# Commentarii ad Homeri Odysseam 1.251.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.251.1

τὴν τὸ σῶμα δηλαδὴ δριμύττουσαν, πρὸς διαστολὴν ἐῤῥέθη τῶν τε διὰ ῥύπου ἀπέλευσιν λουομένων, καὶ τῶν ἄλλως διὰ τημέλειαν σώματος. καὶ τοῦτο μὲν, λοῦμα τῷ τληπαθεῖ Ὀδυσσεῖ, κατ' ἀνάγκην. ἀλλαχοῦ δὲ γυνή τις θυμῆρες ἐκέρασε κατὰ κρατός τε καὶ ὤμων. καὶ χαίρει μὲν καὶ Ὀδυσσεὺς θερμοῖς λοετροῖς. πλὴν καὶ ἄλλως οἶδεν ὑπομένειν ὥσπερ ἀσιτίαν καὶ ῥύπον καὶ ῥῖγος καὶ γυμνότητα, οὕτω καὶ ἀλουσίαν. φάναι τὸ τοῦ Ἀλέξιδος. ἐντούτοις δὲ κειμένου καὶ τοῦ (Vers. 227.) αὐτὰρ ἐπειδὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν, ἰστέον ὅτι πάντα μὲν, τὸν χρόα ὅλον εἰπεῖν δοκεῖ τὸν προειρημένον. τὸ δὲ λίπα, οὐ σαφῶς φράσαι, διὰ τὴν κατ' αὐτὸ ἀποκοπήν. ἄδηλον γὰρ, εἴτε λιπαρὸν ἔλαιον ἤλειψε κατὰ πάντα τὸν χρόα εἴτε λιπαρῷ ἐλαίῳ πάντα ἤλοιψεν. Ἔτι ἰστέον καὶ ὅτι ἰσοδυναμούντων κατὰ νοῦν τοῦ τε χρίω καὶ τοῦ ἀλείφω, τὸ μὲν χρίω, παρὰ τὸν χροῦν ἐῤῥέθη ὃς χρίεται. τὸ δὲ ἀλείφω, παρὰ τὸ ἀλέω καὶ τὴν ἐξ αὐτοῦ ἀλέαν ὅ ἐστι θερμασίαν, ἐπενθέσει τοῦ ι. ὅπερ ἐστὶν ὅτε μονάζει ἐκδραμόντος ἐν ταῖς ἐκ τοῦ ἀλείφω παραγωγαῖς τοῦ φυσικοῦ ε. γίνεται δὲ αὐτὸ οὐ μόνον ἐν τῇ συναλιφῇ τῇ δηλούσῃ κράσιν καὶ συναίρεσιν, ἀλλὰ καὶ ἐπὶ ἄλλων. τὰ γάρ φασιν ἐκ τοῦ ἀλείφω ὀνόματα διὰ μὲν τοῦ π τ ὄντα, φυλάττει τὴν δίφθογγον ὡς καὶ ἐν ἄλλοις δηλοῦται. οἷον ἀλειπτόν. ἀνήλειπτον. ἀναπάλειπτον. διὰ δὲ τοῦ φ, μόνον τὸ ἰῶτα ἔχουσιν. οἷον. ἀνηλιφὴς ναῦς ἡ μὴ ἀλιφεῖσα πίσσῃ. καὶ πισσαλιφὴς, ἡ πεπισσωμένη. τὸ ἄλειφαρ ἢ ἄλειφα δίχα τοῦ ρ, οὐ σύνθετον κατὰ ταῦτα καὶ κατὰ τὴν συναλιφὴν, διὸ καὶ φυλάσσει τὴν θεματικὴν δίφθογγον. ὅτι δὲ ἄλλως ἐκ τοῦ ἀλείφω καὶ ἡ ἀλοιφὴ γίνεται καὶ ὁ ἀλοιμὸς, ἑτέρωθι γέγραπται. (Vers. 230.) Ὅτι λουσάμενον τὸν Ὀδυσσέα, ἔθηκεν ἡ Ἀθηνᾶ μείζονά τ' εἰσιδέειν, καὶ πάσσονα. κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας (Vers. 231.) ὑακινθίνῳ ἄνθει ὁμοίας. ὅ ἐστι μελαίνας κατὰ τὸν ὑάκινθον τὸ ἄνθος, ὁποίας καὶ τοῖς Ἰνδοῖς ὁ περιηγητὴς χρώζει τὰς κόμας. οὐ γὰρ ἔχει πιθανῶς ξανθὰς πλάσαι τρίχας τῷ ὁμογέροντι καθὰ τῷ Μενελάῳ καὶ τῷ Ῥαδαμάνθυϊ. καὶ ἐν τοῖς ἑξῆς δέ που, κυάνεαι γίνονται τῷ Ὀδυσσεῖ γενειάδες πρὸς τῆς Ἀθηνᾶς. καὶ ὅμως, ἐναντιοῦται πρὸς ταῦτα τὸ, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἴσως οὖν, ἐνταῦθα τὸ χρόνιον τῆς κακώσεως τὴν μελανίαν ἐποίησε τῶν τριχῶν. ἢ καὶ ἄλλως, οὐ κατὰ μελανίαν ἡ πρὸς ὑάκινθον τῆς κόμης ὁμοίωσις, ἀλλὰ πρὸς τὸ οὖλον αὐτῆς, ἤγουν πρὸς τὸ οὐλότριχον. εἶτα παραδηλῶν ὡς φύσει καλὸς ὢν ὁ Ὀδυσσεὺς, ἐξηλλάγη πρὸς τὸ κάλλιον. (Vers. 232.) καὶ ὡς τοῦ μὲν καλὸν εἶναι, ἡ φύσις, τοῦ δὲ τοιοῦτον δοκεῖν, ἡ θεόθεν χάρις αἰτία, εἰκάζει αὐτὸν ἀργύρῳ χρυσωθέντι. εἰπών. ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ, ἀνὴρ ἴδρις. ὃν Ἥφαιστος δέδαε καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ, κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ἡ Ἀθηνᾶ. (Vers. 236.) τοῦτο δὲ καὶ ἄλλως φράζων, ἐπιφέρει. ἕζετ' ἔπειτ' ἀπάνευθε κάλλεϊ καὶ χάρισι στίλβων. θηεῖτο δὲ κούρη. τά δ' αὐτὰ ῥητῶς περὶ Ὀδυσσέως πλάττει, καὶ ὅτε τῇ Πηνελόπῃ ἀνεγνωρίσθη. ἔνθα μετὰ τὸ περιβαλέσθαι τὸν Ὀδυσσέα φᾶρος καλὸν καὶ χιτῶνα, ἐπάγει ὅτι κατὰ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη καὶ τὰ ἑξῆς. (Vers. 230.) δηλοῖ δ' ἐν τούτοις ὁ ποιητὴς, ὡς τὸ σῶμα λουτροῖς τε τημελούμενον, κάλλιον γίνεται. καὶ ἱματίων δὲ λαμπρῶν περιθέσει, εἰς τὸ καλὸν ἐξαλλάττεται. ὥσπερ αὖ πάλιν αὐχμοῦ πιναρότης καὶ κακὰ σπεῖρα, τὸ λαμπρὸν εἶδος ἀφανίζουσιν. ἀμέλει, καὶ ἡ Ἀθηνᾶ οὕτω τὸν Ὀδυσσέα ἐπικρύψει καὶ ποιήσει πᾶσιν ἄγνωστον. ὑποκατιὼν δὲ ὁ ποιητὴς, εἰς πλέον αὔξει τῇ κόρῃ τὸ ἐπὶ Ὀδυσσεῖ θαῦμα. καὶ Τηλέμαχος μὲν ἐν τοῖς εἰσέπειτα περὶ Ὀδυσσέως μεταβληθέντος εἰς τὸ φαιδρότερον, ἀλλοῖος μοι ξεῖν' ἐφάνης ἐρεῖ καὶ τὰ ἑξῆς. (Vers. 242.) ἡ δὲ Φαιακικὴ νεᾶνις ταῖς εὐπλοκάμοις καὶ λευκωλένοις ἀμφιπόλοις ἐκκαλύπτουσα ὡς καὶ προελέχθη τὸν ἔρωτα, λέγει. ὡς πρόσθε μὲν δή μοι ἀεικέλιος ἐδόκει εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε νεαιτάων, (Vers. 245.) καί οἱ ἄδοι τουτέστιν ἀρέσκοι, αὐτόθι μένειν. Καὶ ὅτι τῷ μὲν Ὀδυσσεῖ ἔφη ἡ κόρη αὐτὸ δὴ μόνον ὡς οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικε. (Vers. 243.) ταῖς δ' ἀμφιπόλοις κατ' ἰδίαν λαλοῦσα, ἐθάῤῥησεν οὐ θεῷ ἑνί τινι αὐτὸν εἰκάσαι ὡς ἐκεῖνος αὐτὴν τῇ Ἀρτέμιδι, ἀλλὰ θεοῖς. καὶ οὕτως ἐνδιαθετώτερον ἀντέδωκε τὴν σύγκρισιν. οὐδὲ γὰρ ἀκούοντος ἐκείνου ἔφη, ἀλλ' ἰδίᾳ ὄντος. ὁ δέ γε πολὺς πόθος, ἐν τοῖς ἑξῆς πείσει τὴν κόρην, εἰπεῖν πλαγίως πως καὶ πρὸς τὸν Ὀδυσσέα τοιοῦτόν τι καὶ ἀντεπαινέσαι, ὡς κατὰ τόπον ῥηθήσεται. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (Vers. 230.) Τοῦ δὲ κάρητος, εὐθεῖα τὸ κάρηαρ, οὗ γενικὴ, καρήατος. καὶ ἐν συγκοπῇ, κάρητος. (Vers. 231.) Οὖλαι δὲ κόμαι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
