# Commentarii ad Homeri Odysseam 1.258.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.258.1

τάτων Φαιάκων πομπῆς. εἰ γὰρ καὶ πάνυ ἐκτετόπισται ἡ τῶν Φαιάκων γῆ, ὅμως οὐδέν τι τέρας οὐδ' ἀπίθανον, ἐν μιᾷ νυκτὶ κατᾶραι τὸν Ὀδυσσέα εἰς Ἰθάκην νηῒ ταχείᾳ κατὰ πτερὸν ἠὲ νόημα. Καὶ ὅρα ὅτι οὐχ' ὡς ἐν τῷ, ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης, ἐκ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον κατέβη, οὕτω καὶ ἐνταῦθα ποιεῖ. ἀλλὰ προσθεὶς τὸ ἧττον ἤτοι τὸ πτερὸν, ἐπήγαγε τὸ κατὰ πολὺ μεῖζον εἰς τάχος, δηλαδὴ τὸ νόημα. ὃ θείας ἐστὶ ταχυτῆτος ἔνδειξις. διὰ δὲ τοῦ πτεροῦ, ὄρνιν πάντως δηλοῖ. καὶ αὐτὸν, ταχύτατόν τινα ὡς εἰκὸς, καὶ ὡς εἰπεῖν, ὠκυπέτην. (Vers. 24.) Ταλαπείριος δὲ τίς λέγεται, προεγράφη. τὸ δὲ ταλαπείριος καὶ τὸ τηλόθεν ἐξ ἀπίης γῆς, ἐτυμολογικῶς εἰρῆσθαι δοκεῖ. ἐκ τοῦ τῆλε γὰρ ὡς προεῤῥέθη, καὶ ὁ ταλαπείριος. (Vers. 25.) ἡ δὲ Ἰλιὰς ἐδήλωσε τὴν ἀπίαν γῆν, ἐν τῇ α ῥαψῳδίᾳ. Τὸ δὲ οἳ τήνδε πόλιν νέμονται, σημείωσαι ὡς χρήσιμον εἰς τὰς ἀγρονόμους νύμφας. οὐδὲν γὰρ ἀπεικὸς εἴπερ ἐκεῖ ἀγρόνομοι προπαροξυτόνως νύμφαι λέγονται, ὡς οὕτω καὶ αὐταὶ νέμονται ἀγρούς. Τὸ δὲ οὐκ ἀνέχονται ξείνους οὐδ' ἀγαπαζόμενοι φιλέουσι, περὶ τοῦ κατὰ Φαίακας ναυτικοῦ ὄχλου λέγεται, ἤγουν τοῦ δήμου, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. εἰ γὰρ καὶ ἀγχίθεοι γεγάασιν οἱ Φαίακες, ἀλλ' οὐ πάντων τοῦτό ἐστι τὸ σεμνόν. μόνου δὲ τοῦ βασιλικοῦ γένους. διὸ καὶ ἡ μυθικὴ νεάνις ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἐνταῦθα τῷ Ὀδυσσεῖ ἀστείως λέγει ὅτι Ἀλκίνοος πατρός μοι ἀμύμονος ἐγγύθι ναίει, οὐ μόνον διὰ τὸ εὐγενὲς καὶ βασιλικὸν, ἐπεὶ καὶ διοτρεφέες καὶ διογενεῖς οἱ βασιλεῖς, ἀλλὰ καὶ διὰ τὸ κατὰ φιλοξενίαν ἀγχίθεον. πρὸς γὰρ Διός εἰσι καὶ οἱ ξεῖνοι. καὶ ἔστιν οἷον ἀνδρείκελον Διὸς Ἀλκίνοος καὶ οἱ κατ' αὐτὸν ἀγαθοὶ ἐκεῖσε ἄνδρες. ἴσως δὲ καὶ ἐπίτηδες κατ' ἐκφόβησιν ἡ Ἀθηνᾶ τῷ Ὀδυσσεῖ λαλοῦσα, καταψεύδεται τῶν Φαιάκων. Τὸ δὲ ὡσεὶ πτερὸν ἠὲ νόημα περὶ οὗ γέγραπται προσεχῶς, ὑπερβολῆς χρὴ ἔχειν παράδειγμα. ὅτε δὲ καὶ οἷον ἐμψύχους καὶ λογικὰς τὰς αὐτῶν πλάσονται νῆας οἱ Φαίακες, οὐκέθ' ὑπερβολικὸς ὁ τοιοῦτος λόγος, ἀλλ' ἤδη τερατώδης ἄντικρυς. ὅθεν οὐδὲ ψεκτέος Ὀδυσσεὺς, ἀντιφιλοτιμούμενος παρὰ τοιούτοις ἀνδράσι τερατολογεῖν ἐν οἷς διηγεῖται πρὸς τὸν Ἀλκίνοον. στοχασάμενος γὰρ οἷα εἰκὸς καὶ ἀφ' ὧν ἔλεγον ἐγνωκὼς τοιούτοις χαίροντας, ἀντιψεύδεται καὶ αὐτὸς ἐν τοῖς καθ' ἑαυτόν. Σημείωσαι δὲ καὶ ὅτι παραῤῥίψας ἐνταῦθα ὁ ποιητὴς διὰ τῆς Ἀθηνᾶς τὸ, ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ δελεάσας τῷ ἀστείῳ τοῦ νοήματος τὸν ἁπλούστερον ἀκροατὴν, ἤδη δὲ καὶ διὰ τὴν συντομίαν λαθὼν, οὕτω τερατεύσεσθαι τολμᾷ ἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀλκινόου, καὶ ἐχέφρονας εἶναι τὰς ἐκεῖ νῆας ὡς φανήσεται. καὶ δοκεῖ σχεῖν τὸ ἀσφαλὲς ἐκεῖνος ὁ λόγος, διὰ τοῦ καὶ ἐνταῦθα εἰπεῖν αὐτὰς ὠκείας εἶναι ὡσεὶ νόημα. ἐντεῦθεν δέ τινες ὁρμηθέντες, καὶ τὴν παρὰ τῷ Ἡσιόδῳ Αὐτονόην, εἰς νῆα μετέλαβον ἀλληγορικῶς, ἀκολούθως τῇ Φαιακικῇ ταύτῃ τερατείᾳ. Τὸ δὲ νηυσὶ θοῇσι τοίγε πεποιθότες λαῖτμα ἐκπερόωσιν, ἀσυνδέτως ἔφη, ἐξιστῶν ὥσπερ τῷ νοήματι, οὕτω καὶ τῷ σχήματι τὸν ἀκροατήν. (Vers. 39.) Ὅτι λαθραίου εἴσοδον δηλοῖ τὸ, τὸν δ' ἄρα οἱ δεῖνα οὐκ ἐνόησαν ἐρχόμενον κατὰ ἄστυ ἢ τυχὸν κατὰ δῶμα, διὰ σφέας. οὐ γὰρ θεὸς εἴασεν ὃς ῥά οἱ ἀχλὺν θεσπεσίαν κατέχευε φίλα φρονέων αὐτῷ. ἣν δὴ ἀχλὺν ἠέρα πρὸ ὀλίγων ἐκάλεσεν. (Vers. 39.) Ὅτι ἐν τῷ, Φαίακες ναυσικλυτοὶ, ὀξύνεται τὸ ναυσικλυτοὶ, κατὰ τοὺς παλαιούς. καὶ οὐδὲν ἀπώνατο τῆς συνθέσεως εἰς τὸ παροξύνεσθαι. δῆλον δὲ καθὰ καὶ προεγράφη, ὅτι τὸ ναυσὶν ἰδίᾳ κείμενον, διὰ τοῦ η προφέρεται οἷον. οἱ μὲν, παρὰ νηυσὶ θοῇσι πεποιθότες, ὅτε δὲ συντεθῇ, διὰ τοῦ α λέγεται. (Vers. 41.) Τὸ δὲ ἀχλὺν θεσπεσίην κατέχευε, παρῳδηθέν που, ἐποίησε τὸ, τῷ δ' ἄρα θεσπεσίην χάριν κατέχευεν. Ὅτι διδάσκαλος ὁ ποιητὴς καὶ τοῦ ἐκφράζειν γενόμενος τοῖς μετ' αὐτὸν, περιηγήσεται μὲν προϊὼν ἐκφραστικῶς, τὰ κατὰ τὸν βασιλικὸν οἶκον. τέως δὲ, ἀρξάμενος ἐκ τοῦ περιέχοντος κατὰ τὸν ἐκ φραστικὸν κανόνα, ποιεῖ τὸν Ὀδυσσέα θαυμάζοντα τὰ πρὸ τῆς πόλεως πρινὴ εἰσελθεῖν ἐκεῖ. φησὶ γοῦν. θαύμαζεν δ' Ὀδυσσεὺς λιμένας καὶ νῆας ἐΐσας. αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ, ὑψηλά. σκολόπεσσιν ἀρηρότα. ὅ ἐστι, κατησφαλισμένα. θαῦμα ἰδέσθαι. (Vers. 44.) Καὶ ὅρα τὸ ἡρώων, ἀδιαφόρως κἀνταῦθα ῥηθὲν ἐπὶ τοῦ κοινοῦ λαοῦ, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ γίνεται. (Vers. 45.) Σκόλοπες δὲ καὶ νῦν, ξύλα ὀρθά. οἳ καὶ σταυροί. εἰ δὲ ὑψηλὰ οὕτω τὰ τείχη καὶ σκολόπεσσι δὲ ἥρμοσται, σκοπητέον εἰ ἀπάνευθεν ἀνδρῶν οἰκοῦσιν οἱ Φαίακες, καὶ εἰ μηδεὶς εἰς Φαίακας ἵκηται δηϊοτῆτα φέρων. εἰ γὰρ ταῦθ' οὕτως, τίς χρεία τοιούτων τειχέων τοῖς Φαίαξι. τερατεύονται ἄρα τὰ περὶ τῶν κατ' αὐτούς. (Vers. 50.) Ὅτι εἰποῦσα ἡ μυθικὴ Ἀθηνᾶ πρὸς Ὀδυσσέα, σὺ δ' ἔσω κίε μὴ δέ τι θυμῷ τάρ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
