# Commentarii ad Homeri Odysseam 1.242.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.242.1

νόμοι δὲ παροξυτόνως μὲν, αἱ τὰ ἄγρια νέμουσαι ἢ ἐν ἀγρῷ νέμουσαι. εἰ δὲ καὶ παροξύνεται ἴσως ἡ λέξις, πάθος ἂν εἴη δηλοῦσα καθ' ὁμοιότητα τοῦ προτότοκοι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ ἀπεμφαίνειν ἡ τοιαύτη σημασία. οὐ γὰρ ἂν αἱ νύμφαι νέμεσθαι λεχθεῖεν ἂν, εἰ μὴ ἄρα τὸ νέμεσθαι νοηθείη ἀντὶ τοῦ ἁπλῶς διάγειν καὶ οἰκεῖν. οὗ χρήσεις, ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ ἱκαναί. Τὸ δὲ παίζειν, σεσημείωται ὡς μὴ ἀναλογοῦν. λέγεται γὰρ ὅτι τὰ εἰς ζω εἰ παραλήγονται τῇ αι διφθόγγῳ, ἀνεκφώνητον ἔχουσι τὸ ι. οἷον. σφαδᾴζω. βορᾴζω τὸ ἐσθίω. ματᾴζω τὸ μάταια φρονῶ. τὸ παίζω φασὶν ἐκ τοῦ παῖς παιδὸς παιδίζω συγκέκοπται. (Vers. 107.) Τὸ δὲ γέγηθε δέ τε φρένα Λητὼ, παρῳδίαν ἔχει τοῦ, γέγηθε δέ τε φρένα ποιμήν. (Vers. 108.) Τὸ δὲ πασῶν ὑπερέχειν κάρη καὶ μέτωπα καὶ ἀριγνώτην εἶναι, γυναικὸς καλῆς ἔπαινος. ἰδίᾳ τῶν μετώπων ἐκφωνηθέντων ποιητικῷ τρόπῳ μετὰ τὸ κάρη. (Vers. 109.) Τὸ δὲ καλαὶ δέ τε πᾶσαι, οὐ περιττῶς κεῖται, ἀλλ' οἷον ἐπιφωνηματικῶς. ἵνα οὕτω σὺν τῇ δεσποίνῃ καὶ τὰς ἀμφιπόλους σεμνύνῃ. Ἀδμὴς δὲ, νῦν μὲν παρθένου ἐπίθετον. πρὸ δὲ τούτων, καὶ βοὸς ἀδαμάστου. ἣν δηλαδὴ οὔπω ταῦρος ἐδάμασε. ὥστε, καλῶς καὶ ἀταύρωτος γυνὴ λέγεται ἡ ἄζυξ καὶ παρθένος. ἣν καὶ ἀταυρώτην λέγει ὁ κωμικός. (Vers. 111.) Τὸ δὲ πτύσσειν εἵματα ὅ ἐστι διπλοῦν, συντελεῖ καὶ εἰς νόησιν τοῦ περιπτύσσεσθαι. καὶ τοῦ, μύθοις προσπτύσσεσθαι ὅπερ πρὸ τούτων ἔφη ὁ ποιητής. (Vers. 115.) Τὸ δὲ σφαῖραν ἔπειτ' ἔῤῥιψε βασίλεια, Διονυσόδωρος λέγεται γράψαι, πάλλαν ἔπειτ' ἔῤῥιψεν. ὡς ταυτὸν ὂν εἰπεῖν σφαῖραν καὶ πάλλαν ἀπὸ τοῦ πάλλεσθαι. Ῥωμαῖοι μέντοι, πίλαν τὴν σφαῖραν φασὶν, ὡς ἐν Λατινικῷ εὕρηται λεξικῷ, κατά τινα συγγένειαν τοῦ ι πρὸς τὸ ἄλφα. ἐπεί τοι καὶ πῖλος παρὰ τοῖς ἀρχαίοις ἐκαλεῖτο. Σουΐδας γοῦν ἐν τῷ α, φησίν. ὡς ἡ Λάρισσα σφαιρίζουσα πίλῳ, ὤλισθεν εἰς τὸν Πηνειόν. σκοπητέον δὲ εἴπερ ἡ κατὰ σφαῖραν αὕτη παιδιὰ, ἡ λεγομένη ἐφετίνδα ἐστί. τοιαύτη δὲ λέγεται παρὰ τοῖς παλαιοῖς, ὅταν ἄλλῳ προσδείξαντες τὴν σφαῖραν, ἄλλῳ ἐφῶσιν. ἡ δ' αὐτὴ καὶ φεννὶς ἐλέγετο. ἔστι γάρ φασι φεννὶς, παιδιὰ διὰ σφαίρας. ὁπηνίκα ἑτέρῳ προδεικνύντες, εἶτα ἄλλῳ ἀφιᾶσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. (Vers. 119.) Ὅτι ἀπορῶν τις ποῦ ἐστι καὶ δεδιὼς, ἐρεῖ ἂν κατὰ τὸν Ὀδυσσέα ᾤμοι ἐγώ. τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥ' οἵγε ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος (Vers. 121.) ἐστὶ θεουδής. ὅ ἐστι θεοειδής. ἤτοι προσηνής, ἢ θεοῖς ἁδῶν ὅ ἐστιν ἀρέσκων, εἰ δὲ καὶ (Vers. 122.) λεπτῆς τινος ἐκεῖνος ἀκούσει φωνῆς, οἰκεῖον ἐπενεγκεῖν καὶ τὸ, ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή. Καὶ ὅρα ὡς ἐπὶ φωνῆς καινότερον τὸ θῆλυς ἔθετο καθὰ καὶ προεμνημονεύθη. (Vers. 125.) Ὅτι αἰνιττόμενος ὁ ποιητὴς νύμφας εἶναι ἀλληγορικῶς τὰς περὶ γῆν φυσικὰς δυνάμεις τὰς τῶν φυτῶν αὐξητικὰς ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, φησί. κουράων νυμφάων αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα, καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Λέγει δὲ πίσεα ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοὺς ὑγροὺς τόπους καὶ δυναμένους πίσαι τουτέστι ποτίσαι. οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. οἱ δὲ παλαιοὶ, ἑρμηνεύουσιν οὕτω. πίσεα, ἕλη. πεδία. λειμῶνες. ποτίστραι. οἱ δ' αὐτοὶ λέγουσιν ὅτι καὶ Εὔπολις ἐν δήμοις, πίσει φησὶν ἀντὶ τοῦ ποτιεῖ. ἐξ οὗ καὶ πίστρα ἡ ποτίστρα. καὶ πιστὸν τὸ πινόμενον. οὗ χρῆσις παρ' Αἰσχύλῳ, εἰπόντι. φάρμακα, τὰ μὲν χριστὰ τὰ δὲ πιστά. (Vers. 122.) Κοῦραι δὲ κατὰ τὸν ποιητὴν αἱ ῥηθεῖσαι νύμφαι, διὰ τὸ ἀεὶ νεάζειν κατὰ φύσιν καὶ μὴ γηρᾶν. διὸ καὶ νύμφαι αἱ αὐταὶ καλοῦνται, διὰ τὸ ἀεὶ νέον. ἢ κατὰ τὸ νῦν φαίνεσθαι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὃ καὶ συμβιβαστέον πρὸς τὸ, ἀεὶ νέον ἐρχομενάων, τὸ ἐν Ἰλιάδι κείμενον. (Vers. 125.) Ὅτι ὥσπερ ἀλφισταὶ ἄνθρωποι κατὰ ἐπίθετον ἰδικὸν, οὕτω καὶ αὐδήεντες ὡς πολλαχοῦ δεδήλωται. φησὶ γοῦν Ὀδυσσεὺς μετὰ κίνδυνον γνοὺς τὰς γυναικικὰς φωνάς. ἦ δήπου ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. ὡς εἴπερ εἶπεν, ὅτι οὐκέτι πλανῶμαι, ἀλλ' οἰκουμένης ἐπέβην. (Vers. 126.) δύναται δὲ εἰπεῖν αὐτὸ καὶ ὁ ἐκ βαρβάρου γῆς εἰς μὴ τοιαύτην ἐλθών. Ὅτι ἐπιβολὴ πείρας ἀκριβοῦς τὸ, ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι καὶ ἴδωμαι. (Vers. 127.) Ὅτι κοινῶς μὲν, τὸ ὑποδύεσθαι, κρύψιν τινὰ δηλοῖ καὶ αἰτιατικῇ συντάσσεται. οἷον. τάφον ὑπέδυ. ἢ θάμνους ὑπέδυ. ὁ δὲ ποιητὴς ἐνταῦθα, θάμνων ὑπεδύσετο φησὶν Ὀδυσσεὺς, ἀντὶ τοῦ, ὑπεξῆλθεν ἐκ τῶν θάμνων. καινότερον τοῦτο φράσας καὶ ἀσυνήθως τοῖς ὕστερον. (Vers. 128.) Ὅτι ἐκ πυκινῆς ὕλης Ὀδυσσεὺς πτόρθον κλάσε χειρὶ παχείῃ, φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. αἰδεῖται γὰρ γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισιν ἐπελθὼν, ὡς μετ' ὀλίγα ἐρεῖ. Πυκινὴν δὲ ὕλην λέγει, τὰς προσεχῶς εἰρημένας θάμνους. αἳ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
