Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.252.1
Not analysed yet
αἱ συνεστραμμέναι, παρὰ τὸ εἰλεῖν ἢ καὶ εἴλειν βαρυτόνως. ἀμφοτέρως γὰρ λέγεται. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν τοιούτων τριχῶν, στρεψίκαλλος ἄνθρωπος κατὰ τοὺς παλαιοὺς, ὁ μὴ ἁπλοῦς ἀλλ' ὡς εἰπεῖν στρέφις. ὡς ἀπὸ ἐρίων δηλαδὴ ἐχόντων συνεστραμμένους τοὺς μαλλούς. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι οὐ μόνον οὖλαι ἀλλὰ καὶ ἐπιστροφίδες, αἱ συνεστραμμέναι τρίχες. (Vers. 232.) Τὸ δὲ καθῆκε κόμας, ποιεῖ παρὰ τοῖς μεθ' Ὅμηρον ῥήτορσι. καὶ γένειον καθειμένον, τὸ βαθύ. (Vers. 233.) Τὸ δὲ χρυσὸν περιχεύεται, τὸν χρυσοχόον συντίθησι. Δέδαε δὲ, ἀντὶ τοῦ ἐδίδαξε. διὸ οἱ μεθ' Ὅμηρον σοφισταὶ λαβόντες οἶμαι ἐντεῦθεν, τὸ ἐκ τοῦ μανθάνειν γράμματα σόφισμα ἔπλεξαν. ὥσπερ γὰρ δέδαεν οὐ μόνον τὸ ἐδιδάχθη ἀλλὰ καὶ τὸ ἐδίδαξεν, οὕτω καὶ τὸ μανθάνειν, ἄμφω ταῦτα δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι σεμνὸν μὲν τὸ εἰπεῖν ἀνδρὸς ἔργα ὃν Ἥφαιστος καὶ Ἀθηνᾶ ἐδίδαξε τέχνην παντοίην χαλκευτικὴν δηλαδὴ καὶ χρυσοχοϊκήν. Ἥφαιστος μὲν, διὰ τὴν ἐν πυρὶ τῶν τοιούτων ἐργασίαν. Ἀθηνᾶ δὲ, διὰ τὸ ἐπιστατεῖν τοῖς χειρώναξι. τὸ δέ γε εἰπεῖν τι ἔργον Ἡφαίστοιο ἢ Ἀθηνᾶς, πρὸς τῇ σεμνότητι, καὶ ὑπερβολὴν ἔχει ὡς οἱ παλαιοί φασιν. οὕτω γοῦν καθ' ὑπερβολὴν πέπλασται καὶ ἡ τῶν Ἀχιλλείων ὅπλων παρὰ τοῦ Ἡφαίστου ἐν Ἰλιάδι ποίησις. (Vers. 236.) Τὸ δὲ ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν, ἐκ τοῦ ἐν Ἰλιάδι ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, παρῴδηται. (Vers. 245.) Τὸ δὲ τοιόσδε πόσις ἐνθάδε νεαιτάων, οὐ περὶ Φαίακος τινὸς ἡ κόρη εὔξατο, ἀλλὰ περὶ τοῦ Ὀδυσσέως. ἵνα τοιόσδε μένων καὶ μὴ μεταβληθεὶς καὶ προσμείνας τῇ νήσῳ, εἴη αὐτῇ πόσις. διὸ καὶ ἑρμηνεύων Ὅμηρος τὸ ἐνθάδε νεαιτάων ἵνα μὴ περί τινος τῶν Φαιάκων νοοῖτο, ἐπήγαγε τὸ, καὶ οἱ ἄδοι αὐτόθι μίμνειν. οἱονεὶ λέγων, ἐνθάδε νεαιτάων καὶ ἀρεσκόμενος αὐτόθι μένειν. (Vers. 240.) ἐν τούτοις δὲ καὶ πρὸς θεοῦ πεμφθῆναι τὸν Ὀδυσσέα ἡ κόρη λέγει, ἐν οἷς φησιν ὡς οὐ πάντων ἀέκητι θεῶν Φαίαξιν ἐπιμίσγεται. εἰ γὰρ καὶ Ποσειδῶνι τυχὸν ἀπέχθεται ἢ Νηρηΐσιν, ἀλλ' εἰσὶν ἕτεροι πρὸς αὐτοῦ. (Vers. 245.) Τὸ δὲ ἄδοι, ἀντὶ τοῦ ἀρέσκοι, ἔοικεν Ἰωνικὸς δεύτερος ἀόριστος εἶναι τοῦ ἥδω. διὸ συστέλλει μὲν ὡς δεύτερος ἀόριστος τὴν παραλήγουσαν, ψιλοῦται δὲ Ἰωνικῶς. κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ (Vers. 242.) καὶ τὸ δέατο, ἀντὶ τοῦ ἐδόκει. λέξις ἀχρηστοτάτη τοῖς πεζολόγοις καθὰ καὶ τὸ ῥηθὲν ἄδοι, ᾧ κοινὸν σύστοιχον τὸ ἀδεῖν. (Vers. 240.) Ὅτι χαρὰν ἐπὶ ἐνδημίᾳ ξένου δηλοῖ παρῳδηθὲν τὸ, οὐκ ἀέκητι θεοῦ ὃς Ὄλυμπον ἔχει, ἡμῖν ὅδ' ἀνὴρ ἐπιμίσγεται. (Vers. 248.) Ὅτι καὶ παρὰ τῷ ποιητῇ ἐπιτραπέζιος λέξις πολλαχοῦ τὸ παραθεῖναι. οἷον. πὰρ δ' ἂρ Ὀδυσσεῖ θέσσαν βρῶσιν τε πόσιν τε. (Vers. 249.) Ὅτι ἔπινε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς, ἁρπαλέως. δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τοῦτο δὲ, παντὶ οὕτω πειναλέῳ ἀνδρὶ προσαρμόζει. Ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ε ᾧ ἕπεται τὸ σίγμα, μετατιθέντων εἰς ἰῶτα οἷον ἑστία ἱστίη ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι. γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σίγμα. μὴ τρέψαν δὲ τὸ ε εἰς ι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω οὗ χρῆσις ἐν τῷ, ἔθων Οἰνῆος ἀλωὴν, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται Δωριέων ἔθει. οἳ φησὶ καὶ τὸν μαδὸν, μασθὸν λέγουσι. καὶ τὸ ψεῦδος ψύθος, ἄραντες τὸ ε. Τὸ δὲ ἁρπαλέως πάνυ ἀστείως ἔχον, τὸ πολὺ δηλοῖ τῆς εἰς τὸ ἐσθίειν σπουδῆς. (Vers. 253.) Ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες οἱ καὶ χαλκόποδες ἐν Ἰλιάδι, ἀλλὰ καὶ ἡμίονοι ἐνταῦθα. φησὶ γοῦν. ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας. Ὅτι δὲ καὶ λύκοι λέγονται κρατερώνυχες, ἀλλαχοῦ δηλοῦται. ἐν τούτοις δὲ, κεῖνται καὶ στεναὶ προαναφωνήσεις τῶν ἐφεξῆς. (Vers. 259.) Ὅτι ἔργα κατ' ἐξοχὴν ἐνταῦθα, τὰ γεωργικὰ ἐν τῷ, ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων. Καὶ ὅρα καὶ νῦν τὸ ἴομεν συστέλλον τὴν παραλήγουσαν καθ' ὁμοιότητα τοῦ τίομεν καὶ κυλίομεν καὶ τῶν ὁμοίων. (Vers. 261.) Ὅτι τὸ ἡγεμονεύειν ὅ ἐστι προηγεῖσθαι ὁδοῦ, αἰτιατικῇ συντάξας κἀνταῦθα Ὅμηρος, φησίν. ἔρχεσθον. ἐγώ δ' ὁδὸν ἡγεμονεύσω. ἤγουν προηγήσομαι εἰς ὁδόν. (Vers. 262.) Ὅτι ἐπιβαλὼν ὁ ποιητὴς ἐκφράσαι διὰ τῆς κόρης τὴν τῶν Φαιάκων πόλιν, περὶ μὲν αὐτῆς ἐκείνης, οὐδέν τι πλέον φησὶν, ἢ ὅτι περὶ αὐτὴν πύργος ὑψηλός. (Vers. 263.) περιηγεῖται δὲ τὰ τοῦ λιμένος μάλιστα, λέγων. καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος. λεπτή δ' εἰσίθμη. νῆες δ' ὁδὸν ἀμφιέλισσαι εἰρύαται. πᾶσι γὰρ, ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δ' αὐτοῖς ἀγορὴ καλὸν ποσιδήϊον ἀμφίς. ῥυτοῖσι λάεσσι κατωρυχέεσσ' ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, σπείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη. ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νηῶν καὶ νῆες ἐΐσαι. (Vers. 272.) ᾗσιν ἀγαλλόμενοι, πο-