# Commentarii ad Homeri Odysseam 1.243.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.243.1

παρὰ τὸ θαμὰ ὅ ἐστι πυκνῶς, ἐτυμολογοῦνται. ὁ δὲ πτόρθος, ἔοικε κλάδος εἶναι πλατύς τε καὶ ἐπιμήκης. καὶ δοκεῖ οὕτω λεχθῆναι, παρὰ τὸ διαπετάσαι καὶ τὸ ὄρθιον. οἱονεὶ ὁ διαπετασμένος εἰς ὀρθόν. οὐ ψιλὸς δὲ οὗτος, ἀλλὰ πτόρθος φύλλων οἷος συγκρύψαι τὰ μὴ οἷά τε ὁρᾶσθαι. εἰκὸς δὲ καὶ ἐξ ἀειθαλοῦς φυτοῦ εἶναι τὸν πτόρθον. ἄλλως γὰρ, ὑπερβῆναι τὸν φυλλοχόον μῆνα φαίνεται ὁ καιρὸς, ὡς καὶ προεσημειώθη. δύναται δὲ καὶ ἐκ μὴ ἀειθαλῶν δένδρων εὑρεθῆναί τις πολύφυλλος πτόρθος ἐν ὕλῃ πυκνῇ. Τὸ δὲ κλᾶν, ὀνοματοποιεῖται. καθὰ καὶ τὸ θλᾶν καὶ τὸ θραύειν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ χειρὶ παχείῃ, νῦν μὲν, καὶ ἐν ἄλλοις δὲ ὁμοίοις τόποις, καλῶς κεῖται. ἐπὶ δὲ Πηνελόπης ὅτε ῥηθείη, ἀκύρως τεθὲν παρέλκει. ὅτι δὲ καὶ ἄλλα τινὰ προστίθησιν ἀκύρως ὁ ποιητὴς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. (Vers. 129.) Μήδεα δὲ τὰ αἰδοῖα, παρὰ τὸ μέδειν ὡς καὶ ἑτέρωθι ἐδηλώθη. ἀρχὴ γάρ τις ἐν τοῖς ζῴοις καὶ αὐτά. Ἡσίοδος δὲ καὶ ἄλλοι, μέζεα ταῦτα φασὶ, συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ συνήθει τοῦ δ εἰς ζῆτα. (Vers. 130.) Ὅτι τὸν Ὀδυσσέα γυμνὸν ὄντα, καὶ δυσπρόσιτον διατοῦτο φανῆναι μετὰ βλοσυρότητος μέλλοντα ταῖς κόραις, λέοντι παραβάλλει. εἰπών. βῆ δ' ἴμεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς. ὅστ' εἶσ' ὑόμενος καὶ ἀήμενος. ἐν δέ οἱ ὄσσε δαίεται. αὐτὰρ ὁ βουσὶ μετέρχεται ἠὲ ὀΐεσσιν. ἠὲ μετ' ἀγροτέρας ἐλάφους. κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν. ὣς Ὀδυσσεὺς κούρῃσιν ἔμελλε μίξεσθαι γυμνός περ ἐών. χρειὼ γὰρ ἵκανεν. (Vers. 137.) εἶτα δεικνὺς ὡς οὐ πρὸς τὴν Ὀδυσσέως ἀνδρίαν ἡ παραβολὴ ἀλλὰ πρὸς ἔκπληξιν ἣν ἐξ αὐτοῦ αἱ γυναῖκες ἔπαθον, ἐπάγει. σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. εἰ γὰρ καὶ τὴν ἅλμην ἀποπλυνάμενος κάλλεϊ καὶ χάρισι στίλβει, ἀλλὰ νῦν διὰ τὴν πολυήμερον κάκωσιν, πολὺ τὸ σμερδαλέον ἔχει ἄλουτος ὤν. (Vers. 138.) οὗ δεῖγμα, ὁ τῶν ἀμφιπόλων φόβος. φησὶ γάρ. τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠϊόνας προυχούσας. πλάττει δὲ ταῦτα Ὅμηρος κατὰ τὸ εἰκός. καὶ πᾶσα μὲν γάρ φασι νεότης, διὰ ἀπειρίαν ἔμφοβος. ἡ δὲ θήλεια, μᾶλλον. μάλιστα δὲ, αἳ ἐν τρυφῇ διὰ τὸ ἄηθες καταπλήττονται. (Vers. 139.) ἡ μέντοι Ναυσικάα μόνη ἔμενεν οὐδέν τι ἀγεννὲς παθοῦσα, διὰ σύνεσιν. διὸ λέγει ὁ ποιητὴς ὡς ἡ Ἀθηνᾶ ταύτῃ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γύων. (Vers. 141.) στῆ δ' ἄντα σχομένη, ἤγουν κρατηθεῖσα ἡ ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς. λογίζεται γὰρ φρονίμως, ὡς οὐδέν τι ἔχει φοβερὸν ἡ νῆσος καθάπερ αὐτὴ κατασκευάσει ἐν τοῖς ἑξῆς. ὥστε οὐδὲ φοβητέον τὸν βλεπόμενον. Ὁμήρου δὲ καὶ τοῦτο δεινότης διὰ τὸ εὐπλαστότερον. εἰ γὰρ ἡ τοῦ βασιλέως θυγάτηρ ἔφυγεν, εἰς κακόζηλον ἐνέπιπτεν ἡ Ὁμηρικὴ πλάσις καὶ οὐκ ἦν καλῶς πιθανεύσασθαι τὰ ἐφεξῆς. ὥστε καὶ τὸ Ὁμηρικὸν εὐμέθοδον εἴη ἂν, ἡ τὴν κόρην ποιοῦσα μένειν Ἀθηνᾶ. εἶχε μὲν γὰρ Ὀδυσσεὺς ἐν τῷ τὰς γυναῖκας φυγεῖν, αὐτὸς λαβὼν ἐνδύσασθαι καὶ γενέσθαι τῆς πόλεως. πολλαὶ δὲ ἂν οὕτω τῶν Ὁμηρικῶν Χαρίτων ἐπέλιπον ἐνταυθοῖ. διὸ κατά τινα Ἀθηνᾶν, τὸ εὐπλαστατότερον φρονίμως ἐπελέξατο. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ στρέψας ὁ ποιητὴς τὸ νόημα, τὰς κόρας ἃς φθάσας νύμφαις εἴκασεν ἐρεσιβίοις, τὰς αὐτὰς κατὰ νοῦν ἄλλον, βουσὶ καὶ ἐλάφοις ἐνταῦθα καὶ μήλοις ἐξομοιοῖ αἷς ἐπέρχεται λέων. τοιαῦτα δὲ καὶ ἐν ἄλλοις ποιεῖ. ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα πῇ μὲν, τρισὶ θεοῖς εἰκάζει ἐν Ἰλιάδι. πῇ δὲ ταύρῳ ἀγέλης ἐξάρχοντι. κατὰ διαφόρους ἐννοίας τὰ τοιαῦτα ποιῶν. καὶ οὕτω μὲν ταῦτα. (Vers. 130.) Τὸ δὲ ἀλκὶ πεποιθὼς, πολλαχοῦ κεῖται καὶ ἐν Ἰλιάδι παρὰ τῷ ποιητῇ. καὶ δεδήλωται περὶ αὐτοῦ τὸ ἀρκοῦν. (Vers. 131.) Τὸ δὲ ὑόμενος καὶ ἀήμενος, δι' ὁμοιότητα ἐτέθη πλείω. ἵνα μὴ λέοντι ἁπλῶς ὁ τῇ ἅλμῃ κεκακωμένος εἰκάζηται, ἀλλὰ χειμαζομένῳ καὶ οὕτως ἐπὶ πλέον ἀγριουμένῳ. (Vers. 132.) Τὸ δὲ ὄσσε δαίεται τουτέστι πυρόεν βλέπει, συντομώτατα μὲν ἐῤῥέθη. ἀλλαχοῦ γὰρ, πυρὶ λαμπετόωντι ἐοίκασιν οἱ τοιοῦτοι ὀφθαλμοί. δοκεῖ δὲ καί τι ἀστειότητος ἔχειν ἀντιθετικῆς. ἵνα λέγῃ ὡς αὐτὸς μὲν, πρόεισιν ὑόμενος. οἱ δὲ ὀφθαλμοὶ αὐτῷ, καίονται. ὡς τοῦ πολλοῦ ὑετοῦ ἀνάπτοντος αὐτῷ τὸν θυμόν. Ὅτι δὲ οὐ μόνον λέων καὶ σῦς ἄγριος ὄσσε δαίεται καὶ πῦρ δέδορκεν ἀλλὰ καὶ δράκων, δηλοῖ ὁ γράψας τὸ, δράκοντες πῦρ ὁρῶντες οἷον ὀξύτατον. (Vers. 133.) Τὸ δὲ βουσὶ μετέρχεται, κρεῖττον γράφειν, ἐπέρχεται. Ἀγρότεραι δὲ καὶ ἐνταῦθα ἔλαφοι, οὐ μόνον αἱ ἄγριαι, ἀλλὰ καὶ αἱ ἀγηρότεραι, καὶ κατὰ τὴν ζωϊκὴν ἱστορίαν, πολυχρόνιοι. Τὸ δὲ κέλεται γαστὴρ, συντελεῖ καὶ αὐτὸ πάνυ εἰς τὴν παραβολὴν ὡς γὰρ τὸν λέοντα ἡ γαστὴρ πείθει καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν κατὰ τὸν παρὰ τῷ Ἀράτῳ μονόλυκον, οὕτω καὶ Ὀδυσσεὺς φανεῖται ἀναγκαίως ταῖς κόραις. χρειὼ γὰρ ἵκανεν. Ἐκ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
