνῃ. καὶ τὸ, μακρὸν ἄϋσαν ἵνα αἱ μὲν γυναῖκες, θορυβηθῶσι διὰ τὸ μὴ πρὸς ὄχθαις ἀλλ' εἰς βάθος τὴν σφαῖραν πεσεῖν, καὶ διὰ τοῦτο βοήσωσιν. Ὀδυσσεὺς δὲ, ἀνεγερθῇ διὰ τὸ μακρὸν τῆς βοῆς. (Vers. 115.) Ἐν τούτοις δὲ, πρῶτα μὲν ῥητέον ὡς καὶ πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο. οὐχ' ἁπλοῦν ὂν οὐδὲ αὐτὸ, ἀλλὰ διαφορὰς ἔχον ῥηθησομένας ἐν τοῖς ἑξῆς. μάλιστα δέ φασιν ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς, πόλεων μὲν, κοινῇ Λακεδαιμόνιοι. βασιλέων δὲ, ὁ μέγας Ἀλέξανδρος. ἰδιωτῶν δὲ, Σοφοκλῆς ὁ τραγικός. ὃς καὶ, ὅτε φασὶ τὰς πλυντρίας ἐδίδασκε, τὸ τῆς Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης ὑποκρινόμενος, ἰσχυρῶς εὐδοκίμησεν. εἶτα ἰστέον καὶ ὅτι παρὰ τὴν σφαῖραν ᾗ παρώνυμον ὁ Ἐμπεδόκλειος σφαῖρος, πέπαικταί τινι παλαιῷ εἰς ἄσωτον βραχυήλικα τὸ, Χαρίδης ὁ μικρὸς, ἐν πένθ' ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. Ἰστέον δὲ καὶ ὅτι σφαῖρα μὲν γίνεται, ἢ παρὰ τὸ σπῶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἡ συνεσπαμένη καὶ εἰς ἑαυτὴν συνεστραμμένη καὶ κυκλοτερῶς, ἢ παρὰ τὸ αἴρω κατὰ τοὶς παλαιοὺς, ἡ εἰς ὕψος ἀειρομένη. ἐξ αὐτῆς δὲ, τὸ σφαιρομαχεῖν καὶ σφαιρίζειν παρὰ Πλάτωνι. (Vers. 101.) Τὸ δὲ Ναυσικάα, σημειῶδες, ἐπεὶ τὸ μὲν ἁπλοῦν, νηυσὶ διὰ τοῦ η παρὰ τῷ ποιητῇ. τὰ δὲ σύνθετα, διὰ τοῦ α. Ναυσικάα. Ναυσίθοος. Ναυσίκλυτος. καὶ τὰ ὅμοια. (Vers. 102.) Τὸ δὲ εἶσι κατ' οὔρεος, Ἀττικὴν ἔχει σύνταξιν. ὡς καὶ τὸ, κατὰ σπλάγχνων ἔβαψε ξίφος. καὶ τὸ, ὁρᾶν κατὰ γῆς. καὶ τὸ, κατὰ δὲ κεφαλῆς οὔλας ἧκε κόμας. ὅτι δὲ καὶ μετὰ αἰτιατικῆς δύναται ἡ τοιαύτη συνταχθῆναι πρόθεσις, δηλοῖ ἐπαχθὲν εὐθὺς τὸ, (Vers. 103.) ἢ κατὰ Τηΰγετον ἢ Ἐρύμανθον. ὧν τὸ μὲν Τηΰγετον ἤγουν Ταύγετον περὶ οὗ πολλαχοῦ δηλοῦται, ὄρος ἐστὶ Λακωνικόν. περὶ οὗ φησὶν ὁ γεωγράφος, ὅτι τε ὄρος τὸ Ταύγετον, ὑψηλὸν καὶ ὄρθιον, μικρὸν ὑπὲρ τῆς Λακωνικῆς θαλάσσης, συνάπτει δὲ πρὸς ἄρκτον ταῖς Ἀρκαδικαῖς ὑπωρείαις. καὶ ὅτι ὄρος Ταύγετον, ᾧ ὑποπέπτωκε Σπάρτη ἐν μεσογαίῳ καὶ Ἀμύκλαι Ὁ δὲ Ἐρύμανθος, ὄρος τε καὶ ποταμὸς περὶ Ἀρκαδίαν, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος ὁ κατὰ Ἡρακλέα. φαίνεται δ' ἐν τούτοις κάπρους μάλιστα τρέφεσθαι καὶ ἐλάφους. περιᾴδεται γοῦν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ἐξ οὗ ληφθὲν εἴρηται τὸ, Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι περιεφέροντο, σιβύναις ἀργυρέαις διαπεπερονημένοι. Καὶ ὅρα τὸ σύαγροι, ὅπερ Ἴων ἀνὴρ διαλύσας, σύες ἄγριοι ἐρεῖ. καὶ τὸ, σιβύναις οὐ μὴν ζιβύνες κοινότερον διὰ τοῦ ζῆτα. (Vers. 102.) Ἰοχέαιρα δὲ ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἡ χαίρουσα ἰοῖς, ἢ μᾶλλον ἡ χέουσα ἰούς. κατὰ τὸ, βέλεα στονόεντα χέοντο. τοῦτο δὲ, καὶ ἀσπίδος ἐπίθετον τῆς ἰοφόρου, παρὰ τοῖς ὕστερον. (Vers. 105.) Κοῦραι δὲ Διὸς τουτέστιν ἀέρος, νύμφαι αἱ κατ' ἀλληγορίαν τὴν πολλαχοῦ ῥηθεῖσαν, διὰ τὸ ἐξ ἀέρος ἐνδίδοσθαι τῇ γῇ τὸ θρεπτικὸν ἐν φυτοῖς καὶ γόνιμον, εἰς ὃ αἱ νύμφαι ἀλληγοροῦνται ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. (Vers. 106.) Ἀγρο-