# Commentarii ad Homeri Odysseam 1.263.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.263.1

μένου οἷς βλέπει καὶ τῇ αὐτῶν ἐντρυφῶντος ποικιλίᾳ. ἐν οἷς οἱ παλαιοί φασιν, ὁ μὲν φιλόπλουτος, τὴν ὕλην θαυμάσεται. ὁ δὲ φιλόκαλος, τὴν τέχνην. ὁ δὲ σπουδαιότερος, τὴν χρείαν. διὸ καὶ Ὀδυσσεὺς, οὐκ ἀπεικότως τὰ τοιαῦτα θαυμάζων ἑστήξεται. (Vers. 90.) Κορώνη δὲ, οὐ μόνον ἐπὶ θύρας ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἐπὶ τόξου ἐν ἄλλοις. καὶ ἐπὶ πλοίου πρύμνης. καὶ μέρος δέ ἐστι σώματος ἐπὶ τοῦ ἀγκῶνος, ὥς φασι Φιλόξενον εἰπεῖν ἐν τοῖς περὶ Ῥωμαίων διαλέκτου. εἴληπται δὲ ταῦτα, ἐκ τοῦ ζῴου τῆς κορώνης λυγίζειν εἰωθυίας τὸν τράχηλον. (Vers. 92.) τὸ δὲ ἰδύῃσιν, εἰ μὲν συναλιφὲν ῥηθείη, ἔτευξ' εἰδυίῃσι πραπίδεσσιν, ἔχοι ἂν διὰ διφθόγγου τὴν ἄρχουσαν. εἰ δὲ γράφεται ἔτευξεν ἰδυίησι πραπίδεσσι, δῆλον ὅτι διὰ τοῦ ι γράφεται. οὐχ' ὡς μετοχὴ μέντοι ἀλλ' ὡς ὄνομα μετοχικόν. ἐξ οὗ καὶ ἰδύους τοὺς ἴδμονας μάρτυρας φασὶν οἱ παλαιοὶ ὡς γέγραπται ἀλλαχοῦ. (Vers. 91.) Τοὺς δὲ χρυσοῦς καὶ ἀργυροῦς κύνας, ἐμψύχους καὶ ἀΰπνους πλάττει, εἴγε φυλάσσουσι τὸ δῶμα. (Vers. 94.) Ἀγήρως δὲ καὶ ἀθανάτους, οὐ μόνον πρὸς ἐγκώμιον χρυσοῦ καὶ ἀκιβδήλου ἀργύρου οἱ οὐκ οἴδασιν ἰῷ φθείρεσθαι, ἀλλ' ἔστι καί τις μῦθος ὑπὲρ αὐτῶν, ληρῶν ὅμοιά τινα. ὃν περιττόν ἐστιν ἐκθέσθαι. ὃς δὲ οὐ μακρὰ ληρεῖ, τοιοῦτός ἐστι. Κύνες οὗτοι, οὓς Ἥρα δέδωκε Ποσειδῶνι, συλλαβεῖν αὐτῇ πρὸς τὴν ἐν Ἰλιάδι δηλουμένην ἐπίθεσιν κατὰ τοῦ Διός. οἳ περιῆλθόν φησιν εἰς Ἀλκίνοον. ἄλλως δὲ, δοκεῖ τὸ τοιοῦτον ἔμψυχον τῶν κυνῶν καὶ τὸ ἀθάνατον, τὸ μὲν, δηλοῦν τὸ ὡς ἐῤῥέθη ἀνίωτον. τὸ δὲ, τὸ ἔντεχνον καὶ εὐσχημάτιστον ὡς εἰς φυλακὴν οἴκου. διὸ καὶ Ἥφαιστος αὐτοὺς τεῦξαι λέγεται. ὃ δὴ τοῖς πυρὸς τεχνικοῖς ἔργοις εἴωθεν ἐπιλέγεσθαι ὡς ἐν πολλοῖς φαίνεται. τινὲς δὲ τοὺς ῥηθέντας κύνας, οὐ ζῷα νοῦσιν, ἀλλὰ ἥλους. ὅθεν φασὶ καὶ κυνάδας φαμέν. ἢ καὶ ἄλλως φασὶ, τοὺς διπλοῦς ἥλους. τοῦτο δὲ ἴσως, διὰ τὸ ἐν τοῖς ἥλοις δηκτικὸν καὶ οἷον κάρχαρον. (Vers. 96.) Τοὺς δὲ θρόνους, οὐ λέγει μὲν ποίας ὕλης εἰσίν. οἷα χρυσοῦς μὲν ἢ ἀργυροῦς ὀκνῶν εἰπεῖν, διὰ τὸ ἐν τῷ οὕτω πολλῷ τῆς τιμίας ὕλης ἀπίθανον. ἐκ λίθων δὲ, οὐκ ἐθέλων λαξεῦσαι αὐτοὺς, ἵνα μὴ ταῖς πολυτίμοις ὕλαις παραθήσει μὴ τοιαύτην ἧς δαψιλῶς εἶχε καὶ ὁ ἀπέριττος Πύλιος Νέστωρ. μή ποτε δὲ, καὶ αὐτοὺς χαλκοῦς δίδωσι νοεῖν, συνηνωμένους αὐτόθεν τοῖς τοίχοις. διὸ καὶ ὥσπερ ἐκεῖ ἔφη χαλκέους τοίχους ἡρμόσθαι ἔνθα καὶ ἔνθα εἰς μυχὸν ἐξ οὐδοῦ, οὕτω καὶ ἐπὶ τῶν θρόνων φησὶν ὡς θρόνοι περὶ τοῖχον ἐρηρέδατο καὶ ἑξῆς. ὅθεν οὐδὲ ἠθέλησεν εἰς πλέον ἀποσεμνῦναι αὐτούς. ὡς εἴγε ἐκ μαρμάρου λίθου ἦσαν ὤκνησε εἰ κἂν καὶ περὶ αὐτῶν εἰπεῖν τι σεμνὸν, ὡς ἐπὶ τῶν ἐν Πύλῳ λιθίνων τοίχων ἐποίησε. (Vers. 96.) Πέπλους δὲ εἰωθὼς γυναικεῖα λέγειν περιβλήματα, ἐνταῦθα τὸ ἁπλῶς ὕφασμα οὕτω καλεῖ. οὐ γὰρ εἰκὸς γυναικείους πέπλους ὑπεστορέσθαι τοῖς καθημένοις. ἀλλ' ἁπλῶς ὕφασμά τι λαμπρὸν μὲν καὶ ἐπιπρέπον, ὅθεν ἐτυμολογεῖται ὁ πέπλος, πρέπαλός τις ὢν κατὰ τοὺς παλαιούς. χρησιμεῦον δὲ εἰς τάπητα θρόνου. οὕτω καὶ τὸ φᾶρος καὶ τὸ σπεῖρον εἰωθότα ἐπὶ ἱματίων λέγεσθαι, ὅμως ἔστιν οὗ ὁ ποιητὴς ἐπὶ ἁπλῶς ὑφασμάτων τίθησιν. (Vers. 97.) Εὔνητοι δὲ, οἱ εὖ νενησμένοι κατὰ τοὺς παλαιοὺς, ὅ ἐστιν εὔκλωστοι. διαλυθέντες δὲ, ἐΰννητοι γίνονται διπλωθέντος τοῦ ν. οὕτω δὲ καὶ οἱ εὔδμητοι βωμοὶ, ἐΰδμητοι κατὰ διάλυσιν. Τὸ δὲ ἔργα γυναικῶν, προαναφωνητικῶς οἷον ἐτέθη ἵνα εὐαφόρμως ἐπάγῃ τὸ, πεντήκοντα δ' ἔσαν δμωαὶ γυναῖκες. (Vers. 98.) Τὸ δὲ ἐδριόωντο πίνοντες καὶ ἔδοντες, ἐπηετανὸν γὰρ ἔχεσκον, ἐπὶ πλουσίων τρυφώντων χρὴ λέγεσθαι. (Vers. 99.) Τὸ δὲ ἔδοντες, σημείωσαι καὶ αὐτὸ εἰς παράδειγμα τῆς τοῦ δέλτα καὶ τοῦ θ φιλίας. ὡς γὰρ οὐδέτερον οὐθέτερον, καὶ χάριδος χάριτος, καὶ ἄλλα ὅσα ἐδηλώθη, οὕτω καὶ ἔδω ἔθω. ὡς τὸ, ἔθων Οἰνῆος ἁλωήν. καὶ πλεονασμῷ τοῦ σίγμα, ἔσθω καὶ ἐσθίω. (Vers. 100.) Βωμοὶ δὲ ἁπλῶς, ἀνάβαθμοι ἐνταῦθα, ἐφ' ὧν λυχνοφόροι κοῦροι ἵσταντο χρύσεοι καὶ αὐτοί. γέγονε δέ τις μνήμη καὶ ἀλλαχοῦ τῶν τοιούτων βωμῶν. (Vers. 101.) Τὸ δὲ αἰθομένας δαΐδας ἔχοντες καὶ (Vers. 102.) τὸ φαίνοντες, παρακείμενα ἀλλήλοις συναπτῶς, παρήγαγε τὸν φανὸν ὃς καὶ πανὸς ἐλέχθη παρὰ τοῖς ὕστερον ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐγράφη. καὶ τὸ φανίον δὲ τὸ ἐκ φανοῦ παράγωγον, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ. οὗ φανίου τὸ ὑποκόρισμα, παράγει καὶ τὸ ἰδιωτικῶς λεγόμενον φανάριον. Φιλυλλίου δὲ κατὰ τὴν παράδοσιν τοῦ δειπνοσοφιστοῦ, τὰς λαμπάδας δᾷδας καλοῦντος ἀκολούθως δηλαδὴ τῷ ποιητῇ, Ἀθηναίων δὲ κατὰ τὸν γλωσσογράφον Σιληνὸν, φανοὺς ὀνομαζόντων τὰς λαμπάδας, ἔστι συναγαγεῖν, ταυτά τινα πολυωνομίας λόγῳ εἶναι, δᾷδας φανοὺς καὶ λαμπάδας. Τιμαχίδας δέ φησι, δέλετρον καλεῖ τὸν φανὸν ὃν οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσι. Νεάνθης δέ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
