# Commentarii ad Homeri Odysseam 1.250.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.250.1

γοῦν, πλαχθέντα κομίσσατο ἐρεῖ, παραγώγως. ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. καὶ εὐκόμιστος κατὰ τοὺς παλαιοὺς, ὁ ἐπιμελείας τετευχώς. Τὸ δὲ πρὸς θεοῦ εἶναι τοὺς ξένους καὶ τοὺς πτωχοὺς καὶ τὰ ἑξῆς, (Vers. 208.) φιλοξένου ἤθους λόγος ἐστί. ξένοι δὲ καὶ πτωχοὶ, διαφέρουσιν. οὔτε γὰρ ἅπας ξένος, πτωχός ἐστιν. οὔτε ὁ πτωχὸς, ξένος, εἰ μὴ καὶ ἐπιξενωθῆ. Ἡ δὲ πρὸς τοὺς τοιούτους δόσις, ὀλίγη μέν τι τῷ διδόντι, πολλὴ δὲ τῷ λαμβάνοντι. ἀρκεῖται γὰρ ἐνδεὴς εὐγνώμων, καὶ ὀλίγον λαβών. ἑτεροῖον δὲ πάντως τὸ ἐνταῦθα ὀλίγον τε φίλον τε, παρὰ τὸ ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, γέρας Ἀχιλλεὺς ἔρχεται ἔχων τὸ τοιοῦτον. ἐνταῦθα δὲ Ὀδυσσεὺς, δῶρον πτωχικόν. παρέξεσται δὲ ὅμως ἡ ὀλίγη τε φίλη τε δόσις ἐκ τῶν ἐκεῖ. (Vers. 209.) Αἱ δὲ ἀμφίπολοι, σεμνὴ λέξις ἤπερ τὸ, δμωαὶ καὶ δμωΐδες καὶ δουλίδες καὶ δοῦλαι. διὸ καὶ Ὀδυσσεὺς θαῤῥεῖ εἰπεῖν, ἀμφίπολοι στῆθ' οὕτως ἀπόπροθεν. σεμνὸν δὲ οὐδὲν ἧττον καὶ τὸ παῖς καὶ παιδίσκη, ἀντὶ τοῦ, δοῦλος καὶ δούλη. αἴτιον δὲ, ὅτι οὔτε τὸ τοῦ παιδὸς ὄνομα ἐξ ἀνάγκης δοῦλον σημαίνει, οὔτε τὸ τῆς ἀμφιπόλου, ὡς πολλαχοῦ δηλοῦται. οὕτω δὲ οὐδὲ ὁ πρόσπολος δουλικὸν ἀεὶ ὄνομά ἐστιν, οὐδὲ μὴν ὁ πρόσπολος. διόπερ ὁ γράψας τὸ, πίνειν ὁ πόσον κεν ἔχων ἀφίκοιο οἴκαδε ἄνευ προπόλου, ἀσαφῶς ἔγραψε. πρόπολον εἰπὼν, ἢ δοῦλον, ἢ τὸν ἁπλῶς προοδεύοντα εἰς χειραγωγίαν ὁδοῦ. χρῆσις δὲ προπόλου, ἔν τε τῷ τοῦ κωμικοῦ Πλούτῳ, καὶ ἐν τῷ, ἀλλ' ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. (Vers. 215.) Τὸ δὲ ὑγρὸν ἔλαιον ὃ καὶ λίπα φησὶν ἐλλειπτικῶς, ἔν τε τῷ, ἀλειψάμεναι λίπ' ἐλαίῳ, καὶ λοέσσατο καὶ λίπ' ἄλειψε, προϊὼν καὶ ἀλοιφὴν λέγει ἐν τῷ, ἀμφὶ δ' ἐλαίῳ χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ὡς εἶναι ταυτὸν κατὰ πολυωνυμίαν, ἔλαιον καὶ ἀλοιφὴν καὶ λίπα. δῆλον δὲ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὡς καὶ ἐψυχρολούτουν οἱ παλαιοί. ὅτι δὲ καὶ θερμοῖς ἐχρῶντο λοετροῖς, ἐν ἄλλοις δηλοῖ ὁ ποιητής. Ὅτι δὲ οὐχ' ἁπλῶς ἐλαίῳ πρὸς θεραπείαν ἰατρικώτερον οἱ παλαιοὶ ἐχρίοντο συνήθως καθὰ μυριαχοῦ δείκνυται, ἀλλά τινες καὶ πολυτελεῖ ἐχρῶντο ἐλαίῳ, δηλοῖ ὁ γράψας τὸ, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ' ἐλαίῳ πολυτελεῖ καὶ μύροις. Ἰστέον δὲ καὶ ὡς κοινότερον μὲν τὸ λίπ' ἐλαίῳ, ἀποκεκόφθαι δοκεῖ ἐκ τοῦ λιπαρῷ. ἵνα ᾖ λιπαρὸν ἔλαιον, οὐ πρὸς διαστολὴν ἑτέρου μὴ τοιούτου, ἀλλὰ τὸ ἁπλῶς φύσει τοιοῦτον ὑγρόν. Ἡρῳδιανὸς μέντοι ἄλλως αὐτὸ σχηματίζων, φησὶν ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξις, οὐκ ἀήθης. ἀλλὰ τὸ μὲν ἄλειφα, ὥσπερ θένω θέναρ καὶ κείρω κέρας, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἀλείφω, ἄλειφαρ ἢ ἄλειφας. καὶ ὑποστολῇ τοῦ ρ ἢ τοῦ σίγμα, ἄλειφα. τὸ δὲ λίπα, ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγένετο. ὡς γὰρ κῶος κῶας, ὕδος ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας ἐξ οὗ τὸ λίπα, ἵνα ᾖ γένος μὲν τὸ λίπα, εἶδος δὲ τὸ ἔλαιον. (Vers. 216.) Ὅτι τὸ, λοῦσθαι ποταμοῖο ῥοῇσιν ὅ ἐστι ῥείθροις, ἀπὸ τοῦ λόεσθαι γίνεται. ἀφ' οὗ καὶ λοετρόν. ὅθεν καὶ παρὰ τῷ κωμικῷ τὸ, ψυχρᾷ θαλάττῃ λούμενος. οὕτω γὰρ οἱ Ἀττικοὶ, οὐ μὴν λουόμενος. καὶ προϊὼν δὲ λοέσσομαι λέγει ἐν ἁπλότητι. καὶ ἀπολούσομαι κατὰ συναίρεσιν. ὅτι δὲ καθὰ λόεσθαι λοῦσθαι οὕτω καὶ λοετρὸν καὶ λουτρὸν, δῆλόν ἐστι. λοῦτρον μέντοι μοναχῶς, τὸ ἀπόλουμα βαρυτόνως. ὃ γλίττον ἄλλοι φασὶν, ὡς δηλοῖ ὁ ἐπιμερίσας οὕτω, γλίον τὸ εὔτονον. γλία, ἡ κόλλα. γλιᾶσθαι, τὸ παίζειν ἢ προθυμεῖσθαι. γλίττων ὁ ἐν ταῖς ἐμβάσεσι γινόμενος ῥύπος. καὶ σημείωσαι τὰς ἐμβάσεις. (Vers. 221.) Ὅτι σώφρονος ἀνδρὸς λόγος τὸ, ἄντην οὐκ ἂν ἔγωγε λοέσσομαι αἰδέομαι γὰρ γυμνοῦσθαι, κούρῃσιν ἐϋπλοκάμοισι μετελθών. αὐτὸ δὲ (Vers. 223.) μόνον τὸ αἰδέομαι γὰρ γυμνοῦσθαι. Ὀδυσσεὺς δὲ καὶ ταῦτα φησὶ καὶ ἕτερά τινα ἐν στίχοις πέντε. ἃ μὴ θέλων ὁ ποιητὴς δισσεῦσαι διὰ τῶν δουλίδων πρὸς τὴν Ναυσικάαν, φησὶ κομματικῶς καὶ πάνυ γοργῶς, εἶπον δ' ἄρα κούρῃ, τουτέστιν ἐξεῖπον τῇ δεσποίνῃ τοὺς τοῦ Ὀδυσσέως λόγους. (Vers. 224.) Ὅτι λούματος φραστικὸν τὸ, αὐτὰρ ὃ χρόα νίζετο ἅλμην ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους. ἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Ἔστι δὲ τὸ μὲν ἀμπέχειν, ὅμοιον τῷ περιέχειν, ἤτοι ἐνδύειν. καὶ ὡς εἰπεῖν, ἀμφιέχειν. τροπῇ τοῦ φ εἰς τὸ ἀντίστοιχον πι κατὰ Ἴωνας. ὅθεν καὶ τὸ ἀμπίσχειν. καὶ ἡ ἀμπεχόνη. καὶ τὸ ἀμπέχονον. ὅτι δὲ τοῦ ἀμπέχω καὶ μέλλων ἐστὶν ἀμφέξω ἀντὶ τοῦ ἐνδύσομαι, ὁ Ἀθήναιος δηλοῖ. (Vers. 226.) Ἁλὸς δὲ χνόος, ἡ ἀκαθαρσία κατὰ τοὺς παλαιοὺς, ἤγουν ἡ ἐν ἄλλοις, ἁλὸς ἄχνη. Ἰστέον δὲ ὅτι τὸ, χρόα νίζετο ἅλμην, ἀντίπτωσιν πάσχει. ἢ γὰρ, τὸν χρόα ἔσμηχεν ἐκ τῆς ἅλμης. ἢ μᾶλλον, τὴν ἅλμην ἐκ τοῦ χροός, κατὰ τὸ, ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον. καὶ, ἅλμην ὤμοιϊν ἀπολούσομαι. ἔνθα τὸ ἅλμην

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
