Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.265.1
Not analysed yet
(Vers. 106.) Φύλλοις δὲ αἰγείρου τὰς δμωὰς εἰκάζει, διὰ τὸ εὐκίνητον καὶ συνεχὲς τῆς αὐτῶν ἐργασίας. εὐκράδαντα γάρ φασι καὶ τὰ τῶν αἰγείρων φύλλα διὰ τὸ ὕψος. μακεδνὴ γὰρ ἡ αἴγειρος. ἤγουν ἐπιμήκης. μακρά. παρὰ τὸ μᾶκος μακεδανὴ καὶ μακεδνή. ὡς θρὶξ ψεδανὴ ψεδνή. ὁμοίου δὲ τύπου καὶ τὸ ἀλαπαδνὸν καὶ ὀλοφυδνὸν καὶ παιδνόν. δῆλον δὲ ὅτι ἐκ τοῦ μᾶκος, καὶ ἡ μακερὰ γίνεται. καὶ ἐν συγκοπῇ μακρά. ἕτεροι δὲ εἰς τὸ, ἥμεναι οἷα φύλλα αἰγείρου, γράφουσιν ὡς ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατρικῶς. ἔστι δὲ ἀσαφὴς ὁ τοιοῦτος λόγος. Ἡλιοτρόπιον μὲν γὰρ μανθάνομεν καὶ τὴν τῶν φύλλων τοῦ τοιούτου φυτοῦ τροπὴν πρὸς ἀνίσχοντα καὶ δύοντα ἥλιον. ἐπὶ δὲ αἰγείρου τοιοῦτόν τι νοῆσαι, δοκεῖ δυσχερές. φαίνεται δὲ ὅμως καὶ τὰ φύλλα τῆς αἰγείρου τὰ τῶν ἡλιοτροπίων πάσχειν. ὡς δηλοῖ ὁ γράψας οὕτω φύλλα, ἤτοι διὰ τὸ πλῆθος τῶν δμωΐδων, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις καὶ εὐκίνητα. εἰσὶ δὲ οἳ τὸ ἥμεναι οἷα φύλλα αἰγείρου εἶπον ἀντὶ τοῦ, καθὰ πεπύκνωται τὸ δένδρον τοῖς φύλλοις. (Vers. 107.) Τὸ δὲ καιροσέων ὀθονέων, ἀντὶ τοῦ, εὐυφῶν. εὖ κεκαιρωμένων. ἤτοι ἀγαθὸν ἐχουσῶν καίρωμα, ὅ ἐστι μίτωμα. καῖρος δέ φασι καὶ καίρωμα, τὸ διάπλεγμα ὃ οὐκ ἐᾷ τοὺς στήμονας συγχέεσθαι. ἐξ οὗ καὶ καιρωστρίδες ἢ καιρωστίδες γυναῖκες παρὰ Καλλιμάχῳ, ἀντὶ τοῦ ὑφάντριαι. οὗ δὴ Καλλιμάχου καὶ τὸ, ὑδάτινον καίρωμα ὑμένεσσιν ὁμοῖον. ὁ δὲ εἰπὼν τὸ καιροσέων ἀντὶ τοῦ, κροσσωτῶν θυσανωτῶν, λέγει καὶ ὅτι καῖρος, σειρὰ δι' ἧς οἱ στήμονες καθίενται. Καὶ ὅρα ἐν τούτοις τὸ καῖρος βαρυνθὲν πρὸς διαστολὴν χρονικοῦ τοῦ καιρός. ἔτι δὲ κατὰ ἄλλους καὶ ἑτέρως καίρωμα ἡ διαπλοκὴ τοῦ διάσματος ἐν ᾗ οἱ στήμονες καθίενται. καὶ ἄλλως δὲ, τὸ διαπλεκόμενον παρὰ τὸν μίτον ὡς ἂν οἱ στήμονες μὴ συγχέωνται. μίτος δὲ, δι' οὗ τοὺς στήμονας ἐναλλάσσουσιν εἰς πλοκὴν τῆς κρόκης. οἱ δὲ φασὶν ὅτι καῖρος αὐτὸς ὁ μίτος ἐστὶν ἐξ οὗ παράγωγον, ὁ καιρόεις. οὗ θηλυκὸν, καιρόεσσα. γενικὴ πληθυντικὴ, καιροεσσῶν. καὶ συγκοπῇ, καιροσσῶν. καὶ Ἰωνικῶς καιροσέων. ἢ καὶ ἄλλως, καιροεσσῶν, ὡς εἴρηται, καὶ μεταθέσει, καιροσέων. ὅ ἐστιν εὐμίτων. ἄλλοι δὲ, εὐθεῖαν εἶπον ἡ καίροσα μονήρη λέξιν ὡς ἄτοσσα. ὅθεν γενικὴ πληθυντικὴ, καιροσῶν, καὶ καιροσέων Ἰωνικῶς, ἐπεὶ δὲ φέρεται ἐν ῥητορικῷ λεξικῷ καὶ ὅτι μεσάκμων, τὸ τῷ κανόνι ὑποδεδεμένον ὃ καλεῖται καῖρος, σκοπητέον εἴτι καὶ αὐτὸ εἰς τὸ, καιροσέων ὀθονέων συμβάλλεται. ποιητικὴ δὲ παρίσωσις τὸ, καιροσέων ὀθονέων. Τὸ δὲ ἀπολείβεται ὑγρὸν ἔλαιον, ἢ τὸ τῶν ὑφασμάτων τρυφερὸν κατὰ τοὺς παλαιοὺς δηλοῖ ὡς δοκεῖν ἔλαιον ἀποῤῥεῖν. ἢ τὸ πυκνὸν, ὡς μὴ δὲ ἔλαιον εἶναι δι' αὐτῶν ἐλθεῖν. ἢ καὶ τὸ στίλβον διὰ λευκότητα. ἴσως δὲ, καὶ ἄλλως στίλβειν αἱ τοιαῦται λέγοιντο ἂν ὀθόναι, ὡς εἴπερ ἔλαιον αὐτῶν ἀπελείβετο διὰ τὸ στιλπνὸν χρῶμα τῶν νεοϋφάντων καὶ ἔτι ἀπλύτων ὑφασμάτων. Ὅτι δὲ καὶ θρόνοι λίθινοι οὕτω στίλβουσιν ἐκ τῆς κατὰ συχνὴν παράτριψιν λειάνσεως, οἱ κατὰ Πύλον μαρμάρεοι θρόνοι ἐδήλωσαν. (Vers. 108.) Πάνυ δὲ ἐπιστήμονας τὰ εἰς ἱστουργίαν ἡ Ὁμηρικὴ σύγκρισις τὰς Φαιακίδας δηλοῖ εἴπερ ὅσον οἱ Φαίακες ναυτικοὶ, τοσοῦτον αἱ γυναῖκες τεχνικαὶ ὑφαίνειν. ἴδριες δὲ ἐκεῖνοι περὶ πάντων ἀνδρῶν, οὕτω δὲ καὶ αὗται πασῶν γυναικῶν. ὡς εἶναι αὐταῖς τρία ταῦτα καλά. ἐπιστήμην περὶ ἔργα. καὶ κάλλος. καὶ φρένας ἐσθλάς. ἅπερ ἐξ Ἀθηνᾶς ἔχειν λέγονται, ὡς ἐφόρου τῶν τοιούτων πρός τε ἀλληγορίαν καὶ μυθικῶς. (Vers. 110.) Τὸ δὲ τεχνῆσαι, ἀλλαχοῦ παθητικῶς κεῖται. ὡς καὶ ἐν τῷ, μὴ τεχνησάμενος μὴ δ' ἄλλό τι τεχνήσαιτο. (Vers. 112.) Ὄρχατος δὲ, δένδρα ἐπίστιχα κατὰ φυτείαν ἀμπέλου. διὸ ἐπάγει. ἔνθα δὲ δένδρεα μακρά. ὁ δ' αὐτὸς, (Vers. 129.) καὶ κῆπος ἐν τῷ τέλει τῆς ἐκφράσεως. καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ κατὰ Ἰθάκην, κῆπον ἐρεῖ πολυδένδρεον. ὃς δὴ κῆπος μεταληφθεὶς ὑπὸ κωμικοῦ σκῶμμα ἐποίησε. γυναῖκα γάρ τις μανιόκηπον εἶπε, τὴν μεμηνυῖαν περὶ μίξεις. κῆπον ἐκεῖνος ὑποθέμενος εἶναι, τὸ παρὰ Λυκόφρονι ἐπείσιον. τῇ δὲ τοιαύτῃ γυναικὶ φίλα φρονεῖν εἶδεν, ὁ εἰς κιναιδίαν σκωπτόμενος. γίνεται δὲ ὄρχατος, ἢ παρὰ τὸ ἔρχω, ὁ εὔτακτος καὶ οἷον ἐρχόμενος ἤτοι στείχων, ἐντεῦθεν γὰρ καὶ ἐπίστιχος φυτεία λέγεται τὰ τοιαῦτα. ἢ παρὰ τὴν ὀρυχὴν τὴν ἐν τῇ φυτείᾳ. ἵνα ᾖ ὀρύχατος καὶ ἐν συγκοπῇ ὄρχατος. ἢ παρὰ τὸν ὤρεχα παρακείμενον, ὁ ἐπὶ πολὺ ὀρεγμένος ὅ ἐστιν ἐκτεινόμενος. ἔστι δὲ ἡ λέξις παράγωγος ἐκ τοῦ ὄρχος. ὁμοίως τῷ, τρίτος τρίτατος καὶ τοῖς τοιούτοις. (Vers. 113.) Τετράγυος δὲ, οὗ ἑκάστη τῶν τεσσάρων πλευρῶν γύην εἶχεν. ἵνα ᾖ, τετράπλεθρός φασι. τετράγωνος. ἰσόπλευρος. γύη δὲ ἢ γύης ἀρσενικὸν, μέτρον γῆς. οἱ δὲ παλαιοὶ, φασὶ