# Commentarii ad Homeri Odysseam 1.264.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.264.1

φασιν, ἑλάνας τὰς λαμπάδας ἔφη παρὰ τὴν ἕλην ἥτις ἐστὶν εἵλη, ἀφ' ἧς πολλὰ γίνονται. ὧν καὶ τὸ εἱληθερεῖν. καὶ θειλόπεδον ὡς μετ' ὀλίγα φανεῖται. παρὰ δὲ Νικάνδρῳ φησὶν ἑλάνη, ὁ ἐκ καλάμων δεσμός. εὕρηται δὲ καὶ λυχνοῦχος καλούμενος ὁ φανός. Ἄλεξις γοῦν φησιν, ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς, ἦν τις κηδεμὼν τῶν δακτύλων. ὁ δ' αὐτὸς ἐν ἄλλοις ἔφη. ποῖός ἐστι φανὸς τοιοῦτος, οἷος ὁ γλυκύτατος ἥλιος; ἔστι δέ φασι φανὸς, ἡ ἐκ ξύλων τετμημένων δέσμη. καὶ δηλοῖ αὐτὸ Φιλιππίδης ἐν τῷ, ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. πρὸς ὃ λέγει ὁ ἀκούσας. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω. Καὶ ὅρα τὸ, ὁ φανὸς οὐκ ἔφαινεν ἐτυμολογικῶς ῥηθέν. Ὁμήρου κατάρξαντος τοιαύτης μεθόδου ὡς εἴρηται. δοκεῖ δὲ τῶν εἰς φανὸν τεμνομένων ξύλων ἓν εἶναι καὶ τὸ καλούμενον γράβιον, πρίνινον αὐτό φασιν ἢ δρύϊνον ξύλον. ὃ ἐθλασμένον ἢ κατεσχισμένον, ἐξάπτεται καὶ φαίνει τοῖς ὁδοιποροῦσι. μή ποτε δὲ ἄρα δᾴδων εἶδός τι καὶ τὸ τοιοῦτον γράβιον εἴγε πίσσαν καταστάζειν ἔχει ὡς δηλοῖ Θεοδωρίδας ὁ Συρακούσιος ἐν τῷ, πίσσα δ' ὑπὸ γραβίων ἔσταζεν. ὅτι δὲ καὶ πυρσὸς ὁ φανὸς ἐκαλεῖτο, οὐκ ἔστιν ἀμφιβαλεῖν. τὴν δὲ ἐκ ξύλων τετμημένων σύνθεσιν τοῦ, εἴτε φανοῦ εἴτε λύχνου, δηλοῖ φασι καὶ Ἀριστοφάνης ἐν τῷ, τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία, λυχνίῳ χρώμεθα ἤγουν λυχνίᾳ. τὴν γὰρ νῦν φασι λυχνίαν, λυχνίον ἐκάλουν ὡς Φερεκράτης. πανοῦ δέ φασι χρῆσις τοῦ βραχέων εἰρημένου, καὶ παρὰ Διφίλῳ. οἷον. ἀλλ' ὁ πανὸς ὕδατός ἐστι μεστός. ἤτοι ὁ φανὸς ξύλα ἔχει χλωρότατα καὶ διατοῦτο ὑδατηρά. ὁ δὲ παρὰ Ἀλέξιδι ξυλολυχνοῦχος, τάχα φασὶν ὅμοιός ἐστι, τῷ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνῳ. οὐ παλαιὸν δὲ εὕρημα ὁ λύχνος. λέγει δὲ ὁ ῥηθεὶς Ναυκρατίτης ῥήτωρ, καὶ ὅτι λυχνοκαυτίαν ἔφη Κηφισόδωρος. ἣν οἱ πολλοὶ, λυχναψίαν. κεῖται δὲ παρ' αὐτῷ καὶ κανδήλας χρῆσις. οἷον. ἀσσαρίου κανδήλας πρίω. ἤγουν ἐξώνησαι. λέγει δὲ καὶ τὰ λύχνα οὐδετέρως κατὰ Ἡρόδοτον. (Vers. 101.) δῆλον δὲ καὶ ὅτι αἰθομένας δαΐδας ὁ ποιητὴς ἔφη, τὰς σὺν τῷ καίεσθαι, καὶ ἀναλαμπούσας. ἐξ οὗ περ αἴθειν καὶ αἰθὴρ καὶ ἄστρον καὶ ἀστήρ. πολλῶν δὲ παραγομένων ἐκ τοῦ αἴθειν, παραδέδοται ἀπ' αὐτοῦ, καὶ ἡ παρὰ τῷ Σουΐδᾳ αἴθρακος. ἡ καὶ ἀνδράχλη ὡς ἐκεῖνος λέγει. δηλοῖ δὲ, τὸ ἰδιωτικῶς γυναικεῖον ποδαρούλιον. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὰς παρὰ τῷ Σουΐδᾳ πυρσουρίδας. φανοὺς δηλαδὴ, βαρβάρων ἔλευσιν προσημαίνοντας. ὧν ἴσως ἡ παραγωγὴ, κατὰ λαμπουρίδας. ἑτεροίας μέντοι παρὰ τὴν ἐν τῷ Λυκόφρονι. Ἰστέον δὲ ὅτι τῶν εἰρημένων δαΐδων ἡ εὐθεῖα, διαλέλυται πρὸς διαστολὴν τοῦ δαὶς ἡ εὐωχία. καὶ ὅμως ὅτε ἡ τοιαύτη δαῒς δᾲς λεχθείη ἐν προσγραφῇ τοῦ ἰῶτα, διφθογγίζεσθαι λογίζεται. Ἡρῳδιανὸς οὖν παραδοὺς τὰ εἰς ας ὀξύτονα διὰ τοῦ δ κλίνεσθαι, οἷον στιβάδος ἰσχάδος πελιάδος, ἓν μόνων ἐκ τούτων εἰς αις φησὶ λέγειν, τὸ, δᾴς. Πεντήκοντα δὲ δμωαὶ τῷ Ἀλκινόῳ, καθὰ καὶ τῷ Ὀδυσσεῖ ἐν Ἰθάκῃ ποτέ. (Vers. 104.) Τὸ δὲ ἀλετρεύουσι ἐπὶ μύλης μήλοπα καρπὸν, ἔχει μὲν ἀσυνήθη παρήχησιν ὁποῖαί τινες καὶ ἄλλαι προεγράφησαν, κατὰ τὸ μύλης καὶ τὸ μήλοπα. νοῦς δὲ αὐτῷ διττός. οἱ μὲν γάρ φασιν, ὅτι στρέφουσαι καὶ τρίβουσαι ἐπὶ τῆς μύλης ἥ ἐστιν ἄκρον μηροῦ τοῦ κατὰ τὴν ἐπιγουνίδα, καρπὸν μήλοπα. ὅ ἐστιν ἐκ προβάτων ἔριον. οἱ δὲ τοιοῦτοι ἀντιλέγονται. οὔτε γάρ φασι ποιεῖ Ὅμηρος γυμνουμένας ἕως μηρῶν γυναῖκας αἳ τῇ χειρὶ τὴν κρόκην ἔνηθον, ὡς Εὔπολις. τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην. οὐδὲ μύλιν οἶδε τὸ γόνυ ὁ ποιητής. ψυχρὸν δὲ καὶ τὸ, καρπὸν προβάτου εἰπεῖν τὸ ἔριον. καὶ τὸ μήλοπα δὲ, κακοσύνθετον. μήλου γάρ ἐστι δῶρον τὸ ἔριον οὐ μὴν ὄψιν ἔχον μήλου. ἕτεροι δὲ κρειττόνως ἐξηγούμενοι, φασὶ τὰς ῥηθείσας γυναῖκας, ἀλήθειν ἐν μύλωνι σῖτον. καὶ ἀλετρεύειν μὲν, τὸ ἀλήθειν καὶ ἀλετὸν ποιεῖν. ὅθεν καὶ γυναῖκες ἀλετρίδες ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. αἳ καὶ μυλωθροὶ καὶ μυλωθρίδες, παρὰ τὸ μύλον ἀθρεῖν ἐν συναιρέσει. ἢ περὶ μύλωνα θορεῖν ἐν συγκοπῇ. μύλην δὲ, ἐν ᾗ τρίβονται οἱ πυροί. ὡς τὸ μύλην στήσασα. μήλοπα δὲ καρπὸν, τὸν σῖτον ὡς μηλοειδῆ τὴν χρόαν. ὅ ἐστι κιῤῥὸν καὶ ξανθόχλουν. ὅθεν καὶ Δημήτηρ ξανθὴ λέγεται. καὶ Ὅμηρος μὲν, οὕτω σεμνῶς ἔφρασε παρὰ τὸ μῆλον καὶ τὴν ὀπωπὴν ὅ ἐστι θέαν. οὐ μῆλον ἀγλαὸν τῇ ἐρυθρότητι παραλαβὼν, ἀλλὰ ἐοικὸς ὄψει πέπονος ἀστάχυος. τῶν τις δὲ μεθ' Ὅμηρον, τὸ μὲν μῆλον δωρίσας εἰς μᾶλον τὴν δὲ ὄψιν εἰς εἶδος μεταλαβὼν καὶ μεταθεὶς τὰς λέξεις, Ἀλκαῖος δὲ ἦν ἐκεῖνος ὁ κωμικὸς, εἰδομαλίδην ἔφη σκωπτικῶς τινα διὰ τὸ καλλωπίζεσθαι τὰ μῆλα τῆς ὄψεως. ἐρευθόμενον δηλαδὴ κομικώτερον. οὗ περ ἀνάπαλιν ἔχοι ἂν ὁ παρὰ τῷ Κρατίνῳ ἀῤῥενώπας. τὰ μὲν ἄλλα, γύνις ὤν. ἔχων δέ τι ἀνδρόμορφον, οἱ δὲ τοιοῦτοι, καὶ ἀνδρόγυνοι λέγονται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
