# Commentarii ad Homeri Odysseam 1.26.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.26.1

ὄβριμον ἔχουσα τὸν νοῦν, οἷα φρόνησις. ὄβριμος δὲ πόθεν γίνεται, τὰ εἰς τὴν Ἰλιάδα δηλοῦσι. καὶ νῦν δὲ ῥητέον ὅτι παρὰ τὸ βρι ἐπιτατικὸν ἐξ οὗ καὶ βριαρὸς ὁ ἰσχυρὸς, γίνεται κατὰ πλεονασμὸν καὶ παραγωγὴν ὄβριμος. ὅθεν καὶ ὀβριμοεργός. ἐκεῖθεν καὶ ὀβρίκαλα παρὰ Αἰσχύλῳ, λεόντων σκυμνία. τὰ δηλαδὴ καὶ ὄβριμα καὶ καλά. ἕτεροι δὲ φασὶν ὅτι τὲ ὄβρια καὶ ὀβρίκαλα λεόντων καὶ λύκων σκυμνία, καὶ ὅτι βρίκελοι διὰ διχρόνου, τὰ μορμολύκεια. Παυσανίας μέντοι περὶ τούτου φησὶν, ὅτι βρίκελα, προσωπεῖα βροτῷ ἴκελα. ἢ βριξὶν ἴκελα. οὕτω δέ φησιν ἔλεγον τοὺς βαρβάρους. ὁ δ' αὐτὸς, καὶ βριμοῦσθαι λέγει τὸ μετά τινος ἀπειλῆς ἐκφοβεῖν. καὶ Αἴλιος δὲ Διονύσιος, βριμοῦται φησὶν ἀντὶ τοῦ ἀπειλεῖ. ἄλλοι δὲ, βριμᾶσθαι φασὶν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων. ταῦτα δὲ πάντα, ἐκ τοῦ βρι ἐπιτατικοῦ παράγονται. ὅθεν καὶ ἡ Βριμὼ πεπλασμένον τι δαιμόνιον φοβερόν. ὅτι δὲ Βρίγες καὶ οἱ Φρύγες ἐλέγοντο, δηλοῖ ὁ γεωγράφος. ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. γεγονότες ἴσως καὶ αὐτοὶ, ἐκ τοῦ βρι. ὅθεν καὶ Βριάρεως κύριον τετρασυλλάβως. ὁ δ' αὐτὸς, καὶ πεντασυλλάβως, Ὀβριάρεως προσελεύσει τοῦ ο. καὶ τὸ βρίθω δὲ ἀπ' αὐτοῦ παρῆκται. ἀφ' οὗ καὶ τὸ βρῖθος. καὶ ὁ βριθύς. ὃς συντεθεὶς, ἑτεροίας γίνεται καταλήξεως. οὐ γὰρ ὥσπερ τραχὺς ἄτραχυς. ὀξὺς κάτοξυς, οὕτω καὶ βριθὺς ἔμβριθυς ἀλλὰ ἐμβριθὴς. ὡς ἀπὸ τοῦ βρῖθος, πρὸς ὁμοιότητα τοῦ, ἡδὺς ἀηδὴς διὰ τὸ ἦδος. καὶ γλυκὺς ἀγλευκὴς διὰ τὸ γλεῦκος. καὶ βαρὺς ἀβαρὴς διὰ τὸ βάρος. ἐνθυμητέον δὲ καὶ ὅτι τοῦ, δόρυ βριθὺ, ἐφερμηνευτικά εἰσι τὸ μέγα καὶ τὸ στιβαρόν. δῆλον γὰρ ὅτι τὰ καὶ μεγάλα καὶ στιβαρὰ σώματα, βριθέα εἰσίν. (Vers. 103.) Ὅτι δῆμος, τριχῶς παρὰ τοῖς παλαιοῖς. πλῆθός τε γὰρ ἁπλῶς, καὶ πολιτικὸν σύστημα ἐξ οὗ τὸ δημοκρατεῖσθαι εἴρηται, καὶ τόπος τις ἐν Ἰθάκῃ οὕτω καλούμενος ἔνθα τὰ τοῦ Ὀδυσσέως βασίλεια. φησὶ γοῦν ὡς ἡ τοῦ μύθου Ἀθηνᾶ ἔστη Ἰθάκης ἐν δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος. δύναται δὲ καὶ ἄλλως τὸ Ἰθάκης ἐν δήμῳ νοηθῆναι, ἀντὶ τοῦ ἐν τοῖς Ἰθακησίοις ὡς καὶ μετ' ὀλίγα ἐρεῖ, Τρώων ἐνὶ δήμῳ, ἤγουν ἐν τοῖς Τρωσί. Τὰ δὲ πρόθυρα, προϊὼν ἑνικῶς λέγει. βῆ δ' ἰθὺς προθύροιο. τοῦτο δὲ καὶ οὐδὸν αὔλειον φησίν. εἰπὼν, ἐνὶ προθύροις Ὀδυσσῆος οὐδοῦ ἐπ' αὐλείου. Τὸ δὲ στῆναι ἐπὶ προθύροις, καὶ θύραις ἐφεστάναι λέγει. φησὶ δέ που καὶ θύρας πρώτας, τὸ πρόθυρον. (Vers. 105.) Ὅτι Τάφος, νῆσος μία τῶν Ἐχινάδων νήσων τῶν πρὸς τῷ Ἀχελῴῳ. περὶ ὧν εἴρηται καὶ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς εἰς τὸν περιηγητήν. λῃσταὶ δὲ οἱ Τάφιοι κατὰ τοὺς παλαιούς. ἐλέγοντο δὲ οἱ αὐτοὶ, καὶ Τηλεβόαι. ἢ διότι ληϊζόμενοι, τῆλε τοὺς βόας ἀπῆγον. ἢ ὅτι οὐ τοῖς πλησιοχώροις μόνον, ἀλλὰ καὶ τοῖς τῆλε καὶ μακρὰν, βοὴν, ἤτοι μάχην συνίστων. ἢ καὶ ὡς εὐρύφωνοι καὶ τῆλε τουτέστι μακρὰν, βοᾶν ἐξισχύοντες. εἰς τούτους Ἀμφιτρύων ὁ τοῦ Ἡρακλέος πατὴρ ἐστρατεύσατο, ληϊσαμένους βόας τῆς γυναικὸς Ἀλκμήνης, ἔχων συστρατευόμενον καί τινα Κέφαλον ἄνδρα φυγάδα ἐξ Ἀθηνῶν. ἀφ' οὗ χρησιμεύσαντός τι ἐν τῷ τότε πολέμῳ, Κεφαλληνία ἐν δυσὶ λ ἡ χώρα ἐκλήθη πρὸς διαστολήν. ἵνα τὸ ἐθνικὸν ὁ Κεφαλλὴν, ἔχοι διαφορὰν πρὸς τὴν ἐν σώματι κεφαλήν. Κεῖται δὲ ὁ Κεφαλλὴν παρὰ Σοφοκλεῖ, ἐν τῷ, ὦ ξεῖνε Κεφαλλήν. ἦρχε δὲ καὶ τῆς Κεφαλληνίας Ὀδυσσεὺς ὡς μετὰ ταῦτα φανήσεται. διὸ καὶ ἄναξ Κεφαλλήνων ὑπὸ τῶν ποιητῶν λέγεται. καὶ οὕτω μὲν ταῦτα. Ὅμηρος δὲ, ναυτικοὺς οἶδε τοὺς Ταφίους τούτους, διὸ φιληρέτμους αὐτοὺς ἐρεῖ ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι ὁ γεωγράφος ταυτίζων τοὺς Ταφίους καὶ τοὺς Τηλεβόας ἐν τῷ, Τάφιοι οἱ καὶ Τηλεβόαι. εἰπὼν δὲ καὶ ὅτι λῃσταὶ οἱ Τάφιοι καθὰ καὶ οἱ Τηλεβόαι, ὅπερ αὖθις διαφοράν τινα ἐν αὐτοῖς δηλοῖ, φησὶ καὶ αὐτὸς τοὺς Κεφαλληνίους ἢ μᾶλλον Κεφαλλῆνας, ἀπὸ Κεφάλου τοῦ Δηϊονέως κληθῆναι. ὃν ἐξ Ἀθηνῶν φυγάδα παραλαβὼν Ἀμφιτρύων, κατέσχε φησὶ νῆσον καὶ παρέδωκεν αὐτῷ. ἥτις ἐπώνυμος ἐκείνου γέγονεν. Ὅτι ὁ τῆς ἱστορίας Μέντης Ἀγχιάλοιο πάϊς, ἑταῖρος ἦν τῷ ποιητῇ. ὃν καὶ ἀμειβόμενος τῆς φιλίας ὁ ποιητὴς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ ἐν τοῖς περὶ Ὁμήρου γενέσεως, τῇ ποιήσει τὲ τὸ αὐτοῦ ὄνομα ἐνέθετο, καὶ τὴν Ἀθηνᾶν αὐτῷ εἴκασεν, ἀποσεμνύνων οὕτως τὸν ἑταῖρον ὡς ἠδύνατο. καὶ ἄλλως μέντοι, οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐπλάσατο, Τάφιόν τινα Μέντην ἐλθόντα ἐντυχεῖν τῷ Τηλεμάχῳ καὶ εἰπεῖν ἀγαθά. ὃν δὴ Μέντην, καὶ εἰς προσωπεῖον ποιεῖ τῇ Ἀθηνᾷ διὰ τὸ φρονίμως συμβουλεύσασθαι οἷα θεόθεν καταπεμφθέντα. κωλύει γὰρ οὐδὲν, ἐν οὕτω μακρῷ χρόνῳ, εὑρεθῆναί τινα, ἑταῖρον ἀρχαῖον ὄντα τῷ Ὀδυσσεῖ, καὶ τοιαῦτα ὑπὲρ ἐκείνου ποιῆσαι. ὁ δὲ τοῦ τοιούτου Μέντου πατὴρ Ἀγχίἀλος, ψιλοῖ φασὶ τὴν παραλήγουσαν ὡς κύριον, καθὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
