# Commentarii ad Homeri Odysseam 1.25.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.25.1

Ζακύνθῳ. τί δέ ἐστιν ἠμαθόεις καὶ ὡς ποταμοῦ ἐστὶν ὄνομα, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ γέγραπται. Σπάρτη δὲ, πόλις ἢ χωρίον Λακωνικόν. ἐκλήθη δὲ οὕτω, ἀπὸ τῶν μυθευομένων μετὰ τοῦ Κάδμου σπαρτῶν ἀνδρῶν. οἳ κατὰ τὴν παλαιὰν ἱστορίαν ἐκεῖ ἐκπεσόντες, Σπάρτην ἀφ' ἑαυτῶν τὴν πόλιν ὠνόμασαν. ἱκανῶς δὲ περὶ αὐτῆς ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ἰστέον δὲ ὅτι καὶ εἶδός τι σχοινίου ὀνομάζεται σπάρτη ὡς ὁ κωμικὸς ἐμφαίνει ἐν τοῖς Ὄρνισι. τοῦτο δὲ, ὁ ποιητὴς οὐδετέρως λέγει. καὶ δὴ σπάρτα λέλυνται. (Vers. 95.) Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσι. δηλοῖ γὰρ, ἢ ὅπου φήμη ἔχει εἶναι τὸν Ὀδυσσέα, ἢ ὅπως εὔκλεια ἔχοι τὸν Τηλέμαχον ὡς κοπιάσαντα ὑπὲρ τοῦ πατρός. καὶ ἔστι κρείττων αὕτη ἡ ἔννοια. Κλέος δὲ ἐσθλὸν, ἡ εὔκλεια. ὡς εἴ τις εἴπῃ, φήμη ἐσθλή, τὸ μέντοι μὴ ἐσθλὸν, δύσκλειά ἐστιν. οὕτω καὶ ἀοίδιμος, μέσως ἔχει καθὰ καὶ τὸ κλέος, ἕως ἐρεῖ τις ἀείδιμόν τινα ἐπὶ καλοῖς, ἢ ἀοίδιμον ἐπὶ κακοῖς. ἐνταῦθα δὲ ἐμφαίνει καὶ τὸ τῶν πρακτέων ἀμφιῤῥεπὲς ὁ ποιητὴς ἐν τῷ ἤν που ἀκούσῃ νόστον πατρὸς ὁ Τηλέμαχος. οὐ γὰρ οἶδεν ἡ τῆς ἀλληγορίας Ἀθηνᾶ ἡ παρὰ τῷ Τηλεμάχῳ, εἰ ἀποδημήσας, μαθήσεται περὶ τοῦ πατρὸς τί σαφές. (Vers. 96.) Ὅτι διασκευάζων ὥς που ἐν Ἰλιάδι οὕτω καὶ ἐνταῦθα ὁ ποιητὴς τὴν σκευὴν τῆς Ἀθηνᾶς, φησίν. ὣς εἰποῦσα, ὑπὸ ποσὶν ἐδήσατο καὶ τὰ ἑξῆς ὡς εὐθὺς φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τῷ ὑπὸ ποσὶν ἐδήσατο πέδιλα, τὸ ῥῆμα κεῖται, ἀφ' οὗ τὸ ὑπόδημα γίνεται. ἐκ γὰρ τοῦ ὑποδεῖσθαι τὸ ὑπόδημα. ὥσπερ ἐκ τοῦ ἀναδεῖσθαι καὶ διαδεῖσθαι, τὸ ἀνάδημα καὶ τὸ διάδημα. δῆλον δὲ ὡς ἐπὶ ποδῶν μὲν τὸ ὑποδεῖσθαι. ἀναδεῖσθαι δὲ καὶ ἀναδέσμη, ἐπὶ κεφαλῆς. τὸ μέντοι διὰ τοῦ σώματος, διάδημα. Τὰ δὲ ῥηθέντα πέδιλα, καλά φησιν. ἀμβρόσια. χρύσεια. λέγων, καὶ ὅτι αὐτὰ ἔφερον αὐτὴν ἐπί τε ὑγρὴν ἐπί τε ἀπείρονα γαῖαν ἅμα πνοιαῖς ἀνέμου, (Vers. 98.) ἤτοι ὁμοίως ἀνέμοις. δηλοῖ δὲ διὰ τούτων ὁ ποιητὴς, τὸ θεῖον καὶ λαμπρὸν καὶ ὀξυκίνητον τῆς φρονήσεως. τὸ θεῖον μὲν, διὰ τοῦ ἀμβρόσια. θεῖον γάρ τι ἀμβροσία ὡς πολλαχοῦ ἐφάνη. διὰ δὲ τοῦ χρύσεια, τὸ λαμπρόν. τὸ δὲ ὀξυκίνητον, διὰ τῆς κατ' ἄνεμον φορᾶς. προϊὼν δὲ καὶ ὡς ὄρνιν αὐτὴν ἐρεῖ διΐπτασθαι. Τὸ δέ γε ὑποδεδέσθαι τὴν Ἀθηνᾶν, τὸ τῆς φρονήσεως εὔοδον καὶ ἀπρόσκοπον ἐν τοῖς πρακτέοις ὑποδηλοῖ. Ὅρα δὲ ὅτι οὐ φέρεσθαι τὰ πέδιλα λέγει, ἀλλ' αὐτὰ φέρειν καὶ κουφίζειν τὴν Ἀθηνᾶν ὡς οἷον πτερόεντα. καὶ ἔστι τοῦτο, τερατολογία τις ποιητική. ποδήνεμον οἷον ποιοῦσα καὶ τὴν Ἀθηνᾶν. οὕτω δὲ καὶ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι τεραστείως ἐκούφιζον τὰ ὅπλα φορούμενα. (Vers. 97.) Ὅρα δὲ καὶ ὅτι τὸ ἐφ' ὑγρὴν ὅ ἐστιν ἐπὶ θάλασσαν, ἔπεισε τοὺς μεθ' Ὅμηρον, ξηρὰν ὀνομάσαι τὴν γῆν. καὶ τοῦτο μὲν τοιοῦτον. (Vers. 97.) Τὸ δὲ τῆς Ἀθηνᾶς ἔγχος ἐγκωμιάζων, ἄλκιμον λέγει ἀκαχμένον ὀξέϊ χαλκῷ. βριθύ. μέγα. στιβαρόν. ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσι τε κοτέσσεται ὀβριμοπάτρη. δηλοῖ δὲ ταῦτα, τὸ ἐνεργὸν καὶ ἀνδρῶδες τῆς Ἀθηνᾶς καὶ δραστήριον. ἔστι δὲ τὸ μὲν ἄλκιμον, μετηγμένον ἀπὸ τοῦ χρωμένου ἀλκίμου προσώπου, εἰς τὸ σκεῦος. ἢ τὸ ἀλκιμοποιόν. ὡς καὶ νωθρὸς νότος, ὁ νωθροποιὸς καὶ καρηβαρικός. καὶ δέος χλωρὸν, τὸ χλωροποιόν. Τὸ δὲ ἀκαχμένον ὀξέϊ χαλκῷ, τὸ λυποῦν τῇ ὀξύτητι τοῦ σιδήρου. ἀκαχεῖν γὰρ τὸ λυπεῖν. ἢ τὸ ἔχον ἀκὴν ἤγουν ἀκωκὴν δι' ὀξέος σιδήρου, ἐντεῦθεν δὲ τὸ ἐστομωμένον νοεῖται. (Vers. 100.) Τὸ δὲ βριθὺ καὶ τὸ μέγα καὶ τὸ στιβαρὸν, συγκροτοῦσιν ἄλληλα εἰς θείου ἔγχους σεμνότητα. τούτων δὲ, στιβαρὸν μὲν, τὸ πυκνὸν καὶ στερεὸν, μετενεχθὲν ἀπὸ τῆς καταπεπατημένης γῆς καὶ διατοῦτο πεπυκνωμένης. στείβω γὰρ κυρίως τὸ περιπατῶ καὶ τὸ καταπατῶ. ὡς τὸ, στεῖβον δ' ἐν βόθροισι. καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἡ στιβάς. ἥτις ἐστὶ κυρίως εὐτελὴς καὶ καταπεπατημένη στρωμνή. (Vers. 101.) Τὸ δὲ στίχας, τὸ πολὺ δηλοῖ τῆς ῥωμαλεότητος. οὐ γὰρ στίχα τινὰ μίαν, ἀλλὰ στίχας ἀνδρῶν δάμνησι. τί δὲ ἡ στὶξ δηλοῖ, ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ ἡρώων, οὐδ' αὐτὸ μάτην πρόσκειται, ἀλλ' ἵνα δείξῃ καὶ δι' αὐτοῦ τὸ ἀνδρεῖον τῆς Ἀθηνᾶς. οὐ γὰρ τοὺς τυχόντας δαμάζει, ἀλλὰ ἥρωας. οἷα τοὺς μὴ τοιούτους περιφρονοῦσα. καθὰ καὶ κύων φασὶν Ἰνδὸς λέοντι ἐπεξιὼν καὶ παρδάλει, λύκους ὑπερορᾷ καὶ ἀλώπεκας. Τὸ δὲ οἷς κοτέσσεται, τὸ κριτικὸν ἐμφαίνει τῆς Ἀθηνᾶς. οὐ γὰρ εἰκῇ καὶ ἁπλῶς μαίνεται κατὰ ἡρώων, ἀλλ' οἷς ἂν διακρινεῖ δέον εἶναι κοτέσεσθαι. δῆλον δὲ ὅτι τὸ κοτῶ κοτέσω, τοῦ ἐγκοτεῖν ἐστὶ τὸ ἁπλοῦν. τὸ δὲ ὀβριμοπάτρη, μυθικῶς μὲν, τὸ τῆς Ἀθηνᾶς ἐμφαίνει ἐξαίρετον. ὅτι δηλαδὴ πατέρα μόνον ἔχει ὄβριμον οὐ μὴν καί τινα μητέρα. διὸ οὐκ ἂν καὶ ἡ Ἀφροδίτη ὀβριμοπάτρη οὕτω λεχθείη. ἀλληγορικῶς μέν τοι ὀβριμοπάτρη Ἀθηνᾶ, ἡ πατέρα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
