# Commentarii ad Homeri Odysseam 1.262.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.262.1

ἔστι μὲν Ἰωνικόν. γίνεται δὲ ἀπὸ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σίγμα τῆς ληγούσης καὶ πλεονασμῷ τῆς δα συλλαβῆς, ὁμοίως τῷ, ὠνόμασται ὠνομάδαται. καὶ συστολῇ τῆς προπαραληγούσης. τοιαῦτα δὲ, καὶ τὸ πέφρασται πεφράδαται. καὶ ἐσκεύασται ἐσκευάδαται παρὰ Ἡροδότῳ. οἷον. τὰ προπύλαια ἐσκευάδαται. εἰ δὲ γράφεται ἐληλέδαται, οὕτω γὰρ ἔχουσι τῶν ἀντιγράφων τινὰ, καὶ λέγεται καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις ὡς τὸ, καὶ ἕρκος ἐλήλαται, καὶ ἀμφὶ δὲ τεῖχος ἤλασε πόλει, ἐκ τοῦ ἐλήλαται τηνικαῦτα γίνεται παθητικοῦ παρακειμένου τὸ ἐληλέδαται, ἐπεντεθέντων πρὸ τοῦ α τῆς παραληγούσης, τοῦ ε καὶ τοῦ δ ὁμοίως τῷ ἀκηχέδαται ἤγουν λελύπηνται, καὶ τοῖς τοιούτοις. περὶ ὧν καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Ἐνταῦθα δὲ σημειωτέον κείμενον παρὰ τῷ Ἀθηναίῳ τὸ, τὰ σώματα ἐκέχριντο μίλτῳ καὶ χρώμασιν ἑτέροις. δοκεῖ γὰρ αὐτὸ καινότερον διὰ τοῦ ν προφέρεσθαι. ὡς ἀναλογώτερον ὂν, ἢ ἐκέχριστο εἶναι, ἢ κεχρίδατο Ἰωνικῶς. (Vers. 86.) Ἰστέον δὲ ὅτι ἐρείδειν, οὐ μόνον κοινότερον ἐπὶ τοῦ ἑδραιοῦν, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἀντιβαίνειν, ὡς ἐν τῷ, ἔπος πρὸς ἔπος ἤρειδον, ἀλλὰ καὶ σκωπτικόν. ὡς δηλοῖ Ἀριστοφάνης ἐν τῷ, ὅς τις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων, τὴν δέσποιναν ἐρείδεις. τοῦτο δὲ σεμνῶς πάντως πέφρασται ὡς ἑξῆς. καθὰ καὶ τὸ ἐνεργεῖν ἐν τῷ, οἷός τε ἦν, τὴν ψάλτριαν ἐν ὀφθαλμοῖς πάντων ὡρώντων ἐνεργεῖν. ἐν δὲ τούτοις, ἰστέον καὶ ὅτι τὸ μὲν ἐρηρέδαται, θεματικὸν ἔχει τὸ δέλτα ἐκ τοῦ ἐρείδω. ἑξῆς δὲ τὸ, ὠνομάδαται πεφράδαται ἐσκευάδαται, ἀπὸ συγγενείας ὥρμηνται τῆς τοῦ ζῆτα πρὸς τὸ δέλτα ὡς ἀπὸ τοῦ ὀνομάζω φράζω σκευάζω. τῆς δὲ τοῦ ζῆτα καὶ δέλτα πρὸς ἄλληλα μεταχωρήσεως παραδείγματα μυρία. ὧν κατὰ τοὺς παλαιοὺς καὶ τὸ ὀζμὴ ὀδμή. ἴζμεν ἴδμεν Δωρικῶς. φράζω ἀφραδής. ἀναλόγως δὲ, ἀριφραδὴς τὸ ἐπίθετον. καὶ Ἀριφράδης βαρυτόνως πρὸς διαστολὴν, τὸ κύριον. ἔτι δὲ καὶ ἐρίζω ἐρίδω ἄχρηστον. ἀφ' οὗ ἐν χρήσει, τὸ ἐριδμαίνω καὶ τὸ ἐριδαίνω. καὶ γυμνάζω γυμνάδω. καὶ διπλασιασμῷ Αἰολικῷ καὶ Δωρικῷ γυμνάδδω. ὡς τὸ, γυμνάδδομαί τε καὶ ποτὶ πυγὰν ἅλλομαι. (Vers. 87.) Ὁ δὲ θριγκὸς ἤγουν ἡ τῶν τοίχων κόμη ἢ στεφάνη ἢ στεφάνωσις, παρὰ τὴν τρίχα γίνεται, τριχός. καὶ ἐπενθέσει τοῦ ν πρός τε καλλιφωνίαν καὶ διαφορὰν τῆς τριχός, γίνεται τριγχός. ἀλλαγέντων δὲ τῶν ἀφώνων εἰς τὰ ἀντίστοιχα τούτοις, γίνεται θριγκός. ἤγουν φραγμὸς ὑπερκείμενος καὶ οἱονεὶ τριχῶν δίκην κοσμῶν. ἔχει δὲ ἡ λέξις καὶ ἀναδρομὴν γενικῆς τῆς τριχὸς, εἰς εὐθείαν τὴν, ὁ τριγχός. ἐξ οὗ ὁ θριγκός. ἔχει δέ τι καὶ ἀστειότητος. ἵνα εἴη ὅπερ τῇ κεφαλῇ αἱ κυάνεαι τρίχες, τοῦτο τῷ ἕρκει ὁ κυάνεος τριγχός. καὶ ἤθελον μέν τινες, τριγχὸν γράφειν ὀρθότερον. οἱ δὲ παλαιοὶ οὐκ ἐθέλουσιν οὕτως. ὅτι δὲ πολλαὶ τοιαῦται ἀφώνων τροπαὶ γίνονται Ἰωνικῶς, δηλοῖ πρὸς ἄλλοις καὶ τὸ ἐνθεῦτεν, καὶ ὁ βάθρακος, τὰ περὶ τῷ Ἴωνι Ἡροδότῳ. ὅλως δὲ, πολλὴ μεταλλαγὴ δασέων καὶ ψιλῶν συμφώνων πρὸς ἄλληλα δι' ἀποφυγὴν δυσφωνίας. ἀπὸ τοίνυν τοῦ φρίσσω, παρακείμενος οὐκ ἀναλόγως φέφριχα ἀλλὰ πέφρικα. ὅθεν καὶ ἡ φρίκη. τοιοῦτον καὶ τὸ κεχραμμένον ἐκ τοῦ χραίνω. καὶ τὸ πεφρασμένον ἐκ τοῦ φράζω. καὶ ἄλλα μυρία. τοιαύτης δὲ ἐφόδου καὶ τὸ, θρὶξ τριχός. ἐπεὶ δὲ καὶ τὰ ψιλὰ καθὰ καὶ τὰ δασέα δυσφωνεῖ καὶ αὐτὰ κατά τινα ἐπαλληλίαν, γίνεται καὶ ἐν αὐτοῖς ἐξώθησις, καλλιφωνίας χάριν καὶ εὐαρμοστίας λεκτικῆς ἣν φιλοῦμεν ἄνθρωποι τοιοῦτον τὸ πέφθακε καὶ τὸ κεχάλκευται. ἅπερ Ἀττικοὶ ἔφθακε φασὶ καὶ ἐχάλκευται. καθὰ καὶ ὁ ποιητὴς, ἐκτῆσθαι λέγει τὸ κεκτῆσθαι. ὅμοιον δὲ τούτοις, καὶ τὸ βεβούλευκεν, ὅτε λεχθῇ ἐβούλευκεν. ἀποσκευάζονται δὲ ὁμοίως γλυκείας ἀπηχήσεως χάριν τὸ τῆς αὐξήσεως κατάρχον σύμφωνον, καὶ τὸ εἰλημμένος ἐκ τοῦ λήβω. καὶ τὸ εἰρημένος, ἐκ τοῦ ῥῶ ῥήσω. καὶ τὸ ἐῤῥυπωμένοι, ἐκ τοῦ ῥυπῶ ῥυπώσω. καὶ οὕτω χαρίζονται τοῖς φωνήεσι, περιᾴδειν ἀκωλύτως ὡς μὴ ἀχρειοῦσθαι αὐτοῖς τὸ τῆς ἐκφωνήσεως εὐγενές. εἰσὶ δὲ οἳ τὸν θριγκὸν, περίβολον οἰκίας κοσμητὸν, ἡρμήνευσαν. Ὁ δὲ κύανος, χρῶμά τι μέλαν ἐξ οὗ τὸ κυάνειον μετουσιαστικῶς. ἀφ' οὗ κυάνεον καὶ κυανοῦν. κυάνεος δὲ νῦν ὁ θριγκὸς τῷ τείχει, ὡς ἂν οὕτως ἀεροειδὲς τὸ μετέωρον φαίνοιτο. (Vers. 89.) αἱ μέντοι προφαινόμεναι θύραι, καὶ οἱ περὶ αὐτὰς σταθμοὶ ὅ ἐστιν αἱ παραστάδες, καὶ τὸ ὑπερθύριον ἤγουν τὸ ἐπικείμενον ταῖς θύραις εἰς ὅ φασιν αἱ ἄνω στρόφιγγες ἁρμόζονται, ἔτι δὲ καὶ ἡ κορώνη τὸ κρικίον δηλαδὴ ᾧ ἐπισπᾶταί τις θύραν ὡς καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη, (Vers. 91.) καί τινες κύνες, ἀπὸ χρυσοῦ εἰσὶν, ἵνα ἡ πολυτελὴς ὕλη, πρώτη προσπίπτῃ τῇ ὄψει καὶ ἔχῃ ἐξαλλαγὴν πρὸς τὸν θριγκὸν ὡς καὶ οἱ ἀργύρεοι κύνες πρὸς τὰ χρυσᾶ. καὶ οὕτω ποικιλία ἐν τῷ τηλαυγεῖ τοῦ ἔργου προσώπῳ εἴη πρὸς πανήγυριν ὀφθαλμοῦ γοητευο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
